1 Opening 1:1-9
1
2 Factions in the Church 1:10-4:21
2:1 Their boasting not grounded on true wisdom 1:10-3:4
2:M Forget boasting; fire will test 3:5-23
2:2 Don't condemn my being foolish for Christ 4:1-21
3 Sexual and litigation abuses 5:1-6:20
3:1 Incest 5:1-13
3:M Litigation before unbelieving judges 6:1-11
3:2 Fornication 6:12-20
4 Marriage and virginity 7:1-40
5 Food offered to false gods 8:1-13
6 Paul forgoes his rights as an Apostle 9:1-27
5+ Avoid idolatry and other sin, and sacrificed food if it causes scandal
10:1-11:1
4+ Head covering in church, the Eucharist 11:2-34
3+ Spiritual gifts 12:1-14:40
3+:1 Division of gifts 12:1-31
3+:M Love 13:1-13
3+:2 Comparison of tongues and prophecy 14:1-40
2+ The resurrection 15:1-58
2+:1 The kerygma 15:1-11
2+:M Rationale of resurrection 15:12-34
2+:2 Manner of resurrection 15:35-58
1+ Closing words 16:1-24
1 Opening 1:1-9
Παῦλος
κλητὸς
ἀπόστολος
Χριστοῦ Ἰησοῦ
διὰ θελήματος
θεοῦ, καὶ
Σωσθένης ὁ
ἀδελφός,
τῇ
ἐκκλησίᾳ τοῦ
θεοῦ τῇ οὔσῃ
ἐν Κορίνθῳ,
ἡγιασμένοις
ἐν Χριστῷ
Ἰησοῦ, κλητοῖς
ἁγίοις,
σὺν
πᾶσιν τοῖς
ἐπικαλουμένοις
τὸ ὄνομα τοῦ
κυρίου ἡμῶν
Ἰησοῦ Χριστοῦ
ἐν
παντὶ τόπῳ,
αὐτῶν καὶ
ἡμῶν:
χάρις
ὑμῖν καὶ
εἰρήνη ἀπὸ
θεοῦ πατρὸς
ἡμῶν καὶ κυρίου
Ἰησοῦ Χριστοῦ.
εὐχαριστῶ
τῷ θεῷ μου
πάντοτε περὶ
ὑμῶν
ἐπὶ
τῇ χάριτι τοῦ
θεοῦ τῇ
δοθείσῃ ὑμῖν
ἐν Χριστῷ
Ἰησοῦ,
ὅτι
ἐν παντὶ
ἐπλουτίσθητε
ἐν αὐτῷ,
ἐν
παντὶ λόγῳ καὶ
πάσῃ γνώσει,
καθὼς
τὸ μαρτύριον
τοῦ Χριστοῦ
ἐβεβαιώθη ἐν
ὑμῖν,
ὥστε
ὑμᾶς μὴ
ὑστερεῖσθαι
ἐν μηδενὶ
χαρίσματι,
ἀπεκδεχομένους
τὴν
ἀποκάλυψιν
τοῦ κυρίου
ἡμῶν Ἰησοῦ
Χριστοῦ:
ὃς
καὶ βεβαιώσει
ὑμᾶς ἕως
τέλους
ἀνεγκλήτους
ἐν τῇ ἡμέρᾳ
τοῦ κυρίου
ἡμῶν Ἰησοῦ
Χριστοῦ.
πιστὸς
ὁ θεὸς δι' οὗ
ἐκλήθητε εἰς
κοινωνίαν τοῦ
υἱοῦ αὐτοῦ
Ἰησοῦ Χριστοῦ
τοῦ κυρίου
ἡμῶν.
2 Factions in the Church 1:10-4:21
2:1 Their boasting not grounded on true wisdom 1:10-3:4
παρακαλῶ
δὲ ὑμᾶς,
ἀδελφοί,
διὰ
τοῦ ὀνόματος
τοῦ κυρίου
ἡμῶν Ἰησοῦ
Χριστοῦ,
ἵνα
τὸ αὐτὸ λέγητε
πάντες, καὶ μὴ
ᾖ ἐν ὑμῖν
σχίσματα,
ἦτε
δὲ
κατηρτισμένοι
ἐν τῷ αὐτῷ νοῒ
καὶ ἐν τῇ αὐτῇ
γνώμῃ.
ἐδηλώθη
γάρ μοι περὶ
ὑμῶν, ἀδελφοί
μου, ὑπὸ τῶν Χλόης
ὅτι ἔριδες ἐν
ὑμῖν εἰσιν.
λέγω
δὲ τοῦτο, ὅτι
ἕκαστος ὑμῶν
λέγει,
ἐγὼ
μέν εἰμι
Παύλου, ἐγὼ δὲ
Ἀπολλῶ, ἐγὼ δὲ
Κηφᾶ, ἐγὼ δὲ
Χριστοῦ.
μεμέρισται
ὁ Χριστός;
μὴ
Παῦλος
ἐσταυρώθη
ὑπὲρ ὑμῶν,
ἢ
εἰς τὸ ὄνομα
Παύλου
ἐβαπτίσθητε;
εὐχαριστῶ
τῷ θεῷ ὅτι
οὐδένα ὑμῶν
ἐβάπτισα εἰ μὴ
Κρίσπον καὶ
Γάϊον,
ἵνα
μή τις εἴπῃ ὅτι
εἰς τὸ ἐμὸν
ὄνομα
ἐβαπτίσθητε.
ἐβάπτισα
δὲ καὶ τὸν
Στεφανᾶ
οἶκον:
λοιπὸν
οὐκ οἶδα εἴ
τινα ἄλλον
ἐβάπτισα.
οὐ
γὰρ
ἀπέστειλέν με
Χριστὸς
βαπτίζειν
ἀλλὰ
εὐαγγελίζεσθαι,
οὐκ
ἐν σοφίᾳ λόγου,
ἵνα μὴ κενωθῇ ὁ
σταυρὸς τοῦ
Χριστοῦ.
ὁ
λόγος γὰρ ὁ τοῦ
σταυροῦ τοῖς
μὲν
ἀπολλυμένοις
μωρία
ἐστίν,
τοῖς
δὲ σῳζομένοις
ἡμῖν δύναμις
θεοῦ ἐστιν.
γέγραπται
γάρ, ἀπολῶ τὴν
σοφίαν τῶν
σοφῶν,
καὶ
τὴν σύνεσιν
τῶν συνετῶν
ἀθετήσω.
ποῦ
σοφός; ποῦ
γραμματεύς;
ποῦ συζητητὴς
τοῦ αἰῶνος
τούτου;
οὐχὶ
ἐμώρανεν ὁ
θεὸς τὴν
σοφίαν τοῦ
κόσμου;
ἐπειδὴ
γὰρ ἐν τῇ
σοφίᾳ τοῦ θεοῦ
οὐκ ἔγνω ὁ κόσμος
διὰ τῆς σοφίας
τὸν θεόν,
εὐδόκησεν
ὁ θεὸς διὰ τῆς
μωρίας τοῦ
κηρύγματος
σῶσαι
τοὺς
πιστεύοντας.
ἐπειδὴ
καὶ Ἰουδαῖοι
σημεῖα
αἰτοῦσιν καὶ
Ἕλληνες
σοφίαν
ζητοῦσιν,
ἡμεῖς
δὲ κηρύσσομεν
Χριστὸν
ἐσταυρωμένον,
Ἰουδαίοις
μὲν σκάνδαλον
ἔθνεσιν δὲ
μωρίαν,
αὐτοῖς
δὲ τοῖς
κλητοῖς,
Ἰουδαίοις τε
καὶ Ἕλλησιν,
Χριστὸν
θεοῦ δύναμιν
καὶ θεοῦ
σοφίαν:
ὅτι
τὸ μωρὸν τοῦ
θεοῦ
σοφώτερον τῶν
ἀνθρώπων ἐστίν,
καὶ
τὸ ἀσθενὲς τοῦ
θεοῦ
ἰσχυρότερον
τῶν ἀνθρώπων.
βλέπετε
γὰρ τὴν κλῆσιν
ὑμῶν, ἀδελφοί,
ὅτι
οὐ πολλοὶ σοφοὶ
κατὰ σάρκα, οὐ
πολλοὶ
δυνατοί, οὐ
πολλοὶ εὐγενεῖς:
ἀλλὰ
τὰ μωρὰ τοῦ
κόσμου
ἐξελέξατο ὁ
θεὸς ἵνα
καταισχύνῃ
τοὺς σοφούς,
καὶ
τὰ ἀσθενῆ τοῦ
κόσμου
ἐξελέξατο ὁ
θεὸς ἵνα
καταισχύνῃ
τὰ ἰσχυρά,
καὶ
τὰ ἀγενῆ τοῦ
κόσμου καὶ τὰ
ἐξουθενημένα
ἐξελέξατο ὁ
θεός,
τὰ
μὴ ὄντα, ἵνα τὰ
ὄντα
καταργήσῃ,
ὅπως
μὴ καυχήσηται
πᾶσα σὰρξ
ἐνώπιον τοῦ
θεοῦ.
ἐξ
αὐτοῦ δὲ ὑμεῖς
ἐστε ἐν Χριστῷ
Ἰησοῦ,
ὃς
ἐγενήθη σοφία
ἡμῖν ἀπὸ θεοῦ,
δικαιοσύνη
τε καὶ
ἁγιασμὸς καὶ
ἀπολύτρωσις,
ἵνα
καθὼς
γέγραπται, ὁ
καυχώμενος ἐν
κυρίῳ καυχάσθω.
2
κἀγὼ
ἐλθὼν πρὸς
ὑμᾶς, ἀδελφοί,
ἦλθον οὐ καθ'
ὑπεροχὴν
λόγου ἢ σοφίας
καταγγέλλων
ὑμῖν τὸ
μυστήριον τοῦ
θεοῦ.
οὐ
γὰρ ἔκρινά τι
εἰδέναι ἐν
ὑμῖν εἰ μὴ
Ἰησοῦν Χριστὸν
καὶ τοῦτον
ἐσταυρωμένον.
κἀγὼ
ἐν ἀσθενείᾳ
καὶ ἐν φόβῳ
καὶ ἐν τρόμῳ
πολλῷ ἐγενόμην
πρὸς ὑμᾶς,
καὶ
ὁ λόγος μου καὶ
τὸ κήρυγμά μου
οὐκ ἐν πειθοῖς
σοφίας λόγοις
ἀλλ'
ἐν ἀποδείξει
πνεύματος καὶ
δυνάμεως,
ἵνα
ἡ πίστις ὑμῶν
μὴ ᾖ ἐν σοφίᾳ
ἀνθρώπων ἀλλ'
ἐν δυνάμει
θεοῦ.
σοφίαν
δὲ λαλοῦμεν ἐν
τοῖς τελείοις,
σοφίαν
δὲ οὐ τοῦ
αἰῶνος τούτου
οὐδὲ
τῶν ἀρχόντων
τοῦ αἰῶνος
τούτου τῶν
καταργουμένων:
ἀλλὰ
λαλοῦμεν θεοῦ
σοφίαν ἐν
μυστηρίῳ, τὴν
ἀποκεκρυμμένην,
ἣν
προώρισεν ὁ
θεὸς πρὸ τῶν
αἰώνων εἰς
δόξαν ἡμῶν:
ἣν
οὐδεὶς τῶν
ἀρχόντων τοῦ
αἰῶνος τούτου
ἔγνωκεν,
εἰ
γὰρ ἔγνωσαν,
οὐκ ἂν τὸν κύριον
τῆς δόξης
ἐσταύρωσαν.
ἀλλὰ
καθὼς
γέγραπται,
ἃ
ὀφθαλμὸς οὐκ
εἶδεν καὶ οὖς
οὐκ ἤκουσεν
καὶ ἐπὶ
καρδίαν
ἀνθρώπου οὐκ
ἀνέβη,
ἃ
ἡτοίμασεν ὁ
θεὸς τοῖς
ἀγαπῶσιν
αὐτόν.
ἡμῖν
δὲ ἀπεκάλυψεν
ὁ θεὸς διὰ τοῦ
πνεύματος:
τὸ
γὰρ πνεῦμα
πάντα ἐραυνᾷ,
καὶ τὰ βάθη τοῦ
θεοῦ.
τίς
γὰρ οἶδεν
ἀνθρώπων τὰ
τοῦ ἀνθρώπου
εἰ μὴ τὸ πνεῦμα
τοῦ ἀνθρώπου
τὸ ἐν αὐτῷ;
οὕτως
καὶ τὰ τοῦ θεοῦ
οὐδεὶς ἔγνωκεν
εἰ μὴ τὸ πνεῦμα
τοῦ θεοῦ.
