Opening vision 1 and Messages 2 & 3
Ἀποκάλυψις
Ἰησοῦ Χριστοῦ,
ἣν ἔδωκεν αὐτῷ
ὁ θεός,
δεῖξαι
τοῖς δούλοις
αὐτοῦ ἃ δεῖ
γενέσθαι ἐν
τάχει,
καὶ
ἐσήμανεν
ἀποστείλας
διὰ τοῦ
ἀγγέλου αὐτοῦ
τῷ δούλῳ αὐτοῦ
Ἰωάννῃ,
τῷ
ἀγγέλῳ τῆς ἐν Ἐφέσῳ
ἐκκλησίας
γράψον:
τάδε
λέγει ὁ κρατῶν
τοὺς ἑπτὰ
ἀστέρας ἐν τῇ
δεξιᾷ αὐτοῦ,
ὁ
περιπατῶν ἐν
μέσῳ τῶν ἑπτὰ
λυχνιῶν τῶν
χρυσῶν:
καὶ
τῷ ἀγγέλῳ τῆς
ἐν Περγάμῳ
ἐκκλησίας γράψον:
τάδε
λέγει ὁ ἔχων
τὴν ῥομφαίαν
τὴν δίστομον
τὴν ὀξεῖαν:
καὶ
τῷ ἀγγέλῳ τῆς
ἐν Σάρδεσιν
ἐκκλησίας
γράψον:
μετὰ
ταῦτα εἶδον,
καὶ ἰδοὺ θύρα
ἠνεῳγμένη ἐν
τῷ οὐρανῷ,
καὶ
εἶδον ἐπὶ τὴν
δεξιὰν τοῦ
καθημένου ἐπὶ
τοῦ θρόνου
τάδε
λέγει ὁ ἔχων τὰ
ἑπτὰ πνεύματα
τοῦ θεοῦ καὶ τοὺς
ἑπτὰ ἀστέρας:
ὁ
νικῶν οὕτως περιβαλεῖται
ἐν ἱματίοις
λευκοῖς,
καὶ
οὐ μὴ ἐξαλείψω
τὸ ὄνομα αὐτοῦ
ἐκ τῆς βίβλου τῆς
ζωῆς,
καὶ
ὁμολογήσω τὸ
ὄνομα αὐτοῦ
ἐνώπιον τοῦ
πατρός μου καὶ
ἐνώπιον τῶν ἀγγέλων
αὐτοῦ.
ὁ
ἔχων οὖς
ἀκουσάτω τί τὸ
πνεῦμα λέγει
ταῖς ἐκκλησίαις.
καὶ
τῷ ἀγγέλῳ τῆς
ἐν Φιλαδελφείᾳ
ἐκκλησίας
γράψον:
τάδε
λέγει ὁ ἅγιος,
ὁ ἀληθινός, ὁ
ἔχων τὴν κλεῖν Δαυίδ,
ὁ
ἀνοίγων καὶ
οὐδεὶς
κλείσει, καὶ
κλείων καὶ
οὐδεὶς
ἀνοίγει:
ὁ
νικῶν ποιήσω
αὐτὸν στῦλον
ἐν τῷ ναῷ τοῦ
θεοῦ μου,
καὶ
ἔξω οὐ μὴ ἐξέλθῃ
ἔτι,
καὶ
γράψω ἐπ' αὐτὸν
τὸ ὄνομα τοῦ
θεοῦ μου
καὶ
τὸ ὄνομα τῆς
πόλεως τοῦ θεοῦ
μου, τῆς καινῆς Ἰερουσαλήμ,
ἡ
καταβαίνουσα
ἐκ τοῦ οὐρανοῦ
ἀπὸ τοῦ θεοῦ
μου,
καὶ
τὸ ὄνομά μου τὸ
καινόν.
ὁ
ἔχων οὖς
ἀκουσάτω τί τὸ
πνεῦμα λέγει
ταῖς ἐκκλησίαις.
καὶ
τῷ ἀγγέλῳ τῆς
ἐν Λαοδικείᾳ
ἐκκλησίας
γράψον:
τάδε
λέγει ὁ ἀμήν, ὁ
μάρτυς ὁ
πιστὸς καὶ
ἀληθινός,
ἡ
ἀρχὴ τῆς
κτίσεως τοῦ
θεοῦ:
ὁ
νικῶν δώσω
αὐτῷ καθίσαι
μετ' ἐμοῦ ἐν τῷ
θρόνῳ μου,
ὡς
κἀγὼ ἐνίκησα
καὶ ἐκάθισα
μετὰ τοῦ
πατρός μου ἐν
τῷ θρόνῳ
αὐτοῦ.
ὁ
ἔχων οὖς
ἀκουσάτω τί τὸ
πνεῦμα λέγει
ταῖς ἐκκλησίαις.
Rev 4:1-11
καὶ
ἡ φωνὴ ἡ πρώτη
ἣν ἤκουσα ὡς
σάλπιγγος
λαλούσης μετ'
ἐμοῦ λέγων,
ἀνάβα
ὧδε, καὶ δείξω
σοι ἃ δεῖ
γενέσθαι μετὰ
ταῦτα.
εὐθέως
ἐγενόμην ἐν
πνεύματι:
καὶ
ἰδοὺ θρόνος
ἔκειτο ἐν τῷ
οὐρανῷ, καὶ
ἐπὶ τὸν θρόνον
καθήμενος,
καὶ
ὁ καθήμενος
ὅμοιος ὁράσει
λίθῳ ἰάσπιδι
καὶ σαρδίῳ,
καὶ
ἶρις κυκλόθεν
τοῦ θρόνου
ὅμοιος ὁράσει
σμαραγδίνῳ.
καὶ
ἐκ τοῦ θρόνου
ἐκπορεύονται ἀστραπαὶ
καὶ φωναὶ καὶ
βρονταί:
καὶ
ἑπτὰ λαμπάδες
πυρὸς
καιόμεναι
ἐνώπιον τοῦ
θρόνου,
ἅ
εἰσιν τὰ ἑπτὰ
πνεύματα τοῦ
θεοῦ,
καὶ
ἐνώπιον τοῦ
θρόνου ὡς θάλασσα
ὑαλίνη ὁμοία
κρυστάλλῳ.
καὶ
ὅταν δώσουσιν
τὰ ζῷα δόξαν
καὶ τιμὴν καὶ
εὐχαριστίαν
τῷ
καθημένῳ ἐπὶ
τῷ θρόνῳ,
τῷ
ζῶντι εἰς τοὺς
αἰῶνας τῶν
αἰώνων,
ἄξιος
εἶ, ὁ κύριος
καὶ ὁ θεὸς
ἡμῶν, λαβεῖν
τὴν δόξαν καὶ
τὴν τιμὴν καὶ
τὴν δύναμιν,
ὅτι
σὺ ἔκτισας τὰ
πάντα, καὶ διὰ
τὸ θέλημά σου ἦσαν
καὶ
ἐκτίσθησαν.
Rev 5:1-14
βιβλίον
γεγραμμένον
ἔσωθεν καὶ
ὄπισθεν,
κατεσφραγισμένον
σφραγῖσιν
ἑπτά.
καὶ
εἶδον ἄγγελον
ἰσχυρὸν
κηρύσσοντα ἐν
φωνῇ μεγάλῃ,
τίς
ἄξιος ἀνοῖξαι
τὸ βιβλίον καὶ
λῦσαι τὰς σφραγῖδας
αὐτοῦ;
καὶ
ἔκλαιον πολὺ
ὅτι οὐδεὶς
ἄξιος εὑρέθη
ἀνοῖξαι τὸ
βιβλίον οὔτε
βλέπειν αὐτό.
καὶ
εἷς ἐκ τῶν πρεσβυτέρων
λέγει μοι, μὴ
κλαῖε:
ἰδοὺ
ἐνίκησεν ὁ λέων
ὁ ἐκ τῆς φυλῆς Ἰούδα, ἡ
ῥίζα Δαυίδ,
ἀνοῖξαι
τὸ βιβλίον καὶ
τὰς ἑπτὰ
σφραγῖδας
αὐτοῦ.
καὶ
εἶδον ὅτε
ἤνοιξεν τὸ ἀρνίον
μίαν ἐκ τῶν
ἑπτὰ
σφραγίδων,
καὶ
ἤκουσα ἑνὸς ἐκ
τῶν τεσσάρων
ζῴων λέγοντος
ὡς φωνὴ βροντῆς,
ἔρχου.
μετὰ
τοῦτο εἶδον
τέσσαρας
ἀγγέλους
ἑστῶτας ἐπὶ
τὰς τέσσαρας
γωνίας τῆς γῆς,
κρατοῦντας
τοὺς τέσσαρας
ἀνέμους τῆς
γῆς,
ἵνα
μὴ πνέῃ ἄνεμος
ἐπὶ τῆς γῆς
μήτε ἐπὶ τῆς
θαλάσσης μήτε
ἐπὶ πᾶν
δένδρον.
καὶ
ὅταν ἤνοιξεν
τὴν σφραγῖδα
τὴν ἑβδόμην,
καὶ
ὁ πέμπτος
ἄγγελος
ἐσάλπισεν:
καὶ
ὁ ἕκτος
ἄγγελος
ἐσάλπισεν:
καὶ
εἶδον ἄλλον
ἄγγελον
ἰσχυρὸν
καταβαίνοντα
ἐκ τοῦ οὐρανοῦ,
καὶ
ἐδόθη μοι
κάλαμος
ὅμοιος ῥάβδῳ,
λέγων,
καὶ
σημεῖον μέγα
ὤφθη ἐν τῷ
οὐρανῷ,
καὶ
ἐστάθην ἐπὶ
τὴν ἄμμον τῆς
θαλάσσης.
καὶ
εἶδον, καὶ ἰδοὺ
τὸ ἀρνίον
ἑστὸς ἐπὶ τὸ
ὄρος Σιών,
καὶ
εἶδον, καὶ ἰδοὺ
νεφέλη λευκή,
καὶ
ἤκουσα
μεγάλης φωνῆς
ἐκ τοῦ ναοῦ
λεγούσης τοῖς
ἑπτὰ ἀγγέλοις,
μετὰ
ταῦτα εἶδον
ἄλλον ἄγγελον
καταβαίνοντα
ἐκ τοῦ οὐρανοῦ,
καὶ
κλαύσουσιν
καὶ κόψονται
ἐπ' αὐτὴν οἱ
βασιλεῖς τῆς
γῆς
καὶ ἦρεν εἷς
ἄγγελος ἰσχυρὸς
λίθον ὡς
μύλινον μέγαν
καὶ
εἶδον τὸν
οὐρανὸν
ἠνεῳγμένον,
ἐγένετο
σιγὴ ἐν τῷ
οὐρανῷ ὡς
ἡμιώριον.
καὶ
ἐγέμισεν
αὐτὸν ἐκ τοῦ
πυρὸς τοῦ
θυσιαστηρίου
καὶ ἔβαλεν εἰς
τὴν γῆν:
καὶ
ἐγένοντο
βρονταὶ καὶ
φωναὶ καὶ
ἀστραπαὶ καὶ
σεισμός.
καὶ
οἱ ἑπτὰ
ἄγγελοι οἱ
ἔχοντες τὰς
ἑπτὰ σάλπιγγας
ἡτοίμασαν
αὐτοὺς ἵνα
σαλπίσωσιν.
καὶ
ὁ πρῶτος
ἐσάλπισεν:
καὶ
ἐγένετο χάλαζα
καὶ πῦρ
μεμιγμένα ἐν
αἵματι,
καὶ
ἐβλήθη εἰς τὴν
γῆν:
καὶ
τὸ τρίτον τῆς
γῆς κατεκάη,
καὶ
τὸ τρίτον τῶν
δένδρων
κατεκάη,
καὶ
πᾶς χόρτος
χλωρὸς
κατεκάη.
καὶ
ὁ δεύτερος
ἄγγελος
ἐσάλπισεν:
καὶ
ὡς ὄρος μέγα
πυρὶ
καιόμενον
ἐβλήθη εἰς τὴν
θάλασσαν:
καὶ
ἐγένετο τὸ
τρίτον τῆς
θαλάσσης αἷμα,
καὶ
ἀπέθανεν τὸ
τρίτον τῶν
κτισμάτων τῶν
ἐν τῇ θαλάσσῃ,
τὰ ἔχοντα
ψυχάς,
καὶ
τὸ τρίτον τῶν
πλοίων
διεφθάρησαν.
καὶ
ὁ τρίτος
ἄγγελος
ἐσάλπισεν:
καὶ
ἔπεσεν ἐκ τοῦ
οὐρανοῦ ἀστὴρ
μέγας
καιόμενος ὡς
λαμπάς,
καὶ
ἔπεσεν ἐπὶ τὸ
τρίτον τῶν ποταμῶν
καὶ ἐπὶ τὰς
πηγὰς τῶν
ὑδάτων.
καὶ
τὸ ὄνομα τοῦ
ἀστέρος
λέγεται ὁ
ἄψινθος.
καὶ
ἐγένετο τὸ
τρίτον τῶν
ὑδάτων εἰς
ἄψινθον,
καὶ
πολλοὶ τῶν ἀνθρώπων
ἀπέθανον ἐκ
τῶν ὑδάτων,
ὅτι
ἐπικράνθησαν.
καὶ
ὁ τέταρτος
ἄγγελος
ἐσάλπισεν:
καὶ
ἐπλήγη τὸ
τρίτον τοῦ
ἡλίου καὶ τὸ
τρίτον τῆς
σελήνης καὶ τὸ
τρίτον τῶν ἀστέρων,
ἵνα
σκοτισθῇ τὸ
τρίτον αὐτῶν
καὶ
ἡ ἡμέρα μὴ
φάνῃ τὸ τρίτον
αὐτῆς,
καὶ
ἡ νὺξ ὁμοίως.
καὶ
εἶδον, καὶ
ἤκουσα ἑνὸς
ἀετοῦ
πετομένου ἐν
μεσουρανήματι
λέγοντος φωνῇ
μεγάλῃ,
οὐαὶ
οὐαὶ οὐαὶ τοὺς
κατοικοῦντας
ἐπὶ τῆς γῆς
ἐκ
τῶν λοιπῶν
φωνῶν τῆς
σάλπιγγος τῶν
τριῶν ἀγγέλων
τῶν μελλόντων
σαλπίζειν.
Rev 9:1-12
καὶ
εἶδον ἀστέρα
ἐκ τοῦ οὐρανοῦ πεπτωκότα
εἰς τὴν γῆν,
καὶ
ἐδόθη αὐτῷ ἡ
κλεὶς τοῦ
φρέατος τῆς
ἀβύσσου
καὶ
ἤνοιξεν τὸ
φρέαρ τῆς
ἀβύσσου,
καὶ
ἀνέβη καπνὸς
ἐκ τοῦ φρέατος ὡς
καπνὸς
καμίνου
μεγάλης,
καὶ
ἐσκοτώθη ὁ
ἥλιος καὶ ὁ
ἀὴρ ἐκ τοῦ
καπνοῦ τοῦ φρέατος.
καὶ
ἐκ τοῦ καπνοῦ
ἐξῆλθον
ἀκρίδες εἰς
τὴν γῆν,
καὶ
ἐδόθη αὐταῖς
ἐξουσία ὡς
ἔχουσιν
ἐξουσίαν οἱ
σκορπίοι τῆς
γῆς.
καὶ
ἐρρέθη αὐταῖς
ἵνα μὴ
ἀδικήσουσιν
τὸν χόρτον τῆς
γῆς
οὐδὲ
πᾶν χλωρὸν
οὐδὲ πᾶν
δένδρον,
εἰ μὴ
τοὺς
ἀνθρώπους
οἵτινες οὐκ
ἔχουσι τὴν σφραγῖδα
τοῦ θεοῦ ἐπὶ
τῶν μετώπων.
καὶ
ἐδόθη αὐτοῖς
ἵνα μὴ ἀποκτείνωσιν
αὐτούς,
ἀλλ' ἵνα
βασανισθήσονται
μῆνας πέντε:
καὶ ὁ
βασανισμὸς αὐτῶν
ὡς βασανισμὸς
σκορπίου, ὅταν
παίσῃ ἄνθρωπον.
καὶ
ἐν ταῖς
ἡμέραις
ἐκείναις
ζητήσουσιν οἱ
ἄνθρωποι τὸν
θάνατον
καὶ οὐ
μὴ εὑρήσουσιν
αὐτόν,
καὶ
ἐπιθυμήσουσιν
ἀποθανεῖν
καὶ
φεύγει ὁ
θάνατος ἀπ' αὐτῶν.
καὶ
τὰ ὁμοιώματα
τῶν ἀκρίδων
ὅμοια ἵπποις ἡτοιμασμένοις
εἰς πόλεμον,
καὶ
ἐπὶ τὰς κεφαλὰς
αὐτῶν ὡς
στέφανοι
ὅμοιοι χρυσῷ,
καὶ
τὰ πρόσωπα
αὐτῶν ὡς
πρόσωπα
ἀνθρώπων,
καὶ εἶχον
τρίχας ὡς
τρίχας
γυναικῶν,
καὶ
οἱ ὀδόντες
αὐτῶν ὡς λεόντων
ἦσαν,
καὶ
εἶχον θώρακας
ὡς θώρακας
σιδηροῦς,
καὶ ἡ
φωνὴ τῶν
πτερύγων
αὐτῶν ὡς φωνὴ
ἁρμάτων ἵππων
πολλῶν
τρεχόντων εἰς
πόλεμον.
καὶ
ἔχουσιν οὐρὰς
ὁμοίας
σκορπίοις καὶ κέντρα,
καὶ
ἐν ταῖς οὐραῖς
αὐτῶν ἡ
ἐξουσία αὐτῶν
ἀδικῆσαι τοὺς
ἀνθρώπους
μῆνας πέντε.
ἔχουσιν
ἐπ' αὐτῶν
βασιλέα τὸν
ἄγγελον τῆς ἀβύσσου:
ὄνομα
αὐτῷ ἑβραϊστὶ
ἀβαδδὼν καὶ ἐν
τῇ ἑλληνικῇ
ὄνομα ἔχει
ἀπολλύων.׃
ἡ
οὐαὶ ἡ μία
ἀπῆλθεν:
ἰδοὺ
ἔρχεται ἔτι
δύο οὐαὶ μετὰ
ταῦτα.
Rev 9:13-21
καὶ
ἤκουσα φωνὴν
μίαν ἐκ τῶν τεσσάρων
κεράτων
τοῦ
θυσιαστηρίου
τοῦ χρυσοῦ τοῦ
ἐνώπιον τοῦ θεοῦ,
λέγοντα
τῷ ἕκτῳ
ἀγγέλῳ, ὁ ἔχων
τὴν σάλπιγγα,
λῦσον
τοὺς τέσσαρας
ἀγγέλους τοὺς
δεδεμένους ἐπὶ
τῷ ποταμῷ τῷ
μεγάλῳ
εὐφράτῃ.
αἱ
γὰρ οὐραὶ
αὐτῶν ὅμοιαι
ὄφεσιν,
ἔχουσαι
κεφαλάς, καὶ ἐν
αὐταῖς
ἀδικοῦσιν.
καὶ
οἱ λοιποὶ τῶν
ἀνθρώπων, οἳ
οὐκ
ἀπεκτάνθησαν ἐν
ταῖς πληγαῖς
ταύταις,
οὐδὲ
μετενόησαν ἐκ
τῶν ἔργων τῶν
χειρῶν αὐτῶν,
ἵνα
μὴ
προσκυνήσουσιν
τὰ δαιμόνια
καὶ
τὰ εἴδωλα τὰ
χρυσᾶ καὶ τὰ
ἀργυρᾶ καὶ τὰ
χαλκᾶ καὶ τὰ
λίθινα καὶ τὰ
ξύλινα,
ἃ
οὔτε βλέπειν
δύνανται οὔτε
ἀκούειν οὔτε
περιπατεῖν,
καὶ
οὐ μετενόησαν
ἐκ τῶν φόνων
αὐτῶν
οὔτε
ἐκ τῶν
φαρμάκων
αὐτῶν
οὔτε
ἐκ τῆς πορνείας
αὐτῶν
οὔτε
ἐκ τῶν
κλεμμάτων
αὐτῶν.
Rev 10:1-11
περιβεβλημένον
νεφέλην,
καὶ
ἡ ἶρις ἐπὶ τῆς
κεφαλῆς αὐτοῦ,
καὶ
τὸ πρόσωπον
αὐτοῦ ὡς ὁ
ἥλιος,
καὶ
οἱ πόδες αὐτοῦ
ὡς στῦλοι
πυρός,
καὶ
ἔχων ἐν τῇ χειρὶ
αὐτοῦ βιβλαρίδιον
ἠνεῳγμένον.
