James, 25 July
![]()
Esto Domine plebi tuae sanctificator et custos
Kyrie 2 Gloria 2
ut Apostoli tui Jacobi munita praesidiis
et conversatione tibi placeat
et secura mente deserviat.
2 Corinthians 4:7-15
ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν,
ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ θεοῦ καὶ μὴ ἐξ ἡμῶν:
ἐν παντὶ θλιβόμενοι ἀλλ' οὐ στενοχωρούμενοι,
ἀπορούμενοι ἀλλ' οὐκ ἐξαπορούμενοι,
διωκόμενοι ἀλλ' οὐκ ἐγκαταλειπόμενοι,
καταβαλλόμενοι ἀλλ' οὐκ ἀπολλύμενοι,
πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες,
ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ.
ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν,
ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν.
ὥστε ὁ θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν.
ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως,
κατὰ τὸ γεγραμμένον, ἐπίστευσα, διὸ ἐλάλησα,
καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν,
εἰδότες ὅτι ὁ ἐγείρας τὸν κύριον Ἰησοῦν
καὶ ἡμᾶς σὺν Ἰησοῦ ἐγερεῖ καὶ παραστήσει σὺν ὑμῖν.
τὰ γὰρ πάντα δι' ὑμᾶς,
ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ θεοῦ.![]()
![]()
Matthew 20:20-28 20 τότε προσῆλθεν αὐτῷ ἡ μήτηρ τῶν υἱῶν ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς προσκυνοῦσα καὶ αἰτοῦσά τι ἀπ' αὐτοῦ.
21 ὁ δὲ εἶπεν αὐτῇ, τί θέλεις;
λέγει αὐτῷ, εἰπὲ ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου εἷς ἐκ δεξιῶν σου καὶ εἷς ἐξ εὐωνύμων σου ἐν τῇ βασιλείᾳ σου.
22 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, οὐκ οἴδατε τί αἰτεῖσθε:
δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω πίνειν;
λέγουσιν αὐτῷ, δυνάμεθα.
23 λέγει αὐτοῖς, τὸ μὲν ποτήριόν μου πίεσθε,
τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν [τοῦτο] δοῦναι,
ἀλλ' οἷς ἡτοίμασται ὑπὸ τοῦ πατρός μου.
24 καὶ ἀκούσαντες οἱ δέκα ἠγανάκτησαν περὶ τῶν δύο ἀδελφῶν.
25 ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς εἶπεν, οἴδατε ὅτι οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι κατεξουσιάζουσιν αὐτῶν.
26 οὐχ οὕτως ἔσται ἐν ὑμῖν:
ἀλλ' ὃς ἐὰν θέλῃ ἐν ὑμῖν μέγας γενέσθαι ἔσται ὑμῶν διάκονος,
27 καὶ ὃς ἂν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος ἔσται ὑμῶν δοῦλος:
28 ὥσπερ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.
![]()
Oblationes populi tui quaesumus Domine
beati Jacobi Apostoli passio beata conciliet
ut quae nostris non aptae sunt meritis
fiant tibi placitae ejus deprecatione.![]()
Sanctus 2
Canon 1 Canon 3
Agnus Dei 2 ![]()
Beati Apostoli tui Jacobi
quaesumus
Domine intercessione nos adjuva
pro cujus solemnitate percepimus tua sancta laetantes.![]()