ἡμεῖς
δὲ οὐ τὸ πνεῦμα
τοῦ κόσμου
ἐλάβομεν ἀλλὰ
τὸ πνεῦμα τὸ ἐκ
τοῦ θεοῦ,
ἵνα
εἰδῶμεν τὰ ὑπὸ
τοῦ θεοῦ
χαρισθέντα
ἡμῖν:
ἃ
καὶ λαλοῦμεν
οὐκ ἐν διδακτοῖς
ἀνθρωπίνης
σοφίας λόγοις
ἀλλ'
ἐν διδακτοῖς
πνεύματος,
πνευματικοῖς
πνευματικὰ
συγκρίνοντες.
ψυχικὸς
δὲ ἄνθρωπος οὐ
δέχεται τὰ τοῦ
πνεύματος τοῦ
θεοῦ,
μωρία
γὰρ αὐτῷ ἐστιν,
καὶ οὐ δύναται
γνῶναι,
ὅτι
πνευματικῶς
ἀνακρίνεται:
ὁ
δὲ
πνευματικὸς
ἀνακρίνει τὰ
πάντα, αὐτὸς δὲ
ὑπ' οὐδενὸς
ἀνακρίνεται.
τίς
γὰρ ἔγνω νοῦν
κυρίου, ὃς
συμβιβάσει
αὐτόν;
ἡμεῖς
δὲ νοῦν
Χριστοῦ
ἔχομεν.
3
κἀγώ,
ἀδελφοί, οὐκ
ἠδυνήθην
λαλῆσαι ὑμῖν
ὡς
πνευματικοῖς
ἀλλ'
ὡς σαρκίνοις,
ὡς νηπίοις ἐν
Χριστῷ.
γάλα
ὑμᾶς ἐπότισα,
οὐ βρῶμα, οὔπω
γὰρ ἐδύνασθε.
ἀλλ'
οὐδὲ ἔτι νῦν
δύνασθε, ἔτι
γὰρ σαρκικοί
ἐστε.
ὅπου
γὰρ ἐν ὑμῖν
ζῆλος καὶ ἔρις,
οὐχὶ σαρκικοί
ἐστε καὶ κατὰ
ἄνθρωπον
περιπατεῖτε;
ὅταν
γὰρ λέγῃ τις,
ἐγὼ μέν εἰμι
Παύλου,
ἕτερος δέ, ἐγὼ
Ἀπολλῶ,
οὐκ ἄνθρωποί
ἐστε;
2:M Forget boasting; fire will test 3:5-23
τί
οὖν ἐστιν
Ἀπολλῶς;
τί δέ ἐστιν
Παῦλος;
διάκονοι
δι' ὧν
ἐπιστεύσατε,
καὶ ἑκάστῳ ὡς
ὁ κύριος
ἔδωκεν.
ἐγὼ
ἐφύτευσα,
Ἀπολλῶς
ἐπότισεν, ἀλλὰ
ὁ θεὸς ηὔξανεν:
ὥστε
οὔτε ὁ φυτεύων
ἐστίν τι οὔτε ὁ
ποτίζων, ἀλλ' ὁ
αὐξάνων θεός.
ὁ
φυτεύων δὲ καὶ
ὁ ποτίζων ἕν
εἰσιν,
ἕκαστος
δὲ τὸν ἴδιον
μισθὸν
λήμψεται κατὰ
τὸν ἴδιον
κόπον.
θεοῦ
γάρ ἐσμεν
συνεργοί: θεοῦ
γεώργιον, θεοῦ
οἰκοδομή ἐστε.
κατὰ
τὴν χάριν τοῦ
θεοῦ τὴν
δοθεῖσάν μοι
ὡς
σοφὸς
ἀρχιτέκτων
θεμέλιον
ἔθηκα,
ἄλλος
δὲ
ἐποικοδομεῖ.
ἕκαστος
δὲ βλεπέτω πῶς
ἐποικοδομεῖ:
θεμέλιον
γὰρ ἄλλον
οὐδεὶς
δύναται
θεῖναι παρὰ τὸν
κείμενον,
ὅς
ἐστιν Ἰησοῦς
Χριστός.
