| Song of the three young men, Daniel 3:52-57 | Sunday Morning 2 & 4 |
| Εὐλογητὸς εἶ κύριε ὁ θεὸς τῶν πατέρων ἡμῶν * καὶ αἰνετὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας. |
| καὶ εὐλογημένον τὸ ὄνομα τῆς δόξης σου τὸ ἅγιον * καὶ ὑπεραινετὸν καὶ ὑπερυψωμένον εἰς πάντας τοὺς αἰῶνας. |
| εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς ἁγίας δόξης σου * καὶ ὑπερυμνητὸς καὶ ὑπερένδοξος εἰς τοὺς αἰῶνας. |
| εὐλογητὸς εἶ ἐπὶ θρόνου τῆς βασιλείας σου * καὶ ὑμνητὸς καὶ ὑπερυψωμένος εἰς τοὺς αἰῶνας. |
| εὐλογητὸς εἶ ὁ βλέπων ἀβύσσους καθήμενος ἐπὶ χερουβιμ * καὶ αἰνετὸς καὶ δεδοξασμένος εἰς τοὺς αἰῶνας. |
| εὐλογητὸς εἶ ἐν τῷ στερεώματι * καὶ ὑμνητὸς καὶ δεδοξασμένος εἰς τοὺς αἰῶνας. |
| εὐλογεῖτε πάντα τὰ ἔργα τοῦ κυρίου τὸν κύριον * ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |