1 ὁ πρεσβύτερος ἐκλεκτῇ κυρίᾳ καὶ τοῖς τέκνοις αὐτῆς
οὓς ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ
καὶ οὐκ ἐγὼ μόνος ἀλλὰ καὶ πάντες οἱ ἐγνωκότες τὴν ἀλήθειαν
2 διὰ τὴν ἀλήθειαν τὴν μένουσαν ἐν ἡμῖν, καὶ μεθ ἡμῶν ἔσται εἰς τὸν αἰῶνα.
3 ἔσται μεθ' ἡμῶν χάρις ἔλεος εἰρήνη παρὰ θεοῦ πατρός
καὶ παρὰ Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ πατρός
ἐν ἀληθείᾳ καὶ ἀγάπῃ.
4 ἐχάρην λίαν ὅτι εὕρηκα ἐκ τῶν τέκνων σου περιπατοῦντας ἐν ἀληθείᾳ
καθὼς ἐντολὴν ἐλάβομεν παρὰ τοῦ πατρός.
8 βλέπετε ἑαυτούς, ἵνα μὴ ἀπολέσητε ἃ εἰργασάμεθα
ἀλλὰ μισθὸν πλήρη ἀπολάβητε.
12 πολλὰ ἔχων ὑμῖν γράφειν οὐκ ἐβουλήθην διὰ χάρτου καὶ μέλανος
ἀλλὰ ἐλπίζω γενέσθαι πρὸς ὑμᾶς καὶ στόμα πρὸς στόμα λαλῆσαι
ἵνα ἡ χαρὰ ἡμῶν πεπληρωμένη ᾖ.
13 ἀσπάζεταί σε τὰ
τέκνα τῆς ἀδελφῆς σου τῆς ἐκλεκτῆς.