καὶ
ὅτε ἐλάλησαν
αἱ ἑπτὰ
βρονταί,
ἤμελλον γράφειν:
καὶ
ἤκουσα φωνὴν
ἐκ τοῦ οὐρανοῦ
λέγουσαν,
σφράγισον
ἃ ἐλάλησαν αἱ
ἑπτὰ βρονταί,
καὶ μὴ αὐτὰ
γράψῃς.
καὶ
ὁ ἄγγελος ὃν
εἶδον ἑστῶτα ἐπὶ
τῆς θαλάσσης
καὶ ἐπὶ τῆς
γῆς
ἦρεν
τὴν χεῖρα
αὐτοῦ τὴν
δεξιὰν εἰς τὸν
οὐρανὸν
ἀλλ'
ἐν ταῖς
ἡμέραις τῆς
φωνῆς τοῦ
ἑβδόμου ἀγγέλου, ὅταν
μέλλῃ
σαλπίζειν,
καὶ
ἐτελέσθη τὸ
μυστήριον τοῦ
θεοῦ,
ὡς
εὐηγγέλισεν
τοὺς ἑαυτοῦ
δούλους τοὺς
προφήτας.
καὶ
ἡ φωνὴ ἣν
ἤκουσα ἐκ τοῦ
οὐρανοῦ,
πάλιν
λαλοῦσαν μετ'
ἐμοῦ καὶ
λέγουσαν,
ὕπαγε
λάβε τὸ
βιβλίον τὸ ἠνεῳγμένον
ἐν τῇ χειρὶ τοῦ
ἀγγέλου
τοῦ
ἑστῶτος ἐπὶ
τῆς θαλάσσης
καὶ ἐπὶ τῆς
γῆς.
καὶ
λέγουσίν μοι,
δεῖ σε πάλιν
προφητεῦσαι
ἐπὶ
λαοῖς καὶ
ἔθνεσιν καὶ γλώσσαις
καὶ
βασιλεῦσιν
πολλοῖς.
Rev 11:1-19
ἔγειρε
καὶ μέτρησον
τὸν ναὸν τοῦ
θεοῦ καὶ τὸ θυσιαστήριον
καὶ
τοὺς
προσκυνοῦντας
ἐν αὐτῷ.
καὶ
τὴν αὐλὴν τὴν
ἔξωθεν τοῦ
ναοῦ ἔκβαλε
ἔξωθεν καὶ μὴ
αὐτὴν
μετρήσῃς,
ὅτι
ἐδόθη τοῖς
ἔθνεσιν,
καὶ
τὴν πόλιν τὴν
ἁγίαν
πατήσουσιν
μῆνας τεσσεράκοντα
καὶ δύο.
καὶ
δώσω τοῖς
δυσὶν
μάρτυσίν μου,
καὶ
προφητεύσουσιν
ἡμέρας χιλίας
διακοσίας
ἑξήκοντα
περιβεβλημένοι
σάκκους.
οὗτοί
εἰσιν αἱ δύο
ἐλαῖαι καὶ αἱ
δύο λυχνίαι αἱ ἐνώπιον
τοῦ κυρίου τῆς
γῆς ἑστῶτες.
καὶ
εἴ τις αὐτοὺς
θέλει
ἀδικῆσαι,
πῦρ
ἐκπορεύεται
ἐκ τοῦ
στόματος
αὐτῶν καὶ κατεσθίει
τοὺς ἐχθροὺς
αὐτῶν:
καὶ
εἴ τις θελήσῃ
αὐτοὺς
ἀδικῆσαι,
οὕτως
δεῖ αὐτὸν
ἀποκτανθῆναι.
οὗτοι
ἔχουσιν τὴν
ἐξουσίαν
κλεῖσαι τὸν
οὐρανόν,
ἵνα
μὴ ὑετὸς βρέχῃ
τὰς ἡμέρας τῆς
προφητείας
αὐτῶν,
καὶ
ἐξουσίαν
ἔχουσιν ἐπὶ
τῶν ὑδάτων
στρέφειν αὐτὰ
εἰς αἷμα
καὶ
πατάξαι τὴν
γῆν ἐν πάσῃ
πληγῇ ὁσάκις
ἐὰν θελήσωσιν.
καὶ
ὅταν
τελέσωσιν τὴν
μαρτυρίαν
αὐτῶν,
τὸ
θηρίον τὸ
ἀναβαῖνον ἐκ
τῆς ἀβύσσου
ποιήσει μετ'
αὐτῶν πόλεμον
καὶ
νικήσει
αὐτοὺς καὶ
ἀποκτενεῖ
αὐτούς.
καὶ
τὸ πτῶμα αὐτῶν
ἐπὶ τῆς
πλατείας τῆς
πόλεως τῆς
μεγάλης,
ἥτις
καλεῖται
πνευματικῶς Σόδομα
καὶ Αἴγυπτος,
ὅπου
καὶ ὁ κύριος
αὐτῶν
ἐσταυρώθη.
καὶ
βλέπουσιν ἐκ
τῶν λαῶν καὶ
φυλῶν καὶ
γλωσσῶν καὶ
ἐθνῶν
τὸ
πτῶμα αὐτῶν
ἡμέρας τρεῖς
καὶ ἥμισυ,
καὶ
τὰ πτώματα
αὐτῶν οὐκ
ἀφίουσιν
τεθῆναι εἰς μνῆμα.
καὶ
οἱ
κατοικοῦντες
ἐπὶ τῆς γῆς
χαίρουσιν ἐπ'
αὐτοῖς καὶ
εὐφραίνονται,
καὶ
δῶρα
πέμψουσιν
ἀλλήλοις,
ὅτι
οὗτοι οἱ δύο
προφῆται
ἐβασάνισαν
τοὺς κατοικοῦντας
ἐπὶ τῆς γῆς.
καὶ
μετὰ τὰς τρεῖς
ἡμέρας καὶ
ἥμισυ πνεῦμα
ζωῆς ἐκ τοῦ
θεοῦ εἰσῆλθεν
ἐν αὐτοῖς,
καὶ
ἔστησαν ἐπὶ
τοὺς πόδας
αὐτῶν,
καὶ
φόβος μέγας
ἐπέπεσεν ἐπὶ
τοὺς θεωροῦντας
αὐτούς.
καὶ
ἤκουσαν φωνῆς
μεγάλης ἐκ τοῦ
οὐρανοῦ λεγούσης
αὐτοῖς,
ἀνάβατε ὧδε:
καὶ
ἀνέβησαν εἰς
τὸν οὐρανὸν ἐν
τῇ νεφέλῃ,
καὶ
ἐθεώρησαν
αὐτοὺς οἱ
ἐχθροὶ αὐτῶν.
καὶ
ἐν ἐκείνῃ τῇ
ὥρᾳ ἐγένετο
σεισμὸς μέγας,
καὶ
τὸ δέκατον τῆς
πόλεως ἔπεσεν,
καὶ
ἀπεκτάνθησαν
ἐν τῷ σεισμῷ
ὀνόματα
ἀνθρώπων
χιλιάδες ἑπτά,
καὶ
οἱ λοιποὶ
ἔμφοβοι
ἐγένοντο καὶ
ἔδωκαν δόξαν
τῷ θεῷ τοῦ
οὐρανοῦ.
ἡ
οὐαὶ ἡ δευτέρα
ἀπῆλθεν:
ἰδοὺ
ἡ οὐαὶ ἡ τρίτη
ἔρχεται ταχύ.
καὶ
ὁ ἕβδομος
ἄγγελος
ἐσάλπισεν:
καὶ
ἐγένοντο
φωναὶ μεγάλαι
ἐν τῷ οὐρανῷ λέγοντες,
ἐγένετο
ἡ βασιλεία τοῦ
κόσμου τοῦ
κυρίου ἡμῶν καὶ
τοῦ Χριστοῦ
αὐτοῦ,
καὶ
βασιλεύσει
εἰς τοὺς
αἰῶνας τῶν
αἰώνων.
καὶ
οἱ εἴκοσι
τέσσαρες
πρεσβύτεροι
οἱ
ἐνώπιον τοῦ
θεοῦ καθήμενοι
ἐπὶ τοὺς
θρόνους αὐτῶν
ἔπεσαν
ἐπὶ τὰ πρόσωπα
αὐτῶν καὶ
προσεκύνησαν τῷ
θεῷ λέγοντες,
εὐχαριστοῦμέν
σοι, κύριε ὁ
θεὸς ὁ
παντοκράτωρ, ὁ ὢν
καὶ ὁ ἦν,
ὅτι
εἴληφας τὴν
δύναμίν σου
τὴν μεγάλην
καὶ ἐβασίλευσας:
καὶ
τὰ ἔθνη ὠργίσθησαν,
καὶ ἦλθεν ἡ
ὀργή σου
καὶ ὁ
καιρὸς τῶν
νεκρῶν
κριθῆναι καὶ
δοῦναι τὸν
μισθὸν τοῖς
δούλοις σου
τοῖς
προφήταις καὶ
τοῖς ἁγίοις
καὶ τοῖς
φοβουμένοις
τὸ ὄνομά σου,
τοὺς
μικροὺς καὶ
τοὺς μεγάλους,
καὶ
διαφθεῖραι
τοὺς
διαφθείροντας
τὴν γῆν.
καὶ
ἠνοίγη ὁ ναὸς
τοῦ θεοῦ ὁ ἐν
τῷ οὐρανῷ,
καὶ
ὤφθη ἡ κιβωτὸς
τῆς διαθήκης
αὐτοῦ ἐν τῷ
ναῷ αὐτοῦ:
καὶ
ἐγένοντο ἀστραπαὶ
καὶ φωναὶ καὶ
βρονταὶ καὶ
σεισμὸς καὶ
χάλαζα μεγάλη.
Rev 12:1-17
γυνὴ
περιβεβλημένη
τὸν ἥλιον,
καὶ
ἡ σελήνη
ὑποκάτω τῶν
ποδῶν αὐτῆς,
καὶ
ἐπὶ τῆς
κεφαλῆς αὐτῆς
στέφανος ἀστέρων
δώδεκα,
καὶ
ἐν γαστρὶ
ἔχουσα, καὶ
κράζει
ὠδίνουσα καὶ
βασανιζομένη
τεκεῖν.
