Wisdom 9:1-6,9-11 | Saturday Morning 3 |
θεὲ πατέρων καὶ
κύριε τοῦ ἐλέους
* ὁ ποιήσας τὰ πάντα
ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας ἄνθρωπον * ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ * καὶ ἐν εὐθύτητι ψυχῆς κρίσιν κρίνῃ, |
δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν * καὶ μή με ἀποδοκιμάσῃς ἐκ παίδων σου. |
ὅτι ἐγὼ δοῦλος
σὸς * καὶ υἱὸς τῆς
παιδίσκης σου, ἄνθρωπος ἀσθενὴς καὶ ὀλιγοχρόνιος * καὶ ἐλάσσων ἐν συνέσει κρίσεως καὶ νόμων. |
κἂν γάρ τις ᾖ τέλειος ἐν υἱοῖς ἀνθρώπων * τῆς ἀπὸ σοῦ σοφίας ἀπούσης εἰς οὐδὲν λογισθήσεται |
καὶ μετὰ σοῦ
ἡ σοφία ἡ
εἰδυῖα τὰ ἔργα
σου * καὶ παροῦσα
ὅτε ἐποίεις
τὸν κόσμον, καὶ ἐπισταμένη τί ἀρεστὸν ἐν ὀφθαλμοῖς σου * καὶ τί εὐθὲς ἐν ἐντολαῖς σου. |
ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίων οὐρανῶν * καὶ ἀπὸ θρόνου δόξης σου πέμψον αὐτήν, |
ἵνα συμπαροῦσά
μοι κοπιάσῃ * καὶ
γνῶ τί εὐάρεστόν
ἐστιν παρὰ σοί. οἶδε γὰρ ἐκείνη πάντα καὶ συνίει * καὶ ὁδηγήσει με ἐν ταῖς πράξεσί μου σωφρόνως * καὶ φυλάξει με ἐν τῇ δόξῃ αὐτῆς. |