Readings Weekdays NT Hebrews—Revelation

1 Monday: Hebrews 1:1-6
πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις
ἐπ' ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ,
ὃν ἔθηκεν κληρονόμον πάντων,
δι' οὗ καὶ ἐποίησεν τοὺς αἰῶνας:
ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ,
φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ,
καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος
ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς,
τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων
ὅσῳ διαφορώτερον παρ' αὐτοὺς κεκληρονόμηκεν ὄνομα.


      τίνι γὰρ εἶπέν ποτε τῶν ἀγγέλων, υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε;
      καὶ πάλιν, ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν;
      ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει,
      καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ.
34 Sunday B, Christ the King: Hebrews 2:5-8
      τίνι γὰρ εἶπέν ποτε τῶν ἀγγέλων, υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε;
      καὶ πάλιν, ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν;
      ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει,
      καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ.
            καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει,
            ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα,
            καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα:
                  πρὸς δὲ τὸν υἱόν,
                  ὁ θρόνος σου, ὁ θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος,
                  καὶ ἡ ῥάβδος τῆς εὐθύτητος ῥάβδος τῆς βασιλείας σου.
1 Tuesday: Hebrews 2:5-12
οὐ γὰρ ἀγγέλοις ὑπέταξεν τὴν οἰκουμένην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν.
διεμαρτύρατο δέ πού τις λέγων,
τί ἐστιν ἄνθρωπος ὅτι μιμνῄσκῃ αὐτοῦ,
ἢ υἱὸς ἀνθρώπου ὅτι ἐπισκέπτῃ αὐτόν;
ἠλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγγέλους,
δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν,
πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ.
ἐν τῷ γὰρ ὑποτάξαι αὐτῷ τὰ πάντα οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον.
νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα:
τὸν δὲ βραχύ τι παρ' ἀγγέλους ἠλαττωμένον
βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον,
ὅπως χάριτι θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου.
ἔπρεπεν γὰρ αὐτῷ, δι' ὃν τὰ πάντα καὶ δι' οὗ τὰ πάντα,
πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα
τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι.
ὁ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες:
δι' ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν, λέγων,
ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε:
27 Sunday B: Hebrews 2:9-11

τὸν δὲ βραχύ τι παρ' ἀγγέλους ἠλαττωμένον
βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον,
ὅπως χάριτι θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου.
ἔπρεπεν γὰρ αὐτῷ, δι' ὃν τὰ πάντα καὶ δι' οὗ τὰ πάντα,
πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα
τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι.
ὁ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες:
δι' ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν
18 Saturday: Hebrews 1:12—2:4

καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς,
ὡς ἱμάτιον καὶ ἀλλαγήσονται:
σὺ δὲ ὁ αὐτὸς εἶ καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.
πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέν ποτε,
κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου;
οὐχὶ πάντες εἰσὶν λειτουργικὰ πνεύματα
εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;

2

A1m. One of us to save us 2:1-18
διὰ τοῦτο δεῖ περισσοτέρως προσέχειν ἡμᾶς τοῖς ἀκουσθεῖσιν, μήποτε παραρυῶμεν.
εἰ γὰρ ὁ δι' ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος,
καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν,
πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας;
ἥτις, ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ κυρίου,
ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη,
συνεπιμαρτυροῦντος τοῦ θεοῦ σημείοις τε καὶ τέρασιν
καὶ ποικίλαις δυνάμεσιν καὶ πνεύματος ἁγίου μερισμοῖς κατὰ τὴν αὐτοῦ θέλησιν.
1 Wednesday: Hebrews 2:14-18
ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκός,
καὶ αὐτὸς παραπλησίως μετέσχεν τῶν αὐτῶν,
ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου,
τοῦτ' ἔστιν τὸν διάβολον,
καὶ ἀπαλλάξῃ τούτους,
ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας.
οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται,
ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται.
ὅθεν ὤφειλεν κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι,
ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν θεόν,
εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ:
ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθείς,
δύναται τοῖς πειραζομένοις βοηθῆσαι.
1 Thursday: Hebrews 3:7-14
Διό, καθὼς λέγει τὸ πνεῦμα τὸ ἅγιον,
σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε,
μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ,
κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ,
οὗ ἐπείρασαν οἱ πατέρες ὑμῶν ἐν δοκιμασίᾳ
καὶ εἶδον τὰ ἔργα μου τεσσεράκοντα ἔτη:
διὸ προσώχθισα τῇ γενεᾷ ταύτῃ καὶ εἶπον,
ἀεὶ πλανῶνται τῇ καρδίᾳ: αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου:
ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.
      βλέπετε, ἀδελφοί, μήποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας
      ἐν τῷ ἀποστῆναι ἀπὸ θεοῦ ζῶντος,
      ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ' ἑκάστην ἡμέραν,
      ἄχρις οὗ τὸ σήμερον καλεῖται,
      ἵνα μὴ σκληρυνθῇ τις ἐξ ὑμῶν ἀπάτῃ τῆς ἁμαρτίας:
            μέτοχοι γὰρ τοῦ Χριστοῦ γεγόναμεν,
            ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν,
            ἐν τῷ λέγεσθαι, σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε,
1 Friday: Hebrews 4:1-5,30
φοβηθῶμεν οὖν μήποτε
καταλειπομένης ἐπαγγελίας εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ
δοκῇ τις ἐξ ὑμῶν ὑστερηκέναι:
καὶ γάρ ἐσμεν εὐηγγελισμένοι καθάπερ κἀκεῖνοι,
ἀλλ' οὐκ ὠφέλησεν ὁ λόγος τῆς ἀκοῆς ἐκείνους,
μὴ συγκεκερασμένους τῇ πίστει τοῖς ἀκούσασιν.