καὶ
ὤφθη ἄλλο
σημεῖον ἐν τῷ
οὐρανῷ,
καὶ
ἰδοὺ δράκων
μέγας πυρρός,
ἔχων
κεφαλὰς ἑπτὰ
καὶ κέρατα
δέκα
καὶ
ἐπὶ τὰς
κεφαλὰς αὐτοῦ
ἑπτὰ
διαδήματα,
καὶ
ἡ οὐρὰ αὐτοῦ
σύρει τὸ τρίτον
τῶν ἀστέρων
τοῦ οὐρανοῦ
καὶ ἔβαλεν
αὐτοὺς εἰς τὴν
γῆν.
καὶ
ὁ δράκων
ἕστηκεν
ἐνώπιον τῆς
γυναικὸς τῆς μελλούσης
τεκεῖν,
ἵνα
ὅταν τέκῃ τὸ
τέκνον αὐτῆς
καταφάγῃ.
καὶ
ἔτεκεν υἱόν,
ἄρσεν, ὃς
μέλλει
ποιμαίνειν
πάντα τὰ ἔθνη
ἐν ῥάβδῳ σιδηρᾷ:
καὶ
ἡρπάσθη τὸ
τέκνον αὐτῆς
πρὸς τὸν θεὸν
καὶ πρὸς τὸν
θρόνον αὐτοῦ.
καὶ
ἡ γυνὴ ἔφυγεν
εἰς τὴν ἔρημον,
ὅπου
ἔχει ἐκεῖ
τόπον
ἡτοιμασμένον
ἀπὸ τοῦ θεοῦ,
ἵνα
ἐκεῖ τρέφωσιν
αὐτὴν ἡμέρας
χιλίας
διακοσίας
ἑξήκοντα.
καὶ
ἐγένετο
πόλεμος ἐν τῷ
οὐρανῷ,
ὁ
Μιχαὴλ
καὶ οἱ ἄγγελοι
αὐτοῦ τοῦ
πολεμῆσαι
μετὰ τοῦ
δράκοντος.
καὶ
ὁ δράκων
ἐπολέμησεν
καὶ οἱ ἄγγελοι
αὐτοῦ,
καὶ
οὐκ ἴσχυσεν,
οὐδὲ τόπος
εὑρέθη αὐτῶν
ἔτι ἐν τῷ
οὐρανῷ.
καὶ
ἐβλήθη ὁ δράκων
ὁ μέγας, ὁ ὄφις
ὁ ἀρχαῖος,
ὁ
καλούμενος
διάβολος καὶ ὁ
σατανᾶς, ὁ
πλανῶν τὴν
οἰκουμένην
ὅλην—
ἐβλήθη
εἰς τὴν γῆν,
καὶ οἱ ἄγγελοι
αὐτοῦ μετ' αὐτοῦ
ἐβλήθησαν.
καὶ
ἤκουσα φωνὴν
μεγάλην ἐν τῷ
οὐρανῷ
λέγουσαν,
ἄρτι
ἐγένετο ἡ
σωτηρία καὶ ἡ
δύναμις καὶ ἡ
βασιλεία τοῦ
θεοῦ ἡμῶν
καὶ
ἡ ἐξουσία τοῦ Χριστοῦ
αὐτοῦ,
ὅτι
ἐβλήθη ὁ
κατήγωρ τῶν
ἀδελφῶν ἡμῶν,
ὁ
κατηγορῶν
αὐτοὺς
ἐνώπιον τοῦ
θεοῦ ἡμῶν
ἡμέρας καὶ
νυκτός.
καὶ
αὐτοὶ
ἐνίκησαν
αὐτὸν διὰ τὸ
αἷμα τοῦ ἀρνίου
καὶ
διὰ τὸν λόγον
τῆς μαρτυρίας
αὐτῶν,
καὶ
οὐκ ἠγάπησαν
τὴν ψυχὴν
αὐτῶν ἄχρι
θανάτου.
διὰ
τοῦτο
εὐφραίνεσθε,
οἱ οὐρανοὶ
καὶ
οἱ ἐν αὐτοῖς
σκηνοῦντες:
οὐαὶ
τὴν γῆν καὶ τὴν
θάλασσαν,
ὅτι
κατέβη ὁ
διάβολος πρὸς
ὑμᾶς ἔχων
θυμὸν μέγαν,
εἰδὼς
ὅτι ὀλίγον
καιρὸν ἔχει.
καὶ
ὅτε εἶδεν ὁ
δράκων ὅτι
ἐβλήθη εἰς τὴν
γῆν,
ἐδίωξεν
τὴν γυναῖκα
ἥτις ἔτεκεν
τὸν ἄρσενα.
καὶ
ἐδόθησαν τῇ
γυναικὶ αἱ δύο
πτέρυγες τοῦ
ἀετοῦ τοῦ
μεγάλου,
ἵνα
πέτηται εἰς
τὴν ἔρημον εἰς
τὸν τόπον
αὐτῆς,
ὅπου
τρέφεται ἐκεῖ
καιρὸν καὶ
καιροὺς καὶ
ἥμισυ καιροῦ
ἀπὸ προσώπου
τοῦ ὄφεως.
καὶ
ἔβαλεν ὁ ὄφις
ἐκ τοῦ
στόματος
αὐτοῦ ὀπίσω τῆς
γυναικὸς ὕδωρ
ὡς ποταμόν,
ἵνα
αὐτὴν
ποταμοφόρητον
ποιήσῃ.
καὶ
ἐβοήθησεν ἡ γῆ
τῇ γυναικί,
καὶ
ἤνοιξεν ἡ γῆ τὸ
στόμα αὐτῆς
καὶ
κατέπιεν τὸν
ποταμὸν ὃν
ἔβαλεν ὁ
δράκων ἐκ τοῦ
στόματος
αὐτοῦ.
καὶ
ὠργίσθη ὁ
δράκων ἐπὶ τῇ
γυναικί,
καὶ
ἀπῆλθεν
ποιῆσαι
πόλεμον μετὰ τῶν
λοιπῶν τοῦ
σπέρματος
αὐτῆς,
τῶν
τηρούντων τὰς
ἐντολὰς τοῦ
θεοῦ καὶ
ἐχόντων τὴν
μαρτυρίαν Ἰησοῦ.
Rev 13:1-18
καὶ
εἶδον ἐκ τῆς
θαλάσσης
θηρίον
ἀναβαῖνον,
ἔχον
κέρατα δέκα
καὶ κεφαλὰς
ἑπτά,
καὶ
ἐπὶ τῶν
κεράτων αὐτοῦ
δέκα
διαδήματα,
καὶ
ἐπὶ τὰς κεφαλὰς
αὐτοῦ ὀνόματα
βλασφημίας.
καὶ
τὸ θηρίον ὃ
εἶδον ἦν
ὅμοιον
παρδάλει,
καὶ
οἱ πόδες αὐτοῦ
ὡς ἄρκου,
καὶ
τὸ στόμα αὐτοῦ
ὡς στόμα
λέοντος.
καὶ
ἔδωκεν αὐτῷ ὁ
δράκων τὴν
δύναμιν αὐτοῦ
καὶ
τὸν θρόνον
αὐτοῦ καὶ
ἐξουσίαν
μεγάλην.
καὶ
μίαν ἐκ τῶν
κεφαλῶν αὐτοῦ
ὡς ἐσφαγμένην
εἰς θάνατον,
καὶ
ἡ πληγὴ τοῦ
θανάτου αὐτοῦ
ἐθεραπεύθη.
καὶ
ἐθαυμάσθη ὅλη
ἡ γῆ ὀπίσω τοῦ
θηρίου,
καὶ
προσεκύνησαν
τῷ δράκοντι
ὅτι ἔδωκεν τὴν
ἐξουσίαν τῷ
θηρίῳ,
καὶ
προσεκύνησαν
τῷ θηρίῳ
λέγοντες,
τίς
ὅμοιος τῷ
θηρίῳ, καὶ τίς
δύναται πολεμῆσαι
μετ' αὐτοῦ;
καὶ
ἐδόθη αὐτῷ
στόμα λαλοῦν
μεγάλα καὶ
βλασφημίας,
καὶ
ἐδόθη αὐτῷ
ἐξουσία
ποιῆσαι μῆνας
τεσσεράκοντα καὶ
δύο.
καὶ
ἤνοιξεν τὸ
στόμα αὐτοῦ
εἰς
βλασφημίας
πρὸς τὸν θεόν,
βλασφημῆσαι
τὸ ὄνομα αὐτοῦ
καὶ τὴν σκηνὴν
αὐτοῦ,
τοὺς
ἐν τῷ οὐρανῷ
σκηνοῦντας.
καὶ
ἐδόθη αὐτῷ
ποιῆσαι
πόλεμον μετὰ
τῶν ἁγίων καὶ
νικῆσαι
αὐτούς,
καὶ
ἐδόθη αὐτῷ
ἐξουσία ἐπὶ
πᾶσαν φυλὴν
καὶ λαὸν καὶ
γλῶσσαν καὶ
ἔθνος.
καὶ
προσκυνήσουσιν
αὐτὸν πάντες
οἱ κατοικοῦντες
ἐπὶ τῆς γῆς,
οὗ
οὐ γέγραπται
τὸ ὄνομα αὐτοῦ
ἐν τῷ βιβλίῳ
τῆς ζωῆς
τοῦ
ἀρνίου τοῦ
ἐσφαγμένου
ἀπὸ καταβολῆς
κόσμου.
εἴ
τις ἔχει οὖς
ἀκουσάτω.
εἴ
τις εἰς
αἰχμαλωσίαν,
εἰς
αἰχμαλωσίαν
ὑπάγει:
εἴ
τις ἐν μαχαίρῃ
ἀποκτανθῆναι,
αὐτὸν ἐν
μαχαίρῃ
ἀποκτανθῆναι.
ὧδέ
ἐστιν ἡ
ὑπομονὴ καὶ ἡ
πίστις τῶν
ἁγίων.
καὶ
εἶδον ἄλλο
θηρίον
ἀναβαῖνον ἐκ
τῆς γῆς,
καὶ
εἶχεν κέρατα
δύο ὅμοια
ἀρνίῳ,
καὶ
ἐλάλει ὡς
δράκων.
καὶ
τὴν ἐξουσίαν
τοῦ πρώτου
θηρίου πᾶσαν
ποιεῖ ἐνώπιον
αὐτοῦ.
καὶ
ποιεῖ τὴν γῆν
καὶ τοὺς ἐν
αὐτῇ
κατοικοῦντας
ἵνα
προσκυνήσουσιν
τὸ θηρίον τὸ
πρῶτον,
οὗ
ἐθεραπεύθη ἡ
πληγὴ τοῦ
θανάτου αὐτοῦ.
