Colossians 1:12-20 | Wednesday Evenings |
Εὐχαριστεῖτε
τῷ πατρὶ * τῷ
ἱκανώσαντι
ὑμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου * τῶν ἁγίων ἐν τῷ φωτί· |
ὃς
ἐρρύσατο ἡμᾶς
ἐκ τῆς
ἐξουσίας τοῦ
σκότους * καὶ
μετέστησεν
εἰς τὴν
βασιλείαν τοῦ
υἱοῦ τῆς
ἀγάπης αὐτοῦ, ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν, * τὴν ἄφεσιν τῶν ἁμαρτιῶν· |
ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, * πρωτότοκος πάσης κτίσεως, |
ὅτι
ἐν αὐτῷ ἐκτίσθη
τὰ πάντα * ἐν
τοῖς οὐρανοῖς
καὶ ἐπὶ τῆς
γῆς, * τὰ ὁρατὰ
καὶ τὰ ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες * εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· * τὰ πάντα δι᾽ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται, |
καὶ αὐτός ἐστιν πρὸ πάντων * καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν. |
καὶ
αὐτός ἐστιν ἡ
κεφαλὴ τοῦ
σώματος, τῆς
ἐκκλησίας· * ὅς
ἐστιν ἀρχή, πρωτότοκος ἐκ τῶν νεκρῶν, * ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων, |
ὅτι
ἐν αὐτῷ
εὐδόκησεν πᾶν
τὸ πλήρωμα
κατοικῆσαι * καὶ
δι᾽ αὐτοῦ ἀποκαταλλάξαι
τὰ πάντα εἰς
αὐτόν, εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ, * εἴτε τὰ ἐπὶ τῆς γῆς εἴτε τὰ ἐν τοῖς οὐρανοῖς. |