εἰσερχόμεθα γὰρ εἰς τὴν κατάπαυσιν οἱ πιστεύσαντες,
καθὼς εἴρηκεν, ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου,
εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου,
καίτοι τῶν ἔργων ἀπὸ καταβολῆς κόσμου γενηθέντων.
εἴρηκεν γάρ που περὶ τῆς ἑβδόμης οὕτως,
καὶ κατέπαυσεν ὁ θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ:
καὶ ἐν τούτῳ πάλιν, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου...
σπουδάσωμεν οὖν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν,
ἵνα μὴ ἐν τῷ αὐτῷ τις ὑποδείγματι πέσῃ τῆς ἀπειθείας.
28 Sunday B: Hebrews 4:12-13 / 1 Saturday: Hebrews 4:12-16
ζῶν γὰρ ὁ λόγος τοῦ θεοῦ καὶ ἐνεργὴς
καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον
καὶ διϊκνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος,
ἁρμῶν τε καὶ μυελῶν,
καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας:
καὶ οὐκ ἔστιν κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ,
πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ,
πρὸς ὃν ἡμῖν ὁ λόγος.
[29 Sunday C: Hebrews 4:14-16]
14 ἔχοντες οὖν ἀρχιερέα μέγαν διεληλυθότα τοὺς οὐρανούς,
Ἰησοῦν τὸν υἱὸν τοῦ θεοῦ,
κρατῶμεν τῆς ὁμολογίας:
οὐ γὰρ ἔχομεν ἀρχιερέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν,
πεπειρασμένον δὲ κατὰ πάντα καθ' ὁμοιότητα χωρὶς ἁμαρτίας.
προσερχώμεθα οὖν μετὰ παρρησίας τῷ θρόνῳ τῆς χάριτος,
ἵνα λάβωμεν ἔλεος καὶ χάριν εὕρωμεν εἰς εὔκαιρον βοήθειαν.
30 Sunday B: Hebrews: 5:1-6 / 2 Monday: Hebrews 5:1-10

      πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος
      ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν θεόν,
      ἵνα προσφέρῃ δῶρά τε καὶ θυσίας ὑπὲρ ἁμαρτιῶν,
      μετριοπαθεῖν δυνάμενος τοῖς ἀγνοοῦσιν καὶ πλανωμένοις,
      ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν,
      καὶ δι' αὐτὴν ὀφείλει καθὼς περὶ τοῦ λαοῦ
      οὕτως καὶ περὶ αὐτοῦ προσφέρειν περὶ ἁμαρτιῶν.

      καὶ οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμήν,
      ἀλλὰ καλούμενος ὑπὸ τοῦ θεοῦ, καθώσπερ καὶ Ἀαρών.
      οὕτως καὶ ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασεν γενηθῆναι ἀρχιερέα,
      ἀλλ' ὁ λαλήσας πρὸς αὐτόν, υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε:
      καθὼς καὶ ἐν ἑτέρῳ λέγει, σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισέδεκ.
7 ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ,
δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σῴζειν αὐτὸν ἐκ θανάτου
μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας
καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας,
καίπερ ὢν υἱὸς ἔμαθεν ἀφ' ὧν ἔπαθεν τὴν ὑπακοήν:
καὶ τελειωθεὶς ἐγένετο πᾶσιν τοῖς ὑπακούουσιν αὐτῷ αἴτιος σωτηρίας αἰωνίου,
προσαγορευθεὶς ὑπὸ τοῦ θεοῦ ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισέδεκ.
2 Tuesday: Hebrews 6:10-20
      οὐ γὰρ ἄδικος ὁ θεὸς ἐπιλαθέσθαι τοῦ ἔργου ὑμῶν
      καὶ τῆς ἀγάπης ἧς ἐνεδείξασθε εἰς τὸ ὄνομα αὐτοῦ,
      διακονήσαντες τοῖς ἁγίοις καὶ διακονοῦντες.
      ἐπιθυμοῦμεν δὲ ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν
      πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος ἄχρι τέλους,
      ἵνα μὴ νωθροὶ γένησθε,
      μιμηταὶ δὲ τῶν διὰ πίστεως καὶ μακροθυμίας κληρονομούντων τὰς ἐπαγγελίας.

τῷ γὰρ Ἀβραὰμ ἐπαγγειλάμενος ὁ θεός,
ἐπεὶ κατ' οὐδενὸς εἶχεν μείζονος ὀμόσαι,
ὤμοσεν καθ' ἑαυτοῦ, λέγων,
εἰ μὴν εὐλογῶν εὐλογήσω σε καὶ πληθύνων πληθυνῶ σε:
καὶ οὕτως μακροθυμήσας ἐπέτυχεν τῆς ἐπαγγελίας.
      ἄνθρωποι γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσιν,
      καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὁ ὅρκος:
      ἐν ᾧ περισσότερον βουλόμενος ὁ θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας
      τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ ἐμεσίτευσεν ὅρκῳ,
      ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων,
      ἐν οἷς ἀδύνατον ψεύσασθαι τὸν θεόν,
      ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ καταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος:
ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς,
ἀσφαλῆ τε καὶ βεβαίαν καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος,
ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς,
κατὰ τὴν τάξιν Μελχισέδεκ ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα.
2 Wednesday: Hebrews 7:1-3,15-17
οὗτος γὰρ ὁ Μελχισέδεκ, βασιλεὺς Σαλήμ, ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου,
ὁ συναντήσας Ἀβραὰμ ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων καὶ εὐλογήσας αὐτόν,
ᾧ καὶ δεκάτην ἀπὸ πάντων ἐμέρισεν Ἀβραάμ,
πρῶτον μὲν ἑρμηνευόμενος βασιλεὺς δικαιοσύνης
ἔπειτα δὲ καὶ βασιλεὺς Σαλήμ, ὅ ἐστιν βασιλεὺς εἰρήνης,
ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος,
μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχων,
ἀφωμοιωμένος δὲ τῷ υἱῷ τοῦ θεοῦ,
μένει ἱερεὺς εἰς τὸ διηνεκές...
            καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν,
            εἰ κατὰ τὴν ὁμοιότητα Μελχισέδεκ ἀνίσταται ἱερεὺς ἕτερος,
            ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκίνης γέγονεν
            ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου,
            μαρτυρεῖται γὰρ ὅτι σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισέδεκ.
31 Sunday B: Hebrews 7:23-28
      καὶ οἱ μὲν πλείονές εἰσιν γεγονότες ἱερεῖς διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν:
      ὁ δὲ διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα ἀπαράβατον ἔχει τὴν ἱερωσύνην:
      ὅθεν καὶ σῴζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι' αὐτοῦ τῷ θεῷ,
      πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν.
τοιοῦτος γὰρ ἡμῖν καὶ ἔπρεπεν ἀρχιερεύς,
ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν,
καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος:
ὃς οὐκ ἔχει καθ' ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς,
πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ:
τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας.
ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν,
ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον.
2 Thursday: Hebrews 7:25—8:6
τοιοῦτος γὰρ ἡμῖν καὶ ἔπρεπεν ἀρχιερεύς,
ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν,
καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος:
ὃς οὐκ ἔχει καθ' ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς,
πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ:
τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας.
ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν,
ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον.

      κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις,
      τοιοῦτον ἔχομεν ἀρχιερέα,
      ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς,
      τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς,
      ἣν ἔπηξεν ὁ κύριος, οὐκ ἄνθρωπος.
            πᾶς γὰρ ἀρχιερεὺς εἰς τὸ προσφέρειν δῶρά τε καὶ θυσίας καθίσταται:
            ὅθεν ἀναγκαῖον ἔχειν τι καὶ τοῦτον ὃ προσενέγκῃ.
                  εἰ μὲν οὖν ἦν ἐπὶ γῆς, οὐδ' ἂν ἦν ἱερεύς,
                  ὄντων τῶν προσφερόντων κατὰ νόμον τὰ δῶρα:
                  οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσιν τῶν ἐπουρανίων,
                  καθὼς κεχρημάτισται Μωϋσῆς μέλλων ἐπιτελεῖν τὴν σκηνήν,
                  ὅρα γάρ, φησίν, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει:
            νυνὶ δὲ διαφορωτέρας τέτυχεν λειτουργίας,
            ὅσῳ καὶ κρείττονός ἐστιν διαθήκης μεσίτης,
            ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις νενομοθέτηται.
2 Friday: Hebrews 8:6-13

            νυνὶ δὲ διαφορωτέρας τέτυχεν λειτουργίας,
            ὅσῳ καὶ κρείττονός ἐστιν διαθήκης μεσίτης,
            ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις νενομοθέτηται.

                  εἰ γὰρ ἡ πρώτη ἐκείνη ἦν ἄμεμπτος,
                  οὐκ ἂν δευτέρας ἐζητεῖτο τόπος:
                  μεμφόμενος γὰρ αὐτοὺς λέγει,

            ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος,
            καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινήν,
                  οὐ κατὰ τὴν διαθήκην ἣν ἐποίησα τοῖς πατράσιν αὐτῶν
                  ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν
                  ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου,
                  ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου,
                  κἀγὼ ἠμέλησα αὐτῶν, λέγει κύριος.
            ὅτι αὕτη ἡ διαθήκη ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ
            μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει κύριος,
            διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν,
            καὶ ἐπὶ καρδίας αὐτῶν ἐπιγράψω αὐτούς,
            καὶ ἔσομαι αὐτοῖς εἰς θεὸν καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν.
            καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πολίτην αὐτοῦ
            καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, λέγων, γνῶθι τὸν κύριον,
            ὅτι πάντες εἰδήσουσίν με ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν.
            ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν,
            καὶ τῶν ἁμαρτιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι.
      ἐν τῷ λέγειν καινὴν πεπαλαίωκεν τὴν πρώτην:
      τὸ δὲ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ.
2 Saturday: Hebrews 9:2-3,30-14
σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη
ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων,
ἥτις λέγεται ἅγια:
μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη ἅγια ἁγίων...
      Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν γενομένων ἀγαθῶν
      διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς οὐ χειροποιήτου,
      τοῦτ' ἔστιν οὐ ταύτης τῆς κτίσεως,
      οὐδὲ δι' αἵματος τράγων καὶ μόσχων διὰ δὲ τοῦ ἰδίου αἵματος,
      εἰσῆλθεν ἐφάπαξ εἰς τὰ ἅγια, αἰωνίαν λύτρωσιν εὑράμενος.
            εἰ γὰρ τὸ αἷμα τράγων καὶ ταύρων
            καὶ σποδὸς δαμάλεως ῥαντίζουσα
            τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα,
            πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ,
            ὃς διὰ πνεύματος αἰωνίου ἑαυτὸν προσήνεγκεν ἄμωμον τῷ θεῷ,
            καθαριεῖ τὴν συνείδησιν ἡμῶν ἀπὸ νεκρῶν ἔργων εἰς τὸ λατρεύειν θεῷ ζῶντι.
32 Sunday B / 3 Monday: Hebrews 9:15,24-28