καὶ
ποιεῖ σημεῖα
μεγάλα,
ἵνα
καὶ πῦρ ποιῇ ἐκ
τοῦ οὐρανοῦ
καταβαίνειν
εἰς τὴν γῆν
ἐνώπιον
τῶν ἀνθρώπων.
καὶ
πλανᾷ τοὺς
κατοικοῦντας
ἐπὶ τῆς γῆς
διὰ
τὰ σημεῖα ἃ
ἐδόθη αὐτῷ
ποιῆσαι
ἐνώπιον τοῦ θηρίου,
λέγων
τοῖς κατοικοῦσιν
ἐπὶ τῆς γῆς
ποιῆσαι
εἰκόνα τῷ
θηρίῳ
ὃς
ἔχει τὴν
πληγὴν τῆς
μαχαίρης καὶ
ἔζησεν.
καὶ
ἐδόθη αὐτῷ
δοῦναι πνεῦμα
τῇ εἰκόνι τοῦ
θηρίου,
ἵνα
καὶ λαλήσῃ ἡ
εἰκὼν τοῦ
θηρίου καὶ
ποιήσῃ ἵνα
ὅσοι
ἐὰν μὴ
προσκυνήσωσιν
τῇ εἰκόνι τοῦ
θηρίου ἀποκτανθῶσιν.
καὶ
ποιεῖ πάντας,
τοὺς μικροὺς
καὶ τοὺς
μεγάλους,
καὶ
τοὺς
πλουσίους καὶ
τοὺς πτωχούς,
καὶ
τοὺς
ἐλευθέρους
καὶ τοὺς
δούλους,
ἵνα
δῶσιν αὐτοῖς
χάραγμα ἐπὶ
τῆς χειρὸς
αὐτῶν τῆς
δεξιᾶς
ἢ
ἐπὶ τὸ μέτωπον
αὐτῶν,
καὶ
ἵνα μή τις
δύνηται
ἀγοράσαι ἢ
πωλῆσαι εἰ μὴ ὁ
ἔχων τὸ
χάραγμα,
τὸ
ὄνομα τοῦ
θηρίου ἢ τὸν
ἀριθμὸν τοῦ
ὀνόματος αὐτοῦ.
ὧδε
ἡ σοφία ἐστίν:
ὁ
ἔχων νοῦν
ψηφισάτω τὸν
ἀριθμὸν τοῦ
θηρίου,
ἀριθμὸς
γὰρ ἀνθρώπου
ἐστίν:
καὶ
ὁ ἀριθμὸς
αὐτοῦ ἑξακόσιοι
ἑξήκοντα ἕξ.
Rev 14:1-13
καὶ
μετ' αὐτοῦ
ἑκατὸν
τεσσεράκοντα
τέσσαρες χιλιάδες
ἔχουσαι
τὸ ὄνομα αὐτοῦ
καὶ τὸ ὄνομα
τοῦ πατρὸς
αὐτοῦ
γεγραμμένον
ἐπὶ τῶν
μετώπων αὐτῶν.
καὶ
ἤκουσα φωνὴν
ἐκ τοῦ οὐρανοῦ
ὡς
φωνὴν ὑδάτων
πολλῶν καὶ ὡς
φωνὴν βροντῆς
μεγάλης,
καὶ
ἡ φωνὴ ἣν
ἤκουσα ὡς
κιθαρῳδῶν
κιθαριζόντων
ἐν ταῖς κιθάραις
αὐτῶν.
καὶ
ᾄδουσιν ὡς ᾠδὴν
καινὴν
ἐνώπιον τοῦ
θρόνου
καὶ
ἐνώπιον τῶν
τεσσάρων ζῴων
καὶ τῶν
πρεσβυτέρων:
καὶ
οὐδεὶς
ἐδύνατο
μαθεῖν τὴν
ᾠδὴν
εἰ
μὴ αἱ ἑκατὸν τεσσεράκοντα
τέσσαρες
χιλιάδες,
οἱ
ἠγορασμένοι ἀπὸ
τῆς γῆς.
οὗτοί
εἰσιν οἳ μετὰ
γυναικῶν οὐκ ἐμολύνθησαν,
παρθένοι
γάρ εἰσιν.
οὗτοι
οἱ ἀκολουθοῦντες
τῷ ἀρνίῳ ὅπου
ἂν ὑπάγῃ.
οὗτοι
ἠγοράσθησαν
ἀπὸ τῶν
ἀνθρώπων
ἀπαρχὴ τῷ θεῷ
καὶ τῷ ἀρνίῳ,
καὶ
ἐν τῷ στόματι
αὐτῶν οὐχ
εὑρέθη ψεῦδος:
ἄμωμοί
εἰσιν.
καὶ
εἶδον ἄλλον
ἄγγελον
πετόμενον ἐν
μεσουρανήματι,
ἔχοντα
εὐαγγέλιον
αἰώνιον
εὐαγγελίσαι
ἐπὶ τοὺς
καθημένους
ἐπὶ τῆς γῆς
καὶ
ἐπὶ πᾶν ἔθνος
καὶ φυλὴν καὶ
γλῶσσαν καὶ
λαόν,
λέγων
ἐν φωνῇ μεγάλῃ,
φοβήθητε
τὸν θεὸν καὶ
δότε αὐτῷ
δόξαν,
ὅτι
ἦλθεν ἡ ὥρα τῆς
κρίσεως αὐτοῦ,
καὶ
προσκυνήσατε
τῷ ποιήσαντι
τὸν οὐρανὸν
καὶ τὴν γῆν
καὶ
θάλασσαν καὶ
πηγὰς ὑδάτων.
καὶ
ἄλλος ἄγγελος
δεύτερος
ἠκολούθησεν
λέγων,
ἔπεσεν,
ἔπεσεν Βαβυλὼν
ἡ μεγάλη,
ἣ
ἐκ τοῦ οἴνου
τοῦ θυμοῦ τῆς
πορνείας
αὐτῆς πεπότικεν
πάντα τὰ ἔθνη.
καὶ
ἄλλος ἄγγελος
τρίτος
ἠκολούθησεν
αὐτοῖς λέγων
ἐν φωνῇ μεγάλῃ,
εἴ
τις προσκυνεῖ
τὸ θηρίον καὶ
τὴν εἰκόνα
αὐτοῦ,
καὶ
λαμβάνει
χάραγμα ἐπὶ
τοῦ μετώπου
αὐτοῦ ἢ ἐπὶ
τὴν χεῖρα
αὐτοῦ,
καὶ
αὐτὸς πίεται
ἐκ τοῦ οἴνου
τοῦ θυμοῦ τοῦ
θεοῦ
τοῦ
κεκερασμένου
ἀκράτου ἐν τῷ
ποτηρίῳ τῆς
ὀργῆς αὐτοῦ,
καὶ
βασανισθήσεται
ἐν πυρὶ καὶ
θείῳ
ἐνώπιον
ἀγγέλων ἁγίων
καὶ ἐνώπιον
τοῦ ἀρνίου.
καὶ
ὁ καπνὸς τοῦ
βασανισμοῦ
αὐτῶν εἰς
αἰῶνας αἰώνων
ἀναβαίνει,
καὶ
οὐκ ἔχουσιν
ἀνάπαυσιν
ἡμέρας καὶ νυκτός,
οἱ
προσκυνοῦντες
τὸ θηρίον καὶ
τὴν εἰκόνα
αὐτοῦ,
καὶ
εἴ τις
λαμβάνει τὸ
χάραγμα τοῦ
ὀνόματος
αὐτοῦ.
ὧδε
ἡ ὑπομονὴ τῶν
ἁγίων ἐστίν,
οἱ
τηροῦντες τὰς
ἐντολὰς τοῦ
θεοῦ καὶ τὴν
πίστιν Ἰησοῦ.
καὶ
ἤκουσα φωνῆς ἐκ
τοῦ οὐρανοῦ
λεγούσης,
γράψον:
μακάριοι
οἱ νεκροὶ οἱ ἐν
κυρίῳ ἀποθνῄσκοντες
ἀπ' ἄρτι.
ναί,
λέγει τὸ
πνεῦμα, ἵνα ἀναπαήσονται
ἐκ τῶν κόπων
αὐτῶν:
τὰ
γὰρ ἔργα αὐτῶν
ἀκολουθεῖ μετ'
αὐτῶν.
Rev 14:14 - 15:8
καὶ
ἐπὶ τὴν
νεφέλην
καθήμενον
ὅμοιον υἱὸν
ἀνθρώπου,
ἔχων
ἐπὶ τῆς
κεφαλῆς αὐτοῦ
στέφανον
χρυσοῦν
καὶ
ἐν τῇ χειρὶ
αὐτοῦ
δρέπανον ὀξύ.
καὶ
ἄλλος ἄγγελος
ἐξῆλθεν ἐκ τοῦ
ναοῦ,
κράζων
ἐν φωνῇ μεγάλῃ
τῷ καθημένῳ
ἐπὶ τῆς
νεφέλης,
πέμψον
τὸ δρέπανόν
σου καὶ
θέρισον,
ὅτι
ἦλθεν ἡ ὥρα
θερίσαι, ὅτι
ἐξηράνθη ὁ
θερισμὸς τῆς
γῆς.
καὶ
ἔβαλεν ὁ
καθήμενος ἐπὶ
τῆς νεφέλης τὸ
δρέπανον
αὐτοῦ ἐπὶ τὴν
γῆν,
καὶ
ἐθερίσθη ἡ γῆ.
καὶ
ἄλλος ἄγγελος
ἐξῆλθεν ἐκ τοῦ
ναοῦ τοῦ ἐν τῷ οὐρανῷ,
ἔχων
καὶ αὐτὸς
δρέπανον ὀξύ.
καὶ
ἄλλος ἄγγελος ἐξῆλθεν
ἐκ τοῦ
θυσιαστηρίου,
ὁ
ἔχων ἐξουσίαν
ἐπὶ τοῦ πυρός,
καὶ
ἐφώνησεν φωνῇ
μεγάλῃ τῷ
ἔχοντι τὸ
δρέπανον τὸ
ὀξὺ λέγων,
πέμψον
σου τὸ
δρέπανον τὸ
ὀξὺ καὶ
τρύγησον τοὺς
βότρυας τῆς
ἀμπέλου τῆς
γῆς,
ὅτι
ἤκμασαν αἱ
σταφυλαὶ
αὐτῆς.
