Song of Azariah, Daniel 3:26-7,29,34-41 | Tuesday Morning 4 |
Εὐλογητὸς εἶ κύριε ὁ θεὸς τῶν πατέρων ἡμῶν * καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. |
ὅτι δίκαιος
εἶ ἐπὶ πᾶσιν
οἷς ἐποίησας
ἡμῖν * καὶ
πάντα τὰ ἔργα
σου ἀληθινά καὶ αἱ ὁδοί σου εὐθεῖαι * καὶ πᾶσαι αἱ κρίσεις σου ἀληθιναί |
ὅτι
ἡμάρτομεν ἐν
πᾶσι καὶ
ἠνομήσαμεν * ἀποστῆναι
ἀπὸ σοῦ καὶ ἐξημάρτομεν ἐν πᾶσι * καὶ τῶν ἐντολῶν τοῦ νόμου σου οὐχ ὑπηκούσαμεν |
μὴ παραδῷς
ἡμᾶς εἰς τέλος *
διὰ τὸ ὄνομά
σου, καὶ μὴ διασκεδάσῃς σου τὴν διαθήκην, * καὶ μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ' ἡμῶν, |
διὰ
Αβρααμ τὸν
ἠγαπημένον
ὑπὸ σοῦ *
καὶ διὰ Ισαακ τὸν
δοῦλόν σου * καὶ
Ισραηλ τὸν ἅγιόν
σου, οἵς ἐλάλησας πρὸς αὐτοὺς λέγων * πληθῦναι τὸ σπέρμα αὐτῶν ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ * καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης. |
ὅτι δέσποτα ἐσμικρύνθημεν παρὰ πάντα τὰ ἔθνη * καί ἐσμεν ταπεινοὶ ἐν πάσῃ τῇ γῇ σήμερον * διὰ τὰς ἁμαρτίας ἡμῶν, |
καὶ οὐκ ἔστιν
ἐν τῷ καιρῷ
τούτῳ * ἄρχων
καὶ προφήτης οὐδὲ
ἡγούμενος, οὐδὲ ὁλοκαύτωσις οὐδὲ θυσία * οὐδὲ προσφορὰ οὐδὲ θυμίαμα, οὐδὲ τόπος τοῦ καρπῶσαι ἐνώπιόν σου * καὶ εὑρεῖν ἔλεος. |
ἀλλ' ἐν ψυχῇ
συντετριμμένῃ
* καὶ πνεύματι
τεταπεινωμένῳ
* προσδεχθείημεν, ὡς ἐν ὁλοκαυτώμασι κριῶν καὶ ταύρων * καὶ ὡς ἐν μυριάσιν ἀρνῶν πιόνων. οὕτω γενέσθω ἡμῶν ἡ θυσία ἐνώπιόν σου σήμερον * καὶ ἐξιλάσαι ὄπισθέν σου, |
ὅτι οὐκ ἔστιν αἰσχύνη
* τοῖς πεποιθόσιν
ἐπὶ σοί. καὶ νῦν ἐξακολουθοῦμεν ἐν ὅλῃ καρδίᾳ * καὶ φοβούμεθά σε * καὶ ζητοῦμεν τὸ πρόσωπόν σου. |