εἰ
δέ τις
ἐποικοδομεῖ
ἐπὶ τὸν
θεμέλιον
χρυσόν, ἄργυρον,
λίθους
τιμίους, ξύλα,
χόρτον, καλάμην,
ἑκάστου
τὸ ἔργον
φανερὸν
γενήσεται,
ἡ γὰρ ἡμέρα
δηλώσει:
ὅτι
ἐν πυρὶ
ἀποκαλύπτεται,
καὶ
ἑκάστου τὸ
ἔργον ὁποῖόν
ἐστιν τὸ πῦρ αὐτὸ
δοκιμάσει.
εἴ
τινος τὸ ἔργον
μενεῖ ὃ
ἐποικοδόμησεν,
μισθὸν
λήμψεται:
εἴ
τινος τὸ ἔργον
κατακαήσεται,
ζημιωθήσεται,
αὐτὸς
δὲ σωθήσεται,
οὕτως δὲ ὡς διὰ
πυρός.
οὐκ
οἴδατε ὅτι
ναὸς θεοῦ ἐστε
καὶ τὸ πνεῦμα
τοῦ θεοῦ οἰκεῖ
ἐν ὑμῖν;
εἴ
τις τὸν ναὸν
τοῦ θεοῦ
φθείρει,
φθερεῖ τοῦτον
ὁ θεός:
ὁ
γὰρ ναὸς τοῦ
θεοῦ ἅγιός
ἐστιν, οἵτινές
ἐστε ὑμεῖς.
μηδεὶς
ἑαυτὸν
ἐξαπατάτω:
εἴ
τις δοκεῖ
σοφὸς εἶναι ἐν
ὑμῖν ἐν τῷ
αἰῶνι τούτῳ,
μωρὸς
γενέσθω, ἵνα
γένηται σοφός.
ἡ
γὰρ σοφία τοῦ
κόσμου τούτου
μωρία παρὰ τῷ
θεῷ ἐστιν:
γέγραπται
γάρ, ὁ
δρασσόμενος
τοὺς σοφοὺς ἐν
τῇ πανουργίᾳ
αὐτῶν:
καὶ
πάλιν, κύριος
γινώσκει τοὺς
διαλογισμοὺς
τῶν σοφῶν ὅτι
εἰσὶν μάταιοι.
ὥστε
μηδεὶς
καυχάσθω ἐν
ἀνθρώποις:
πάντα
γὰρ ὑμῶν ἐστιν,
εἴτε
Παῦλος εἴτε
Ἀπολλῶς
εἴτε Κηφᾶς
εἴτε
κόσμος εἴτε
ζωὴ εἴτε
θάνατος εἴτε
ἐνεστῶτα εἴτε
μέλλοντα,
πάντα ὑμῶν,
ὑμεῖς
δὲ Χριστοῦ,
Χριστὸς δὲ
θεοῦ.
4
2:2 Dont condemn my being foolish for Christ 4:1-21
οὕτως
ἡμᾶς
λογιζέσθω
ἄνθρωπος ὡς
ὑπηρέτας
Χριστοῦ
καὶ
οἰκονόμους
μυστηρίων
θεοῦ.
ὧδε
λοιπὸν
ζητεῖται ἐν
τοῖς οἰκονόμοις
ἵνα πιστός τις
εὑρεθῇ.
ἐμοὶ
δὲ εἰς
ἐλάχιστόν
ἐστιν ἵνα ὑφ'
ὑμῶν ἀνακριθῶ
ἢ ὑπὸ
ἀνθρωπίνης
ἡμέρας:
ἀλλ'
οὐδὲ ἐμαυτὸν
ἀνακρίνω:
οὐδὲν
γὰρ ἐμαυτῷ
σύνοιδα,
ἀλλ'
οὐκ ἐν τούτῳ
δεδικαίωμαι, ὁ
δὲ ἀνακρίνων
με κύριός
ἐστιν.
ὥστε
μὴ πρὸ καιροῦ
τι κρίνετε, ἕως
ἂν ἔλθῃ ὁ
κύριος,
ὃς
καὶ φωτίσει τὰ
κρυπτὰ τοῦ
σκότους καὶ
φανερώσει
τὰς βουλὰς τῶν
καρδιῶν:
καὶ
τότε ὁ ἔπαινος
γενήσεται
ἑκάστῳ ἀπὸ
τοῦ θεοῦ.