καὶ
ἔβαλεν ὁ
ἄγγελος τὸ
δρέπανον
αὐτοῦ εἰς τὴν γῆν,
καὶ
ἐτρύγησεν τὴν
ἄμπελον τῆς
γῆς
καὶ
ἔβαλεν εἰς τὴν
ληνὸν τοῦ
θυμοῦ τοῦ θεοῦ
τὸν μέγαν.
καὶ
ἐπατήθη ἡ
ληνὸς ἔξωθεν
τῆς πόλεως,
καὶ
ἐξῆλθεν αἷμα
ἐκ τῆς ληνοῦ
ἄχρι
τῶν χαλινῶν
τῶν ἵππων ἀπὸ
σταδίων
χιλίων ἑξακοσίων.
καὶ
εἶδον ἄλλο
σημεῖον ἐν τῷ
οὐρανῷ μέγα
καὶ θαυμαστόν,
ἀγγέλους
ἑπτὰ ἔχοντας
πληγὰς ἑπτὰ
τὰς ἐσχάτας,
ὅτι
ἐν αὐταῖς
ἐτελέσθη ὁ
θυμὸς τοῦ θεοῦ.
καὶ
εἶδον ὡς θάλασσαν
ὑαλίνην
μεμιγμένην
πυρί,
καὶ
τοὺς νικῶντας
ἐκ τοῦ θηρίου
καὶ ἐκ τῆς
εἰκόνος αὐτοῦ
καὶ
ἐκ τοῦ ἀριθμοῦ
τοῦ ὀνόματος
αὐτοῦ
ἑστῶτας
ἐπὶ τὴν
θάλασσαν τὴν
ὑαλίνην,
ἔχοντας
κιθάρας τοῦ
θεοῦ.
καὶ
ᾄδουσιν τὴν
ᾠδὴν Μωϋσέως
τοῦ δούλου τοῦ
θεοῦ
καὶ
τὴν ᾠδὴν τοῦ
ἀρνίου
λέγοντες,
μεγάλα
καὶ θαυμαστὰ
τὰ ἔργα σου,
κύριε
ὁ θεὸς ὁ
παντοκράτωρ:
δίκαιαι
καὶ ἀληθιναὶ
αἱ ὁδοί σου, ὁ
βασιλεὺς τῶν ἐθνῶν.
τίς
οὐ μὴ φοβηθῇ,
κύριε, καὶ δοξάσει
τὸ ὄνομά σου;
ὅτι
μόνος ὅσιος,
ὅτι
πάντα τὰ ἔθνη
ἥξουσιν καὶ
προσκυνήσουσιν
ἐνώπιόν σου,
ὅτι
τὰ δικαιώματά
σου
ἐφανερώθησαν.
καὶ
μετὰ ταῦτα
εἶδον, καὶ
ἠνοίγη ὁ ναὸς
τῆς σκηνῆς τοῦ
μαρτυρίου ἐν
τῷ οὐρανῷ,
καὶ
ἐξῆλθον οἱ
ἑπτὰ ἄγγελοι οἱ
ἔχοντες τὰς
ἑπτὰ πληγὰς ἐκ
τοῦ ναοῦ,
ἐνδεδυμένοι
λίνον καθαρὸν
λαμπρὸν
καὶ
περιεζωσμένοι
περὶ τὰ στήθη
ζώνας χρυσᾶς.
καὶ
ἓν ἐκ τῶν
τεσσάρων ζῴων
ἔδωκεν τοῖς
ἑπτὰ ἀγγέλοις
ἑπτὰ
φιάλας χρυσᾶς
γεμούσας τοῦ
θυμοῦ τοῦ θεοῦ τοῦ
ζῶντος εἰς
τοὺς αἰῶνας
τῶν αἰώνων.
καὶ
ἐγεμίσθη ὁ
ναὸς καπνοῦ ἐκ
τῆς δόξης τοῦ θεοῦ
καὶ ἐκ τῆς
δυνάμεως
αὐτοῦ,
καὶ
οὐδεὶς
ἐδύνατο
εἰσελθεῖν εἰς
τὸν ναὸν
ἄχρι τελεσθῶσιν
αἱ ἑπτὰ πληγαὶ
τῶν ἑπτὰ
ἀγγέλων.
Rev 16:1-21
ὑπάγετε
καὶ ἐκχέετε
τὰς ἑπτὰ
φιάλας τοῦ
θυμοῦ τοῦ θεοῦ
εἰς τὴν γῆν.
καὶ
ἀπῆλθεν ὁ
πρῶτος καὶ
ἐξέχεεν τὴν
φιάλην αὐτοῦ
εἰς τὴν γῆν:
καὶ
ἐγένετο ἕλκος
κακὸν καὶ
πονηρὸν
ἐπὶ
τοὺς
ἀνθρώπους
τοὺς ἔχοντας
τὸ χάραγμα τοῦ θηρίου
καὶ
τοὺς
προσκυνοῦντας
τῇ εἰκόνι
αὐτοῦ.
καὶ
ὁ δεύτερος
ἐξέχεεν τὴν
φιάλην αὐτοῦ
εἰς τὴν θάλασσαν:
καὶ
ἐγένετο αἷμα
ὡς νεκροῦ,
καὶ
πᾶσα ψυχὴ ζωῆς
ἀπέθανεν, τὰ ἐν
τῇ θαλάσσῃ.
καὶ
ὁ τρίτος
ἐξέχεεν τὴν
φιάλην αὐτοῦ
εἰς τοὺς ποταμοὺς
καὶ τὰς πηγὰς
τῶν ὑδάτων:
καὶ
ἐγένετο αἷμα.
καὶ
ἤκουσα τοῦ
ἀγγέλου τῶν
ὑδάτων
λέγοντος,
δίκαιος
εἶ, ὁ ὢν καὶ ὁ ἦν,
ὁ ὅσιος, ὅτι
ταῦτα ἔκρινας,
ὅτι
αἷμα ἁγίων καὶ
προφητῶν
ἐξέχεαν,
καὶ
αἷμα αὐτοῖς
δέδωκας πιεῖν:
ἄξιοί εἰσιν.
καὶ
ἤκουσα τοῦ
θυσιαστηρίου
λέγοντος,
ναί,
κύριε ὁ θεὸς ὁ
παντοκράτωρ,
ἀληθιναὶ
καὶ δίκαιαι αἱ
κρίσεις σου.
καὶ
ὁ τέταρτος
ἐξέχεεν τὴν
φιάλην αὐτοῦ
ἐπὶ τὸν ἥλιον:
καὶ
ἐδόθη αὐτῷ
καυματίσαι
τοὺς
ἀνθρώπους ἐν
πυρί.
καὶ
ἐκαυματίσθησαν
οἱ ἄνθρωποι
καῦμα μέγα,
καὶ
ἐβλασφήμησαν
τὸ ὄνομα τοῦ
θεοῦ
τοῦ
ἔχοντος τὴν ἐξουσίαν
ἐπὶ τὰς πληγὰς
ταύτας,
καὶ
οὐ μετενόησαν
δοῦναι αὐτῷ
δόξαν.
καὶ
ὁ πέμπτος
ἐξέχεεν τὴν
φιάλην αὐτοῦ
ἐπὶ τὸν θρόνον
τοῦ θηρίου:
καὶ
ἐγένετο ἡ
βασιλεία
αὐτοῦ
ἐσκοτωμένη,
καὶ
ἐμασῶντο τὰς
γλώσσας αὐτῶν
ἐκ τοῦ πόνου,
καὶ
ἐβλασφήμησαν
τὸν θεὸν τοῦ
οὐρανοῦ
ἐκ
τῶν πόνων
αὐτῶν καὶ ἐκ
τῶν ἑλκῶν
αὐτῶν,
καὶ
οὐ μετενόησαν
ἐκ τῶν ἔργων
αὐτῶν.
καὶ
ὁ ἕκτος ἐξέχεεν
τὴν φιάλην
αὐτοῦ ἐπὶ τὸν
ποταμὸν τὸν
μέγαν τὸν Εὐφράτην:
καὶ
ἐξηράνθη τὸ
ὕδωρ αὐτοῦ,
ἵνα
ἑτοιμασθῇ ἡ
ὁδὸς τῶν
βασιλέων τῶν
ἀπὸ ἀνατολῆς
ἡλίου.
καὶ
εἶδον ἐκ τοῦ
στόματος τοῦ
δράκοντος
καὶ
ἐκ τοῦ
στόματος τοῦ
θηρίου
καὶ
ἐκ τοῦ
στόματος τοῦ
ψευδοπροφήτου
πνεύματα
τρία ἀκάθαρτα
ὡς βάτραχοι:
εἰσὶν
γὰρ πνεύματα
δαιμονίων
ποιοῦντα
σημεῖα,
ἃ
ἐκπορεύεται
ἐπὶ τοὺς
βασιλεῖς τῆς
οἰκουμένης
ὅλης,
συναγαγεῖν
αὐτοὺς εἰς τὸν
πόλεμον
τῆς
ἡμέρας τῆς
μεγάλης τοῦ
θεοῦ τοῦ
παντοκράτορος.
ἰδοὺ
ἔρχομαι ὡς
κλέπτης.
μακάριος
ὁ γρηγορῶν καὶ
τηρῶν τὰ
ἱμάτια αὐτοῦ,
ἵνα
μὴ γυμνὸς
περιπατῇ καὶ
βλέπωσιν τὴν
ἀσχημοσύνην
αὐτοῦ.
καὶ
συνήγαγεν
αὐτοὺς εἰς τὸν
τόπον τὸν
καλούμενον Ἑβραϊστὶ
Ἁρμαγεδών.
καὶ
ὁ ἕβδομος
ἐξέχεεν τὴν
φιάλην αὐτοῦ
ἐπὶ τὸν ἀέρα:
καὶ
ἐξῆλθεν φωνὴ
μεγάλη ἐκ τοῦ
ναοῦ ἀπὸ τοῦ
θρόνου
λέγουσα,
γέγονεν.
καὶ
ἐγένοντο ἀστραπαὶ
καὶ φωναὶ καὶ
βρονταί,
καὶ
σεισμὸς
ἐγένετο μέγας
οἷος οὐκ ἐγένετο
ἀφ'
οὗ ἄνθρωπος
ἐγένετο ἐπὶ τῆς
γῆς
τηλικοῦτος
σεισμὸς οὕτω
μέγας.
καὶ
ἐγένετο ἡ
πόλις ἡ μεγάλη
εἰς τρία μέρη,
καὶ
αἱ πόλεις τῶν
ἐθνῶν ἔπεσαν.
