SONG OF ZECHARIAH | (Lk 1:68-79) |
|
Εὐλογητὸς
κύριος ὁ θεὸς
τοῦ ᾽Ισραήλ, *
ὅτι ἐπεσκέψατο
καὶ ἐποίησεν
λύτρωσιν τῷ
λαῷ αὐτοῦ,
καὶ ἤγειρεν κέρας σωτηρίας ἡμῖν * ἐν οἴκῳ Δαυὶδ παιδὸς αὐτοῦ, |
καθὼς
ἐλάλησεν διὰ
στόματος τῶν
ἁγίων * ἀπ᾽
αἰῶνος
προφητῶν
αὐτοῦ, σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν * καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς· |
ποιῆσαι ἔλεος
μετὰ τῶν
πατέρων ἡμῶν *
καὶ μνησθῆναι
διαθήκης
ἁγίας αὐτοῦ, ὅρκον ὃν ὤμοσεν πρὸς ᾽Αβραὰμ τὸν πατέρα ἡμῶν, * τοῦ δοῦναι ἡμῖν |
ἀφόβως ἐκ
χειρὸς ἐχθρῶν
ῥυσθέντας * λατρεύειν
αὐτῷ ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ * πάσαις ταῖς ἡμέραις ἡμῶν. |
Καὶ σὺ δέ,
παιδίον,
προφήτης
ὑψίστου κληθήσῃ, *
προπορεύσῃ
γὰρ ἐνώπιον κυρίου
ἑτοιμάσαι
ὁδοὺς αὐτοῦ, τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ * ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν, |
διὰ σπλάγχνα
ἐλέους θεοῦ
ἡμῶν, * ἐν οἷς
ἐπισκέψεται ἡμᾶς
ἀνατολὴ ἐξ
ὕψους, ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις, * τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης. |
OUR FATHER
πάτερ ἡμῶν / ὁ ἐν τοῖς οὐρανοῖς, |
ἁγιασθήτω τὸ
ὄνομά σου, *
ἐλθέτω ἡ
βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, * ὡς ἐν οὐρανῷ / καὶ ἐπὶ γῆς. |
τὸν ἄρτον ἡμῶν * τὸν ἐπιούσιον * δὸς ἡμῖν σήμερον: |
καὶ ἄφες ἡμῖν /
τὰ ὀφειλήματα
ἡμῶν, *
ὡς καὶ ἡμεῖς /
ἀφήκαμεν /
τοῖς
ὀφειλέταις
ἡμῶν: καὶ μὴ εἰσενέγκῃς ἡμᾶς / εἰς πειρασμόν, * ἀλλὰ ῥῦσαι ἡμᾶς / ἀπὸ τοῦ πονηροῦ. |