ταῦτα
δέ, ἀδελφοί,
μετεσχημάτισα
εἰς ἐμαυτὸν
καὶ Ἀπολλῶν δι'
ὑμᾶς,
ἵνα
ἐν ἡμῖν μάθητε
τὸ μὴ ὑπὲρ ἃ
γέγραπται,
ἵνα
μὴ εἷς ὑπὲρ
τοῦ ἑνὸς
φυσιοῦσθε
κατὰ τοῦ ἑτέρου.
τίς
γάρ σε
διακρίνει; τί
δὲ ἔχεις ὃ οὐκ
ἔλαβες;
εἰ
δὲ καὶ ἔλαβες, τί
καυχᾶσαι ὡς μὴ
λαβών;
ἤδη
κεκορεσμένοι
ἐστέ: ἤδη
ἐπλουτήσατε:
χωρὶς
ἡμῶν
ἐβασιλεύσατε:
καὶ ὄφελόν γε
ἐβασιλεύσατε,
ἵνα
καὶ ἡμεῖς ὑμῖν
συμβασιλεύσωμεν.
δοκῶ
γάρ, ὁ θεὸς
ἡμᾶς τοὺς
ἀποστόλους
ἐσχάτους
ἀπέδειξεν
ὡς
ἐπιθανατίους,
ὅτι
θέατρον
ἐγενήθημεν τῷ
κόσμῳ καὶ
ἀγγέλοις
καὶ ἀνθρώποις.
ἡμεῖς
μωροὶ διὰ
Χριστόν, ὑμεῖς
δὲ φρόνιμοι ἐν
Χριστῷ:
ἡμεῖς
ἀσθενεῖς,
ὑμεῖς δὲ
ἰσχυροί: ὑμεῖς
ἔνδοξοι, ἡμεῖς
δὲ ἄτιμοι.
ἄχρι
τῆς ἄρτι ὥρας
καὶ πεινῶμεν
καὶ διψῶμεν
καὶ
γυμνιτεύομεν
καὶ
κολαφιζόμεθα
καὶ
ἀστατοῦμεν
καὶ
κοπιῶμεν
ἐργαζόμενοι
ταῖς ἰδίαις
χερσίν:
λοιδορούμενοι
εὐλογοῦμεν,
διωκόμενοι
ἀνεχόμεθα,
δυσφημούμενοι
παρακαλοῦμεν:
ὡς
περικαθάρματα
τοῦ κόσμου
ἐγενήθημεν,
πάντων
περίψημα, ἕως
ἄρτι.
οὐκ
ἐντρέπων ὑμᾶς
γράφω ταῦτα,
ἀλλ' ὡς τέκνα
μου ἀγαπητὰ
νουθετῶν:
ἐὰν
γὰρ μυρίους
παιδαγωγοὺς
ἔχητε ἐν Χριστῷ,
ἀλλ' οὐ πολλοὺς
πατέρας,
ἐν
γὰρ Χριστῷ
Ἰησοῦ διὰ τοῦ
εὐαγγελίου
ἐγὼ ὑμᾶς
ἐγέννησα.
παρακαλῶ
οὖν ὑμᾶς,
μιμηταί μου
γίνεσθε.
διὰ
τοῦτο ἔπεμψα
ὑμῖν Τιμόθεον,
ὅς
ἐστίν μου
τέκνον
ἀγαπητὸν καὶ
πιστὸν ἐν κυρίῳ,
ὃς
ὑμᾶς
ἀναμνήσει τὰς
ὁδούς μου τὰς
ἐν Χριστῷ
Ἰησοῦ,
καθὼς
πανταχοῦ ἐν
πάσῃ ἐκκλησίᾳ
διδάσκω.
ὡς
μὴ ἐρχομένου
δέ μου πρὸς
ὑμᾶς
ἐφυσιώθησάν
τινες:
ἐλεύσομαι
δὲ ταχέως πρὸς
ὑμᾶς, ἐὰν ὁ
κύριος θελήσῃ,
καὶ
γνώσομαι οὐ
τὸν λόγον τῶν
πεφυσιωμένων
ἀλλὰ τὴν
δύναμιν,
οὐ
γὰρ ἐν λόγῳ ἡ
βασιλεία τοῦ
θεοῦ ἀλλ' ἐν
δυνάμει.