καὶ
Βαβυλὼν
ἡ μεγάλη
ἐμνήσθη
ἐνώπιον τοῦ
θεοῦ
δοῦναι
αὐτῇ τὸ
ποτήριον τοῦ
οἴνου τοῦ
θυμοῦ τῆς ὀργῆς
αὐτοῦ.
καὶ
πᾶσα νῆσος
ἔφυγεν, καὶ ὄρη
οὐχ εὑρέθησαν.
καὶ
χάλαζα μεγάλη
ὡς ταλαντιαία
καταβαίνει ἐκ τοῦ
οὐρανοῦ ἐπὶ
τοὺς ἀνθρώπους:
καὶ
ἐβλασφήμησαν
οἱ ἄνθρωποι
τὸν θεὸν ἐκ τῆς
πληγῆς τῆς
χαλάζης,
ὅτι
μεγάλη ἐστὶν ἡ
πληγὴ αὐτῆς
σφόδρα.
Rev 17:1-18
καὶ
ἦλθεν εἷς ἐκ
τῶν ἑπτὰ
ἀγγέλων τῶν
ἐχόντων τὰς
ἑπτὰ φιάλας,
καὶ
ἐλάλησεν μετ'
ἐμοῦ λέγων,
δεῦρο, δείξω
σοι τὸ κρίμα
τῆς πόρνης τῆς
μεγάλης
τῆς
καθημένης ἐπὶ
ὑδάτων πολλῶν,
μεθ'
ἧς ἐπόρνευσαν
οἱ βασιλεῖς
τῆς γῆς,
καὶ
ἐμεθύσθησαν
οἱ
κατοικοῦντες
τὴν γῆν ἐκ τοῦ οἴνου
τῆς πορνείας
αὐτῆς.
καὶ
ἀπήνεγκέν με
εἰς ἔρημον ἐν
πνεύματι.
καὶ
εἶδον γυναῖκα
καθημένην ἐπὶ
θηρίον
κόκκινον,
γέμοντα
ὀνόματα βλασφημίας,
ἔχων
κεφαλὰς ἑπτὰ
καὶ κέρατα
δέκα.
καὶ ἡ
γυνὴ ἦν
περιβεβλημένη
πορφυροῦν καὶ
κόκκινον,
καὶ
κεχρυσωμένη
χρυσίῳ καὶ
λίθῳ τιμίῳ καὶ
μαργαρίταις,
ἔχουσα
ποτήριον
χρυσοῦν ἐν τῇ
χειρὶ αὐτῆς
γέμον
βδελυγμάτων
καὶ τὰ
ἀκάθαρτα τῆς
πορνείας
αὐτῆς,
καὶ
ἐπὶ τὸ μέτωπον
αὐτῆς ὄνομα
γεγραμμένον,
μυστήριον,
βαβυλὼν ἡ
μεγάλη,
ἡ
μήτηρ τῶν
πορνῶν καὶ τῶν
βδελυγμάτων
τῆς γῆς.
καὶ
εἶδον τὴν
γυναῖκα
μεθύουσαν
ἐκ
τοῦ αἵματος
τῶν ἁγίων
καὶ
ἐκ τοῦ αἵματος
τῶν μαρτύρων Ἰησοῦ.
καὶ
ἐθαύμασα ἰδὼν
αὐτὴν θαῦμα
μέγα.
καὶ
εἶπέν μοι ὁ
ἄγγελος, διὰ τί
ἐθαύμασας;
ἐγὼ
ἐρῶ σοι τὸ
μυστήριον τῆς
γυναικὸς
καὶ
τοῦ θηρίου τοῦ
βαστάζοντος
αὐτήν,
τοῦ
ἔχοντος τὰς
ἑπτὰ κεφαλὰς
καὶ τὰ δέκα
κέρατα:
τὸ
θηρίον ὃ εἶδες
ἦν καὶ οὐκ
ἔστιν,
καὶ
μέλλει
ἀναβαίνειν ἐκ
τῆς ἀβύσσου,
καὶ
εἰς ἀπώλειαν
ὑπάγει:
καὶ
θαυμασθήσονται
οἱ
κατοικοῦντες
ἐπὶ τῆς γῆς,
ὧν
οὐ γέγραπται
τὸ ὄνομα ἐπὶ
τὸ βιβλίον τῆς
ζωῆς ἀπὸ
καταβολῆς
κόσμου,
βλεπόντων
τὸ θηρίον ὅτι ἦν
καὶ οὐκ ἔστιν
καὶ παρέσται.
ὧδε
ὁ νοῦς ὁ ἔχων
σοφίαν.
αἱ
ἑπτὰ κεφαλαὶ
ἑπτὰ ὄρη
εἰσίν, ὅπου ἡ
γυνὴ κάθηται
ἐπ' αὐτῶν.
καὶ
βασιλεῖς ἑπτά
εἰσιν:
οἱ
πέντε ἔπεσαν, ὁ
εἷς ἔστιν, ὁ
ἄλλος οὔπω
ἦλθεν,
καὶ
ὅταν ἔλθῃ
ὀλίγον αὐτὸν
δεῖ μεῖναι.
καὶ
τὸ θηρίον ὃ ἦν
καὶ οὐκ ἔστιν,
καὶ
αὐτὸς ὄγδοός
ἐστιν καὶ ἐκ
τῶν ἑπτά ἐστιν,
καὶ
εἰς ἀπώλειαν
ὑπάγει.
καὶ
τὰ δέκα κέρατα
ἃ εἶδες δέκα
βασιλεῖς
εἰσιν,
οἵτινες
βασιλείαν
οὔπω ἔλαβον,
ἀλλὰ
ἐξουσίαν ὡς
βασιλεῖς μίαν
ὥραν
λαμβάνουσιν
μετὰ τοῦ
θηρίου.
οὗτοι
μίαν γνώμην
ἔχουσιν,
καὶ
τὴν δύναμιν
καὶ ἐξουσίαν
αὐτῶν τῷ θηρίῳ
διδόασιν.
οὗτοι
μετὰ τοῦ ἀρνίου
πολεμήσουσιν,
καὶ
τὸ ἀρνίον
νικήσει
αὐτούς,
ὅτι
κύριος κυρίων
ἐστὶν καὶ
βασιλεὺς
βασιλέων,
καὶ
οἱ μετ' αὐτοῦ
κλητοὶ καὶ
ἐκλεκτοὶ καὶ
πιστοί.
καὶ
λέγει μοι, τὰ
ὕδατα ἃ εἶδες,
οὗ ἡ πόρνη
κάθηται,
λαοὶ
καὶ ὄχλοι
εἰσὶν καὶ ἔθνη
καὶ γλῶσσαι.
καὶ
τὰ δέκα κέρατα
ἃ εἶδες καὶ τὸ
θηρίον,
οὗτοι
μισήσουσιν
τὴν πόρνην,
καὶ
ἠρημωμένην
ποιήσουσιν
αὐτὴν καὶ
γυμνήν,
καὶ
τὰς σάρκας
αὐτῆς
φάγονται,
καὶ
αὐτὴν
κατακαύσουσιν
ἐν πυρί:
ὁ
γὰρ θεὸς
ἔδωκεν εἰς τὰς
καρδίας αὐτῶν
ποιῆσαι τὴν
γνώμην αὐτοῦ,
καὶ
ποιῆσαι μίαν
γνώμην καὶ
δοῦναι τὴν
βασιλείαν αὐτῶν
τῷ θηρίῳ,
ἄχρι
τελεσθήσονται
οἱ λόγοι τοῦ
θεοῦ.
καὶ
ἡ γυνὴ ἣν εἶδες
ἔστιν ἡ πόλις ἡ
μεγάλη
ἡ
ἔχουσα βασιλείαν
ἐπὶ τῶν
βασιλέων τῆς
γῆς.
Rev 18:1-24
ἔχοντα
ἐξουσίαν
μεγάλην,
καὶ
ἡ γῆ ἐφωτίσθη
ἐκ τῆς δόξης
αὐτοῦ.
καὶ ἔκραξεν ἐν
ἰσχυρᾷ φωνῇ
λέγων,
ἔπεσεν,
ἔπεσεν
βαβυλὼν ἡ
μεγάλη,
καὶ
ἐγένετο κατοικητήριον
δαιμονίων
καὶ
φυλακὴ παντὸς
πνεύματος
ἀκαθάρτου
καὶ
φυλακὴ παντὸς
ὀρνέου ἀκαθάρτου
[καὶ
φυλακὴ παντὸς
θηρίου
ἀκαθάρτου] καὶ
μεμισημένου,
ὅτι ἐκ τοῦ
οἴνου τοῦ θυμοῦ
τῆς πορνείας
αὐτῆς πέπωκαν
πάντα τὰ ἔθνη,
καὶ
οἱ βασιλεῖς
τῆς γῆς μετ' αὐτῆς
ἐπόρνευσαν,
καὶ
οἱ ἔμποροι τῆς
γῆς ἐκ τῆς
δυνάμεως τοῦ
στρήνους
αὐτῆς ἐπλούτησαν.
καὶ ἤκουσα
ἄλλην φωνὴν ἐκ
τοῦ οὐρανοῦ
λέγουσαν,
ἐξέλθατε,
ὁ λαός μου, ἐξ
αὐτῆς,
ἵνα
μὴ συγκοινωνήσητε
ταῖς
ἁμαρτίαις
αὐτῆς,
καὶ
ἐκ τῶν πληγῶν αὐτῆς
ἵνα μὴ λάβητε:
ὅτι
ἐκολλήθησαν
αὐτῆς αἱ
ἁμαρτίαι ἄχρι
τοῦ οὐρανοῦ,
καὶ
ἐμνημόνευσεν
ὁ θεὸς τὰ
ἀδικήματα
αὐτῆς.
ἀπόδοτε αὐτῇ
ὡς καὶ αὐτὴ
ἀπέδωκεν,
καὶ
διπλώσατε τὰ
διπλᾶ κατὰ τὰ
ἔργα αὐτῆς:
ἐν
τῷ ποτηρίῳ ᾧ
ἐκέρασεν
κεράσατε αὐτῇ διπλοῦν:
ὅσα ἐδόξασεν
αὐτὴν καὶ
ἐστρηνίασεν,
τοσοῦτον
δότε αὐτῇ
βασανισμὸν καὶ
πένθος.