οὐ γὰρ εἰς χειροποίητα εἰσῆλθεν ἅγια Χριστός, ἀντίτυπα τῶν ἀληθινῶν,
ἀλλ' εἰς αὐτὸν τὸν οὐρανόν,
νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ θεοῦ ὑπὲρ ἡμῶν:
     οὐδ' ἵνα πολλάκις προσφέρῃ ἑαυτόν,
     ὥσπερ ὁ ἀρχιερεὺς εἰσέρχεται εἰς τὰ ἅγια κατ' ἐνιαυτὸν ἐν αἵματι ἀλλοτρίῳ,
     ἐπεὶ ἔδει αὐτὸν πολλάκις παθεῖν ἀπὸ καταβολῆς κόσμου:
νυνὶ δὲ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν τῆς ἁμαρτίας
διὰ τῆς θυσίας αὐτοῦ πεφανέρωται.
καὶ καθ' ὅσον ἀπόκειται τοῖς ἀνθρώποις ἅπαξ ἀποθανεῖν, μετὰ δὲ τοῦτο κρίσις,
οὕτως καὶ ὁ Χριστός,
ἅπαξ προσενεχθεὶς εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας,
ἐκ δευτέρου χωρὶς ἁμαρτίας ὀφθήσεται τοῖς αὐτὸν ἀπεκδεχομένοις εἰς σωτηρίαν.
3 Tuesday: Hebrews 10:1-10
σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν,
οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων,
κατ' ἐνιαυτὸν ταῖς αὐταῖς θυσίαις ἃς προσφέρουσιν εἰς τὸ διηνεκὲς
οὐδέποτε δύναται τοὺς προσερχομένους τελειῶσαι:
ἐπεὶ οὐκ ἂν ἐπαύσαντο προσφερόμεναι,
διὰ τὸ μηδεμίαν ἔχειν ἔτι συνείδησιν ἁμαρτιῶν τοὺς λατρεύοντας ἅπαξ κεκαθαρισμένους;
ἀλλ' ἐν αὐταῖς ἀνάμνησις ἁμαρτιῶν κατ' ἐνιαυτόν,
ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας.
      διὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει,
      θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι:
      ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας.
      τότε εἶπον, ἰδοὺ ἥκω, ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ,
      τοῦ ποιῆσαι, ὁ θεός, τὸ θέλημά σου.
            ἀνώτερον λέγων ὅτι θυσίας καὶ προσφορὰς
            καὶ ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἠθέλησας οὐδὲ εὐδόκησας,
            αἵτινες κατὰ νόμον προσφέρονται,
                  τότε εἴρηκεν, ἰδοὺ ἥκω τοῦ ποιῆσαι τὸ θέλημά σου.
                  ἀναιρεῖ τὸ πρῶτον ἵνα τὸ δεύτερον στήσῃ:
                  ἐν ᾧ θελήματι ἡγιασμένοι ἐσμὲν
                  διὰ τῆς προσφορᾶς τοῦ σώματος Ἰησοῦ Χριστοῦ ἐφάπαξ.
33 Sunday B: Hebrews 10:11-14,18
            καὶ πᾶς μὲν ἱερεὺς ἕστηκεν καθ' ἡμέραν λειτουργῶν
            καὶ τὰς αὐτὰς πολλάκις προσφέρων θυσίας,
            αἵτινες οὐδέποτε δύνανται περιελεῖν ἁμαρτίας.
      οὗτος δὲ μίαν ὑπὲρ ἁμαρτιῶν προσενέγκας θυσίαν
      εἰς τὸ διηνεκὲς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θεοῦ,
      τὸ λοιπὸν ἐκδεχόμενος ἕως τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ:
      μιᾷ γὰρ προσφορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους...
ὅπου δὲ ἄφεσις τούτων, οὐκέτι προσφορὰ περὶ ἁμαρτίας.
3 Wednesday: Hebrews 10:30-18
            καὶ πᾶς μὲν ἱερεὺς ἕστηκεν καθ' ἡμέραν λειτουργῶν
            καὶ τὰς αὐτὰς πολλάκις προσφέρων θυσίας,
            αἵτινες οὐδέποτε δύνανται περιελεῖν ἁμαρτίας.
      οὗτος δὲ μίαν ὑπὲρ ἁμαρτιῶν προσενέγκας θυσίαν
      εἰς τὸ διηνεκὲς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θεοῦ,
      τὸ λοιπὸν ἐκδεχόμενος ἕως τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ:
      μιᾷ γὰρ προσφορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους.
μαρτυρεῖ δὲ ἡμῖν καὶ τὸ πνεῦμα τὸ ἅγιον:
μετὰ γὰρ τὸ εἰρηκέναι,
αὕτη ἡ διαθήκη ἣν διαθήσομαι πρὸς αὐτοὺς μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει κύριος,
διδοὺς νόμους μου ἐπὶ καρδίας αὐτῶν,
καὶ ἐπὶ τὴν διάνοιαν αὐτῶν ἐπιγράψω αὐτούς,
καὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθήσομαι ἔτι.
ὅπου δὲ ἄφεσις τούτων, οὐκέτι προσφορὰ περὶ ἁμαρτίας.
3 Thursday: Hebrews 10:19-25
ἔχοντες οὖν, ἀδελφοί, παρρησίαν εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι Ἰησοῦ,
ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν διὰ τοῦ καταπετάσματος,
τοῦτ' ἔστιν τῆς σαρκὸς αὐτοῦ,
καὶ ἱερέα μέγαν ἐπὶ τὸν οἶκον τοῦ θεοῦ,
      προσερχώμεθα μετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως,
      ῥεραντισμένοι τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς
      καὶ λελουσμένοι τὸ σῶμα ὕδατι καθαρῷ:
      κατέχωμεν τὴν ὁμολογίαν τῆς ἐλπίδος ἀκλινῆ,
      πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος:
καὶ κατανοῶμεν ἀλλήλους εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων,
μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν, καθὼς ἔθος τισίν,
ἀλλὰ παρακαλοῦντες,
καὶ τοσούτῳ μᾶλλον ὅσῳ βλέπετε ἐγγίζουσαν τὴν ἡμέραν.
3 Friday: Hebrews 10:32-39
ἀναμιμνῄσκεσθε δὲ τὰς πρότερον ἡμέρας,
ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων,
τοῦτο μὲν ὀνειδισμοῖς τε καὶ θλίψεσιν θεατριζόμενοι,
τοῦτο δὲ κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες:
καὶ γὰρ τοῖς δεσμίοις συνεπαθήσατε,
καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε,
γινώσκοντες ἔχειν ἑαυτοὺς κρείττονα ὕπαρξιν καὶ μένουσαν.
      μὴ ἀποβάλητε οὖν τὴν παρρησίαν ὑμῶν,
      ἥτις ἔχει μεγάλην μισθαποδοσίαν,
      ὑπομονῆς γὰρ ἔχετε χρείαν ἵνα τὸ θέλημα τοῦ θεοῦ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν.
ἔτι γὰρ μικρὸν ὅσον ὅσον, ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονίσει:
ὁ δὲ δίκαιός μου ἐκ πίστεως ζήσεται,
καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ.
ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς εἰς ἀπώλειαν,
ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχῆς.
6 Saturday: Hebrews 11:1-7
ἔστιν δὲ πίστις ἐλπιζομένων ὑπόστασις,
πραγμάτων ἔλεγχος οὐ βλεπομένων.
ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι.
πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι θεοῦ,
εἰς τὸ μὴ ἐκ φαινομένων τὸ βλεπόμενον γεγονέναι.
      πίστει πλείονα θυσίαν Ἁβελ παρὰ κάϊν προσήνεγκεν τῷ θεῷ,
      δι' ἧς ἐμαρτυρήθη εἶναι δίκαιος,
      μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτοῦ τοῦ θεοῦ,
      καὶ δι' αὐτῆς ἀποθανὼν ἔτι λαλεῖ.
            πίστει Ἑνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον,
            καὶ οὐχ ηὑρίσκετο διότι μετέθηκεν αὐτὸν ὁ θεός:
            πρὸ γὰρ τῆς μεταθέσεως μεμαρτύρηται εὐαρεστηκέναι τῷ θεῷ,
                  χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι,
                  πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ θεῷ
                  ὅτι ἔστιν καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται.
            πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων εὐλαβηθεὶς
            κατεσκεύασεν κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ,
            δι' ἧς κατέκρινεν τὸν κόσμον,
            καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος.
19 Sunday C / 3 Saturday: Hebrews 11:1-2,8-19
ἔστιν δὲ πίστις ἐλπιζομένων ὑπόστασις,
πραγμάτων ἔλεγχος οὐ βλεπομένων.
ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι.
πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι θεοῦ,
εἰς τὸ μὴ ἐκ φαινομένων τὸ βλεπόμενον γεγονέναι...
            πίστει Ἑνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον,
            καὶ οὐχ ηὑρίσκετο διότι μετέθηκεν αὐτὸν ὁ θεός:
            πρὸ γὰρ τῆς μεταθέσεως μεμαρτύρηται εὐαρεστηκέναι τῷ θεῷ,
                  χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι,
                  πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ θεῷ
                  ὅτι ἔστιν καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται.
            πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων εὐλαβηθεὶς
            κατεσκεύασεν κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ,
            δι' ἧς κατέκρινεν τὸν κόσμον,
            καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος.
      πίστει καλούμενος Ἀβραὰμ ὑπήκουσεν ἐξελθεῖν
      εἰς τόπον ὃν ἤμελλεν λαμβάνειν εἰς κληρονομίαν,
      καὶ ἐξῆλθεν μὴ ἐπιστάμενος ποῦ ἔρχεται.
      πίστει παρῴκησεν εἰς γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν,
      ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ
      τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς:
      ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν,
      ἧς τεχνίτης καὶ δημιουργὸς ὁ θεός...
            κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ λαβόντες τὰς ἐπαγγελίας,
            ἀλλὰ πόρρωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι,
            καὶ ὁμολογήσαντες ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς:
            οἱ γὰρ τοιαῦτα λέγοντες ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσιν.
            καὶ εἰ μὲν ἐκείνης ἐμνημόνευον ἀφ' ἧς ἐξέβησαν, εἶχον ἂν καιρὸν ἀνακάμψαι:
            νῦν δὲ κρείττονος ὀρέγονται, τοῦτ' ἔστιν ἐπουρανίου.
            διὸ οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ θεὸς θεὸς ἐπικαλεῖσθαι αὐτῶν,
            ἡτοίμασεν γὰρ αὐτοῖς πόλιν.