τί
θέλετε; ἐν
ῥάβδῳ ἔλθω
πρὸς ὑμᾶς, ἢ ἐν
ἀγάπῃ πνεύματί
τε πραΰτητος;
5
3 Sexual and litigation abuses 5:1-6:20
3:1 Incest 5:1-13
ὅλως
ἀκούεται ἐν
ὑμῖν πορνεία,
καὶ
τοιαύτη πορνεία
ἥτις οὐδὲ ἐν
τοῖς ἔθνεσιν,
ὥστε
γυναῖκά τινα
τοῦ πατρὸς
ἔχειν.
καὶ
ὑμεῖς
πεφυσιωμένοι
ἐστέ, καὶ οὐχὶ
μᾶλλον
ἐπενθήσατε,
ἵνα
ἀρθῇ ἐκ μέσου
ὑμῶν ὁ τὸ
ἔργον τοῦτο
πράξας;
ἐγὼ
μὲν γάρ, ἀπὼν τῷ
σώματι παρὼν
δὲ τῷ πνεύματι,
ἤδη
κέκρικα ὡς
παρὼν τὸν
οὕτως τοῦτο
κατεργασάμενον
ἐν
τῷ ὀνόματι τοῦ
κυρίου ἡμῶν
Ἰησοῦ,
συναχθέντων
ὑμῶν καὶ τοῦ
ἐμοῦ
πνεύματος σὺν
τῇ δυνάμει τοῦ
κυρίου ἡμῶν
Ἰησοῦ,
παραδοῦναι
τὸν τοιοῦτον
τῷ σατανᾷ εἰς
ὄλεθρον τῆς
σαρκός,
ἵνα
τὸ πνεῦμα σωθῇ
ἐν τῇ ἡμέρᾳ
τοῦ κυρίου.
οὐ
καλὸν τὸ
καύχημα ὑμῶν.
οὐκ
οἴδατε ὅτι μικρὰ
ζύμη ὅλον τὸ
φύραμα ζυμοῖ;
ἐκκαθάρατε
τὴν παλαιὰν
ζύμην, ἵνα ἦτε
νέον
φύραμα, καθώς
ἐστε ἄζυμοι.
καὶ
γὰρ τὸ πάσχα
ἡμῶν ἐτύθη
Χριστός:
ὥστε
ἑορτάζωμεν, μὴ
ἐν ζύμῃ παλαιᾷ
μηδὲ ἐν ζύμῃ
κακίας καὶ
πονηρίας,
ἀλλ'
ἐν ἀζύμοις
εἰλικρινείας
καὶ ἀληθείας.
ἔγραψα
ὑμῖν ἐν τῇ
ἐπιστολῇ μὴ
συναναμίγνυσθαι
πόρνοις,
οὐ
πάντως τοῖς
πόρνοις τοῦ
κόσμου τούτου
ἢ τοῖς
πλεονέκταις
καὶ ἅρπαξιν ἢ
εἰδωλολάτραις,
ἐπεὶ
ὠφείλετε ἄρα
ἐκ τοῦ κόσμου
ἐξελθεῖν.
νῦν
δὲ ἔγραψα ὑμῖν
μὴ
συναναμίγνυσθαι
ἐάν
τις ἀδελφὸς
ὀνομαζόμενος
ᾖ πόρνος ἢ
πλεονέκτης
ἢ
εἰδωλολάτρης
ἢ λοίδορος ἢ
μέθυσος ἢ
ἅρπαξ,
τῷ
τοιούτῳ μηδὲ
συνεσθίειν.
τί
γάρ μοι τοὺς
ἔξω κρίνειν;
οὐχὶ τοὺς ἔσω
ὑμεῖς κρίνετε;
τοὺς
δὲ ἔξω ὁ θεὸς
κρινεῖ.
ἐξάρατε
τὸν πονηρὸν ἐξ
ὑμῶν αὐτῶν.
6
ὁ
ἀσπασμὸς τῇ
ἐμῇ χειρὶ Παύλου.
εἴ τις
οὐ φιλεῖ τὸν
κύριον, ἤτω
ἀνάθεμα.
μαρανα θα.
ἡ χάρις
τοῦ κυρίου
Ἰησοῦ μεθ'
ὑμῶν.
ἡ
ἀγάπη μου μετὰ
πάντων ὑμῶν ἐν
Χριστῷ Ἰησοῦ.