ὅτι
ἐν τῇ καρδίᾳ
αὐτῆς λέγει
ὅτι κάθημαι
βασίλισσα,
καὶ
χήρα οὐκ εἰμί,
καὶ πένθος οὐ
μὴ ἴδω:
διὰ τοῦτο ἐν
μιᾷ ἡμέρᾳ
ἥξουσιν αἱ
πληγαὶ αὐτῆς,
θάνατος
καὶ πένθος καὶ
λιμός,
καὶ
ἐν πυρὶ
κατακαυθήσεται:
ὅτι
ἰσχυρὸς
κύριος ὁ θεὸς ὁ
κρίνας αὐτήν.
οἱ
μετ' αὐτῆς πορνεύσαντες
καὶ
στρηνιάσαντες,
ὅταν
βλέπωσιν τὸν
καπνὸν τῆς
πυρώσεως αὐτῆς,
ἀπὸ μακρόθεν
ἑστηκότες διὰ
τὸν φόβον τοῦ
βασανισμοῦ
αὐτῆς, λέγοντες,
οὐαὶ
οὐαί, ἡ πόλις ἡ
μεγάλη,
βαβυλὼν ἡ
πόλις ἡ ἰσχυρά,
ὅτι
μιᾷ ὥρᾳ ἦλθεν
ἡ κρίσις σου.
καὶ οἱ ἔμποροι
τῆς γῆς κλαίουσιν
καὶ πενθοῦσιν
ἐπ' αὐτήν,
ὅτι
τὸν γόμον
αὐτῶν οὐδεὶς
ἀγοράζει
οὐκέτι,
γόμον χρυσοῦ
καὶ ἀργύρου καὶ
λίθου τιμίου
καὶ
μαργαριτῶν
καὶ
βυσσίνου καὶ
πορφύρας καὶ
σιρικοῦ καὶ
κοκκίνου,
καὶ
πᾶν ξύλον
θύϊνον καὶ πᾶν σκεῦος
ἐλεφάντινον
καὶ
πᾶν σκεῦος ἐκ
ξύλου
τιμιωτάτου
καὶ χαλκοῦ καὶ
σιδήρου καὶ
μαρμάρου,
καὶ
κιννάμωμον
καὶ ἄμωμον καὶ θυμιάματα
καὶ μύρον καὶ
λίβανον
καὶ
οἶνον καὶ
ἔλαιον καὶ
σεμίδαλιν καὶ
σῖτον καὶ
κτήνη καὶ
πρόβατα,
καὶ
ἵππων καὶ ῥεδῶν
καὶ σωμάτων,
καὶ ψυχὰς
ἀνθρώπων.
καὶ ἡ ὀπώρα σου
τῆς ἐπιθυμίας
τῆς ψυχῆς ἀπῆλθεν
ἀπὸ σοῦ,
καὶ
πάντα τὰ
λιπαρὰ καὶ τὰ
λαμπρὰ
ἀπώλετο ἀπὸ
σοῦ,
καὶ
οὐκέτι οὐ μὴ
αὐτὰ
εὑρήσουσιν.
οἱ ἔμποροι τούτων,
οἱ
πλουτήσαντες
ἀπ' αὐτῆς,
ἀπὸ
μακρόθεν στήσονται
διὰ τὸν φόβον
τοῦ
βασανισμοῦ
αὐτῆς,
κλαίοντες
καὶ
πενθοῦντες,
λέγοντες,
οὐαὶ
οὐαί, ἡ πόλις ἡ
μεγάλη,
ἡ
περιβεβλημένη
βύσσινον καὶ
πορφυροῦν καὶ
κόκκινον,
καὶ
κεχρυσωμένη
[ἐν] χρυσίῳ καὶ
λίθῳ τιμίῳ καὶ
μαργαρίτῃ,
ὅτι μιᾷ ὥρᾳ
ἠρημώθη ὁ τοσοῦτος
πλοῦτος.
καὶ
πᾶς
κυβερνήτης
καὶ πᾶς ὁ ἐπὶ
τόπον πλέων
καὶ ναῦται
καὶ
ὅσοι τὴν θάλασσαν
ἐργάζονται
ἀπὸ μακρόθεν
ἔστησαν
καὶ ἔκραζον
βλέποντες τὸν
καπνὸν τῆς πυρώσεως
αὐτῆς
λέγοντες,
τίς
ὁμοία τῇ πόλει
τῇ μεγάλῃ;
καὶ ἔβαλον
χοῦν ἐπὶ τὰς κεφαλὰς
αὐτῶν
καὶ
ἔκραζον κλαίοντες
καὶ
πενθοῦντες,
λέγοντες,
οὐαὶ
οὐαί, ἡ πόλις ἡ
μεγάλη,
ἐν
ᾗ ἐπλούτησαν
πάντες οἱ
ἔχοντες τὰ
πλοῖα ἐν τῇ
θαλάσσῃ ἐκ τῆς τιμιότητος
αὐτῆς,
ὅτι
μιᾷ ὥρᾳ
ἠρημώθη.
εὐφραίνου ἐπ'
αὐτῇ, οὐρανέ,
καὶ
οἱ ἅγιοι καὶ οἱ
ἀπόστολοι καὶ
οἱ προφῆται,
ὅτι
ἔκρινεν ὁ θεὸς
τὸ κρίμα ὑμῶν
ἐξ αὐτῆς.
καὶ
ἔβαλεν εἰς τὴν
θάλασσαν
λέγων,
οὕτως
ὁρμήματι βληθήσεται
βαβυλὼν ἡ
μεγάλη πόλις,
καὶ
οὐ μὴ εὑρεθῇ
ἔτι.
καὶ φωνὴ
κιθαρῳδῶν καὶ μουσικῶν
καὶ αὐλητῶν
καὶ σαλπιστῶν
οὐ μὴ ἀκουσθῇ
ἐν σοὶ ἔτι,
καὶ
πᾶς τεχνίτης πάσης
τέχνης οὐ μὴ
εὑρεθῇ ἐν σοὶ
ἔτι,
καὶ
φωνὴ μύλου οὐ
μὴ ἀκουσθῇ ἐν
σοὶ ἔτι,
καὶ φῶς λύχνου
οὐ μὴ φάνῃ ἐν
σοὶ ἔτι,
καὶ
φωνὴ νυμφίου
καὶ νύμφης οὐ
μὴ ἀκουσθῇ ἐν σοὶ
ἔτι:
ὅτι
οἱ ἔμποροί σου
ἦσαν οἱ
μεγιστᾶνες
τῆς γῆς,
ὅτι
ἐν τῇ
φαρμακείᾳ σου ἐπλανήθησαν
πάντα τὰ ἔθνη,
καὶ ἐν αὐτῇ
αἷμα προφητῶν
καὶ ἁγίων
εὑρέθη
καὶ
πάντων τῶν ἐσφαγμένων
ἐπὶ τῆς γῆς.
μετὰ
ταῦτα ἤκουσα
ὡς φωνὴν
μεγάλην ὄχλου
πολλοῦ ἐν τῷ
οὐρανῷ
λεγόντων,
ἁλληλουϊά:
ἡ σωτηρία καὶ ἡ
δόξα καὶ ἡ
δύναμις τοῦ
θεοῦ ἡμῶν,
ὅτι
ἀληθιναὶ καὶ
δίκαιαι αἱ
κρίσεις αὐτοῦ:
ὅτι
ἔκρινεν τὴν
πόρνην τὴν
μεγάλην
ἥτις
ἔφθειρεν τὴν
γῆν ἐν τῇ
πορνείᾳ αὐτῆς,
καὶ
ἐξεδίκησεν τὸ
αἷμα τῶν
δούλων αὐτοῦ
ἐκ χειρὸς
αὐτῆς.
καὶ
δεύτερον
εἴρηκαν,
ἁλληλουϊά:
καὶ ὁ καπνὸς
αὐτῆς
ἀναβαίνει εἰς
τοὺς αἰῶνας
τῶν αἰώνων.
καὶ
ἔπεσαν
οἱ
πρεσβύτεροι
οἱ εἴκοσι
τέσσαρες καὶ
τὰ τέσσαρα ζῷα,
καὶ
προσεκύνησαν
τῷ θεῷ τῷ καθημένῳ
ἐπὶ τῷ θρόνῳ,
λέγοντες,
ἀμήν,
ἁλληλουϊά.
καὶ
φωνὴ ἀπὸ τοῦ
θρόνου
ἐξῆλθεν
λέγουσα,
αἰνεῖτε
τῷ θεῷ ἡμῶν,
πάντες οἱ
δοῦλοι αὐτοῦ,
καὶ
οἱ φοβούμενοι
αὐτόν, οἱ
μικροὶ καὶ οἱ
μεγάλοι.
καὶ
ἤκουσα ὡς
φωνὴν ὄχλου
πολλοῦ
καὶ
ὡς φωνὴν
ὑδάτων πολλῶν
καὶ
ὡς φωνὴν
βροντῶν
ἰσχυρῶν
λεγόντων,
ἁλληλουϊά,
ὅτι
ἐβασίλευσεν
κύριος ὁ θεὸς ἡμῶν
ὁ παντοκράτωρ.
χαίρωμεν
καὶ ἀγαλλιῶμεν,
καὶ δώσωμεν
τὴν δόξαν αὐτῷ,
ὅτι
ἦλθεν ὁ γάμος
τοῦ ἀρνίου,
καὶ ἡ
γυνὴ αὐτοῦ
ἡτοίμασεν
ἑαυτήν:
καὶ
ἐδόθη αὐτῇ ἵνα
περιβάληται
βύσσινον
λαμπρὸν
καθαρόν,
τὸ
γὰρ βύσσινον
τὰ δικαιώματα
τῶν ἁγίων ἐστίν.
καὶ
λέγει μοι,
γράψον:
μακάριοι
οἱ εἰς τὸ
δεῖπνον τοῦ
γάμου τοῦ
ἀρνίου
κεκλημένοι.
καὶ
λέγει μοι,
οὗτοι
οἱ λόγοι
ἀληθινοὶ τοῦ
θεοῦ εἰσιν.
καὶ
ἔπεσα
ἔμπροσθεν τῶν
ποδῶν αὐτοῦ
προσκυνῆσαι
αὐτῷ.
καὶ
λέγει μοι,
ὅρα
μή:
σύνδουλός
σού εἰμι καὶ
τῶν ἀδελφῶν
σου τῶν
ἐχόντων τὴν
μαρτυρίαν Ἰησοῦ:
τῷ
θεῷ
προσκύνησον.
ἡ
γὰρ μαρτυρία Ἰησοῦ
ἐστιν τὸ
πνεῦμα τῆς
προφητείας.
Rev 19:11-21