      πίστει προσενήνοχεν Ἀβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος,
      καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος.
4 Monday: Hebrews 11:32-40
            καὶ τί ἔτι λέγω;
            ἐπιλείψει με γὰρ διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ,
            Σαμψών, Ἰεφθάε, Δαυίδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν,
            οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας,
            εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν,
            ἔφραξαν στόματα λεόντων,
            ἔσβεσαν δύναμιν πυρός,
            ἔφυγον στόματα μαχαίρης,
            ἐδυναμώθησαν ἀπὸ ἀσθενείας,
            ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ,
            παρεμβολὰς ἔκλιναν ἀλλοτρίων:
            ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν:
      ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν,
      ἵνα κρείττονος ἀναστάσεως τύχωσιν:
      ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον,
      ἔτι δὲ δεσμῶν καὶ φυλακῆς:
      ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐν φόνῳ μαχαίρης ἀπέθανον,
      περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι,
      ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος,
      ἐπὶ ἐρημίαις πλανώμενοι καὶ ὄρεσιν καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς.
καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν,
τοῦ θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου,
ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν.
20 Sunday C / 4 Tuesday: Hebrews 12:1-4
τοιγαροῦν καὶ ἡμεῖς, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων,
ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν,
δι' ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα,
ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν,
ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινεν σταυρὸν αἰσχύνης καταφρονήσας,
ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ θεοῦ κεκάθικεν.
ἀναλογίσασθε γὰρ τὸν τοιαύτην ὑπομεμενηκότα ὑπὸ τῶν ἁμαρτωλῶν εἰς ἑαυτὸν ἀντιλογίαν,
ἵνα μὴ κάμητε ταῖς ψυχαῖς ὑμῶν ἐκλυόμενοι.
4 Wednesday: Hebrews 12:4-7,30-15
οὔπω μέχρις αἵματος ἀντικατέστητε πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι,
καὶ ἐκλέλησθε τῆς παρακλήσεως,
ἥτις ὑμῖν ὡς υἱοῖς διαλέγεται, υἱέ μου,
μὴ ὀλιγώρει παιδείας κυρίου, μηδὲ ἐκλύου ὑπ' αὐτοῦ ἐλεγχόμενος:
      ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται.
      εἰς παιδείαν ὑπομένετε: ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ θεός:
      τίς γὰρ υἱὸς ὃν οὐ παιδεύει πατήρ;...
      πᾶσα δὲ παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι ἀλλὰ λύπης,
      ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς δι' αὐτῆς γεγυμνασμένοις ἀποδίδωσιν δικαιοσύνης.
διὸ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε,
καὶ τροχιὰς ὀρθὰς ποιεῖτε τοῖς ποσὶν ὑμῶν,
ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον.

      εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμόν,
      οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν κύριον,
      ἐπισκοποῦντες μή τις ὑστερῶν ἀπὸ τῆς χάριτος τοῦ θεοῦ,
      μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ καὶ δι' αὐτῆς μιανθῶσιν πολλοί.
21 Sunday C: Hebrews 12:5-7,11-13
καὶ ἐκλέλησθε τῆς παρακλήσεως,
ἥτις ὑμῖν ὡς υἱοῖς διαλέγεται, υἱέ μου,
μὴ ὀλιγώρει παιδείας κυρίου, μηδὲ ἐκλύου ὑπ' αὐτοῦ ἐλεγχόμενος:
      ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται.
      εἰς παιδείαν ὑπομένετε: ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ θεός:
      τίς γὰρ υἱὸς ὃν οὐ παιδεύει πατήρ;...
      πᾶσα δὲ παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι ἀλλὰ λύπης,
      ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς δι' αὐτῆς γεγυμνασμένοις ἀποδίδωσιν δικαιοσύνης.
διὸ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε,
καὶ τροχιὰς ὀρθὰς ποιεῖτε τοῖς ποσὶν ὑμῶν,
ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον.
22 Sunday C / 4 Thursday: Hebrews 12:18-19,21-24
οὐ γὰρ προσεληλύθατε ψηλαφωμένῳ καὶ κεκαυμένῳ πυρὶ
καὶ γνόφῳ καὶ ζόφῳ καὶ θυέλλῃ
καὶ σάλπιγγος ἤχῳ καὶ φωνῇ ῥημάτων,
ἧς οἱ ἀκούσαντες παρῃτήσαντο μὴ προστεθῆναι αὐτοῖς λόγον:
οὐκ ἔφερον γὰρ τὸ διαστελλόμενον, κἂν θηρίον θίγῃ τοῦ ὄρους, λιθοβοληθήσεται:
καί, οὕτω φοβερὸν ἦν τὸ φανταζόμενον, Μωϋσῆς εἶπεν, ἔκφοβός εἰμι καὶ ἔντρομος.
      ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος,
      Ἰερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων πανηγύρει
      καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς,
      καὶ κριτῇ θεῷ πάντων,
      καὶ πνεύμασι δικαίων τετελειωμένων,
      καὶ διαθήκης νέας μεσίτῃ Ἰησοῦ,
      καὶ αἵματι ῥαντισμοῦ κρεῖττον λαλοῦντι παρὰ τὸν Ἁβελ.
βλέπετε μὴ παραιτήσησθε τὸν λαλοῦντα:
εἰ γὰρ ἐκεῖνοι οὐκ ἐξέφυγον ἐπὶ γῆς παραιτησάμενοι τὸν χρηματίζοντα,
πολὺ μᾶλλον ἡμεῖς οἱ τὸν ἀπ' οὐρανῶν ἀποστρεφόμενοι:
οὗ ἡ φωνὴ τὴν γῆν ἐσάλευσεν τότε, νῦν δὲ ἐπήγγελται λέγων,
ἔτι ἅπαξ ἐγὼ σείσω οὐ μόνον τὴν γῆν ἀλλὰ καὶ τὸν οὐρανόν.
τὸ δέ, ἔτι ἅπαξ δηλοῖ τὴν τῶν σαλευομένων μετάθεσιν ὡς πεποιημένων,
ἵνα μείνῃ τὰ μὴ σαλευόμενα.
διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες ἔχωμεν χάριν,
δι' ἧς λατρεύωμεν εὐαρέστως τῷ θεῷ μετὰ εὐλαβείας καὶ δέους:
καὶ γὰρ ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον.
4 Friday: Hebrews 13:1-8
ἡ φιλαδελφία μενέτω.
τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε,
διὰ ταύτης γὰρ ἔλαθόν τινες ξενίσαντες ἀγγέλους.
μιμνῄσκεσθε τῶν δεσμίων ὡς συνδεδεμένοι,
τῶν κακουχουμένων ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι.
τίμιος ὁ γάμος ἐν πᾶσιν καὶ ἡ κοίτη ἀμίαντος,
πόρνους γὰρ καὶ μοιχοὺς κρινεῖ ὁ θεός.
ἀφιλάργυρος ὁ τρόπος:
ἀρκούμενοι τοῖς παροῦσιν:
αὐτὸς γὰρ εἴρηκεν, οὐ μή σε ἀνῶ οὐδ' οὐ μή σε ἐγκαταλίπω:
ὥστε θαρροῦντας ἡμᾶς λέγειν,
κύριος ἐμοὶ βοηθός, οὐ φοβηθήσομαι: τί ποιήσει μοι ἄνθρωπος;
      μνημονεύετε τῶν ἡγουμένων ὑμῶν,
      οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ θεοῦ,
      ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν πίστιν.
            Ἰησοῦς Χριστὸς ἐχθὲς καὶ σήμερον ὁ αὐτός, καὶ εἰς τοὺς αἰῶνας.
4 Saturday: Hebrews 13:15-17,20-21
            δι' αὐτοῦ οὖν ἀναφέρωμεν θυσίαν αἰνέσεως διὰ παντὸς τῷ θεῷ,
            τοῦτ' ἔστιν καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ.
      τῆς δὲ εὐποιΐας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε,
      τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ θεός.
πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε,
αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσοντες,
ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσιν καὶ μὴ στενάζοντες, ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο... ὁ δὲ θεὸς τῆς εἰρήνης,
ὁ ἀναγαγὼν ἐκ νεκρῶν τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν ἐν αἵματι διαθήκης αἰωνίου,
τὸν κύριον ἡμῶν Ἰησοῦν,
καταρτίσαι ὑμᾶς ἐν παντὶ ἀγαθῷ εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ,
ποιῶν ἐν ἡμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ διὰ Ἰησοῦ Χριστοῦ,
ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων: ἀμήν.
6 Monday: James 1:1-11

