| Judith 16:1-2,13-16 | Wednesday Morning 1 |
| Ἐξάρχετε
τῷ
θεῷ
μου
ἐν
τυμπάνοις *
ᾄσατε
τῷ
κυρίῳ
ἐν
κυμβάλοις, ἐναρμόσασθε αὐτῷ ψαλμὸν καὶ αἶνον * ὑψοῦτε καὶ ἐπικαλεῖσθε τὸ ὄνομα αὐτοῦ, |
| ὅτι θεὸς
συντρίβων
πολέμους
κύριος * ὑμνήσω
τῷ θεῷ μου
ὕμνον καινόν: κύριε μέγας εἶ καὶ ἔνδοξος * θαυμαστὸς ἐν ἰσχύι ἀνυπέρβλητος. |
| σοὶ δουλευσάτω
πᾶσα ἡ κτίσις σου
* ὅτι εἶπας καὶ ἐγενήθησαν, ἀπέστειλας τὸ πνεῦμά σου καὶ ᾠκοδόμησεν * καὶ οὐκ ἔστιν ὃς ἀντιστήσεται τῇ φωνῇ σου. |
| ὄρη γὰρ ἐκ θεμελίων
σὺν ὕδασιν σαλευθήσεται
* πέτραι δ' ἀπὸ προσώπου
σου ὡς κηρὸς τακήσονται, ἔτι δὲ τοῖς φοβουμένοις σε * σὺ εὐιλατεύσεις αὐτοῖς. |
| ὅτι μικρὸν πᾶσα
θυσία εἰς ὀσμὴν
εὐωδίας * καὶ ἐλάχιστον
πᾶν στέαρ εἰς ὁλοκαύτωμά
σοι· ὁ δὲ φοβούμενος τὸν κύριον * μέγας διὰ παντός. |