Ephesians 1:3-10 | Monday Evenings |
Εὐλογητὸς
ὁ θεὸς καὶ
πατὴρ * τοῦ
κυρίου ἡμῶν
᾽Ιησοῦ
Χριστοῦ, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ * ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ, |
καθὼς
ἐξελέξατο
ἡμᾶς ἐν αὐτῷ * πρὸ
καταβολῆς
κόσμου, εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους * κατενώπιον αὐτοῦ ἐν ἀγάπῃ, |
προορίσας ἡμᾶς εἰς υἱοθεσίαν * διὰ ᾽Ιησοῦ Χριστοῦ |
εἰς αὐτόν, * κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦ, |
εἰς ἔπαινον δόξης τῆς χάριτος αὐτοῦ * ἧς ἐχαρίτωσεν ἡμᾶς ἐν τῷ ἠγαπημένῳ, |
ἐν
ᾧ ἔχομεν τὴν
ἀπολύτρωσιν * διὰ
τοῦ αἵματος
αὐτοῦ, * τὴν
ἄφεσιν τῶν
παραπτωμάτων, κατὰ τὸ πλοῦτος τῆς χάριτος αὐτοῦ, * ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς * ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει, |
γνωρίσας ἡμῖν
τὸ μυστήριον * τοῦ
θελήματος
αὐτοῦ, κατὰ τὴν εὐδοκίαν αὐτοῦ * ἣν προέθετο ἐν αὐτῷ * εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν, |
ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ, * τὰ ἐπὶ τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς. |