Ἰάκωβος θεοῦ καὶ κυρίου Ἰησοῦ Χριστοῦ δοῦλος
ταῖς δώδεκα φυλαῖς ταῖς ἐν τῇ διασπορᾷ
χαίρειν.

πᾶσαν χαρὰν ἡγήσασθε ἀδελφοί μου ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις,
γινώσκοντες ὅτι τὸ δοκίμιον ὑμῶν τῆς πίστεως κατεργάζεται ὑπομονήν:
ἡ δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι ἐν μηδενὶ λειπόμενοι.

      εἰ δέ τις ὑμῶν λείπεται σοφίας,
      αἰτείτω παρὰ τοῦ διδόντος θεοῦ πᾶσιν ἁπλῶς καὶ μὴ ὀνειδίζοντος καὶ δοθήσεται αὐτῷ.
      αἰτείτω δὲ ἐν πίστει, μηδὲν διακρινόμενος,
      ὁ γὰρ διακρινόμενος ἔοικεν κλύδωνι θαλάσσης ἀνεμιζομένῳ καὶ ῥιπιζομένῳ:
      μὴ γὰρ οἰέσθω ὁ ἄνθρωπος ἐκεῖνος ὅτι λήμψεταί τι παρὰ τοῦ κυρίου,
      ἀνὴρ δίψυχος ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ.

      καυχάσθω δὲ ὁ ἀδελφὸς ὁ ταπεινὸς ἐν τῷ ὕψει αὐτοῦ,
      ὁ δὲ πλούσιος ἐν τῇ ταπεινώσει αὐτοῦ ὅτι ὡς ἄνθος χόρτου παρελεύσεται.
      ἀνέτειλεν γὰρ ὁ ἥλιος σὺν τῷ καύσωνι καὶ ἐξήρανεν τὸν χόρτον,
      καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσεν καὶ ἡ εὐπρέπεια τοῦ προσώπου αὐτοῦ ἀπώλετο:
      οὕτως καὶ ὁ πλούσιος ἐν ταῖς πορείαις αὐτοῦ μαρανθήσεται.

6 Tuesday: James 1:12-18
μακάριος ἀνὴρ ὃς ὑπομένει πειρασμόν,
ὅτι δόκιμος γενόμενος λήμψεται τὸν στέφανον τῆς ζωῆς,
ὃν ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν.
μηδεὶς πειραζόμενος λεγέτω ὅτι ἀπὸ θεοῦ πειράζομαι:
ὁ γὰρ θεὸς ἀπείραστός ἐστιν κακῶν πειράζει δὲ αὐτὸς οὐδένα.
ἕκαστος δὲ πειράζεται ὑπὸ τῆς ἰδίας ἐπιθυμίας ἐξελκόμενος καὶ δελεαζόμενος:
εἶτα ἡ ἐπιθυμία συλλαβοῦσα τίκτει ἁμαρτίαν,
ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκύει θάνατον.

      μὴ πλανᾶσθε ἀδελφοί μου ἀγαπητοί.
      πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστιν,
      καταβαῖνον ἀπὸ τοῦ πατρὸς τῶν φώτων,
     παρ ᾧ οὐκ ἔνι παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα.
     βουληθεὶς ἀπεκύησεν ἡμᾶς λόγῳ ἀληθείας,
     εἰς τὸ εἶναι ἡμᾶς ἀπαρχήν τινα τῶν αὐτοῦ κτισμάτων.
22 Sunday B: James 1:17-18,21b-22,27
      πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστιν,
      καταβαῖνον ἀπὸ τοῦ πατρὸς τῶν φώτων,
      παρ ᾧ οὐκ ἔνι παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα.
      βουληθεὶς ἀπεκύησεν ἡμᾶς λόγῳ ἀληθείας,
      εἰς τὸ εἶναι ἡμᾶς ἀπαρχήν τινα τῶν αὐτοῦ κτισμάτων...
ἐν πραΰτητι δέξασθε τὸν ἔμφυτον λόγον τὸν δυνάμενον σῶσαι τὰς ψυχὰς ὑμῶν.
     γίνεσθε δὲ ποιηταὶ λόγου καὶ μὴ μόνον ἀκροαταὶ παραλογιζόμενοι ἑαυτούς...
θρησκεία καθαρὰ καὶ ἀμίαντος παρὰ τῷ θεῷ καὶ πατρὶ αὕτη ἐστίν,
ἐπισκέπτεσθαι ὀρφανοὺς καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν,
ἄσπιλον ἑαυτὸν τηρεῖν ἀπὸ τοῦ κόσμου.
6 Wednesday: James 1:19-27
ἴστε ἀδελφοί μου ἀγαπητοί. ἔστω δὲ πᾶς ἄνθρωπος ταχὺς εἰς τὸ ἀκοῦσαι,
βραδὺς εἰς τὸ λαλῆσαι βραδὺς εἰς ὀργήν:
ὀργὴ γὰρ ἀνδρὸς δικαιοσύνην θεοῦ οὐκ ἐργάζεται.
διὸ ἀποθέμενοι πᾶσαν ῥυπαρίαν καὶ περισσείαν κακίας
ἐν πραΰτητι δέξασθε τὸν ἔμφυτον λόγον τὸν δυνάμενον σῶσαι τὰς ψυχὰς ὑμῶν.

