Song of the three young men, Daniel 3:57-88 | Sunday Morning 1 & 3 |
Εὐλογεῖτε
πάντα
τὰ
ἔργα
τοῦ
κυρίου
τὸν
κύριον *
εὐλογεῖτε
ἄγγελοι
κυρίου
τὸν
κύριον
εὐλογεῖτε οὐρανοί τὸν κύριον * εὐλογεῖτε ὕδατα πάντα τὰ ἐπάνω τοῦ οὐρανοῦ τὸν κύριον. |
ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
εὐλογεῖτε
πᾶσαι
αἱ
δυνάμεις
κυρίου
τὸν
κύριον *
εὐλογεῖτε
ἥλιος
καὶ
σελήνη
τὸν
κύριον
εὐλογεῖτε ἄστρα τοῦ οὐρανοῦ τὸν κύριον * εὐλογεῖτε πᾶς ὄμβρος καὶ δρόσος τὸν κύριον. |
ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
εὐλογεῖτε
πάντα
τὰ
πνεύματα
τὸν
κύριον *
εὐλογεῖτε
πῦρ
καὶ
καῦμα
τὸν
κύριον
εὐλογεῖτε πάγοι καὶ ψῦχος τὸν κύριον * εὐλογεῖτε πάχναι καὶ χιόνες τὸν κύριον. |
ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
εὐλογεῖτε
νύκτες
καὶ
ἡμέραι
τὸν
κύριον *
εὐλογεῖτε
φῶς
καὶ
σκότος
τὸν
κύριον
εὐλογεῖτε ἀστραπαὶ καὶ νεφέλαι τὸν κύριον * εὐλογείτω ἡ γῆ τὸν κύριον. |
ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
εὐλογεῖτε
ὄρη
καὶ
βουνοί
τὸν
κύριον *
εὐλογεῖτε
πάντα
τὰ
φυόμενα
ἐπὶ
τῆς
γῆς
τὸν
κύριον
εὐλογεῖτε αἱ πηγαί τὸν κύριον * εὐλογεῖτε θάλασσαι καὶ ποταμοί τὸν κύριον. |
ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
εὐλογεῖτε
κήτη
καὶ
πάντα
τὰ
κινούμενα
ἐν
τοῖς
ὕδασι
τὸν
κύριον *
εὐλογεῖτε
πάντα
τὰ
πετεινὰ
τοῦ
οὐρανοῦ
τὸν
κύριον
εὐλογεῖτε τετράποδα καὶ θηρία τῆς γῆς τὸν κύριον * εὐλογεῖτε οἱ υἱοὶ τῶν ἀνθρώπων τὸν κύριον. |
ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
εὐλογεῖτε
Iσραηλ
τὸν
κύριον *
εὐλογεῖτε
ἱερεῖς
τὸν
κύριον
εὐλογεῖτε δοῦλοι τὸν κύριον * εὐλογεῖτε πνεύματα καὶ ψυχαὶ δικαίων τὸν κύριον. |
ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
εὐλογεῖτε
ὅσιοι
καὶ
ταπεινοὶ
καρδίᾳ
τὸν
κύριον *
εὐλογεῖτε
Ανανια
Αζαρια
Μισαηλ
τὸν
κύριον.
εὐλογητὸς εἶ ἐν τῷ στερεώματι * καὶ ὑμνητὸς καὶ δεδοξασμένος εἰς τοὺς αἰῶνας. |