     γίνεσθε δὲ ποιηταὶ λόγου καὶ μὴ μόνον ἀκροαταὶ παραλογιζόμενοι ἑαυτούς.
     ὅτι εἴ τις ἀκροατὴς λόγου ἐστὶν καὶ οὐ ποιητής,
     οὗτος ἔοικεν ἀνδρὶ κατανοοῦντι τὸ πρόσωπον τῆς γενέσεως αὐτοῦ ἐν ἐσόπτρῳ:
     κατενόησεν γὰρ ἑαυτὸν καὶ ἀπελήλυθεν καὶ εὐθέως ἐπελάθετο ὁποῖος ἦν.
      ὁ δὲ παρακύψας εἰς νόμον τέλειον τὸν τῆς ἐλευθερίας καὶ παραμείνας,
      οὐκ ἀκροατὴς ἐπιλησμονῆς γενόμενος ἀλλὰ ποιητὴς ἔργου,
      οὗτος μακάριος ἐν τῇ ποιήσει αὐτοῦ ἔσται.

εἴ τις δοκεῖ θρησκὸς εἶναι μὴ χαλιναγωγῶν γλῶσσαν αὐτοῦ ἀλλὰ ἀπατῶν καρδίαν αὐτοῦ,
τούτου μάταιος ἡ θρησκεία.
θρησκεία καθαρὰ καὶ ἀμίαντος παρὰ τῷ θεῷ καὶ πατρὶ αὕτη ἐστίν,
ἐπισκέπτεσθαι ὀρφανοὺς καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν,
ἄσπιλον ἑαυτὸν τηρεῖν ἀπὸ τοῦ κόσμου.
23 Sunday B: James 2:1-5 / 6 Thursday: James 2:1-9
ἀδελφοί μου μὴ ἐν προσωπολημψίαις ἔχετε τὴν πίστιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς δόξης.
ἐὰν γὰρ εἰσέλθῃ εἰς συναγωγὴν ὑμῶν ἀνὴρ χρυσοδακτύλιος ἐν ἐσθῆτι λαμπρᾷ,
εἰσέλθῃ δὲ καὶ πτωχὸς ἐν ῥυπαρᾷ ἐσθῆτι,
ἐπιβλέψητε δὲ ἐπὶ τὸν φοροῦντα τὴν ἐσθῆτα τὴν λαμπρὰν καὶ εἴπητε σὺ κάθου ὧδε καλῶς,
καὶ τῷ πτωχῷ εἴπητε σὺ στῆθι ἐκεῖ ἢ κάθου ὑπὸ τὸ ὑποπόδιόν μου,
οὐ διεκρίθητε ἐν ἑαυτοῖς καὶ ἐγένεσθε κριταὶ διαλογισμῶν πονηρῶν;
      ἀκούσατε ἀδελφοί μου ἀγαπητοί. οὐχ ὁ θεὸς ἐξελέξατο τοὺς πτωχοὺς τῷ κόσμῳ
      πλουσίους ἐν πίστει καὶ κληρονόμους τῆς βασιλείας ἧς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν;
     ὑμεῖς δὲ ἠτιμάσατε τὸν πτωχόν.
     οὐχ οἱ πλούσιοι καταδυναστεύουσιν ὑμῶν καὶ αὐτοὶ ἕλκουσιν ὑμᾶς εἰς κριτήρια;
     οὐκ αὐτοὶ βλασφημοῦσιν τὸ καλὸν ὄνομα τὸ ἐπικληθὲν ἐφ ὑμᾶς;
εἰ μέντοι νόμον τελεῖτε βασιλικὸν κατὰ τὴν γραφήν,
ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν καλῶς ποιεῖτε:
24 Sunday B: James 14-18 / 6 Friday: James 2:14-24,26
τί τὸ ὄφελος ἀδελφοί μου ἐὰν πίστιν λέγῃ τις ἔχειν ἔργα δὲ μὴ ἔχῃ;
μὴ δύναται ἡ πίστις σῶσαι αὐτόν;
ἐὰν ἀδελφὸς ἢ ἀδελφὴ γυμνοὶ ὑπάρχωσιν καὶ λειπόμενοι τῆς ἐφημέρου τροφῆς,
εἴπῃ δέ τις αὐτοῖς ἐξ ὑμῶν, ὑπάγετε ἐν εἰρήνῃ θερμαίνεσθε καὶ χορτάζεσθε,
μὴ δῶτε δὲ αὐτοῖς τὰ ἐπιτήδεια τοῦ σώματος τί τὸ ὄφελος;
οὕτως καὶ ἡ πίστις ἐὰν μὴ ἔχῃ ἔργα νεκρά ἐστιν καθ ἑαυτήν.
      ἀλλ ἐρεῖ τις σὺ πίστιν ἔχεις κἀγὼ ἔργα ἔχω.
      δεῖξόν μοι τὴν πίστιν σου χωρὶς τῶν ἔργων κἀγώ σοι δείξω ἐκ τῶν ἔργων μου τὴν πίστιν.
      σὺ πιστεύεις ὅτι εἷς ἐστιν ὁ θεός; καλῶς ποιεῖς:
      καὶ τὰ δαιμόνια πιστεύουσιν καὶ φρίσσουσιν.

      θέλεις δὲ γνῶναι ὦ ἄνθρωπε κενέ ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων ἀργή ἐστιν;
      Ἀβραὰμ ὁ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδικαιώθη,
      ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον;
      βλέπεις ὅτι ἡ πίστις συνήργει τοῖς ἔργοις αὐτοῦ καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐτελειώθη,
      καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ θεῷ,
      καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην καὶ φίλος θεοῦ ἐκλήθη.
ὁρᾶτε ὅτι ἐξ ἔργων δικαιοῦται ἄνθρωπος καὶ οὐκ ἐκ πίστεως μόνον...
ὥσπερ γὰρ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστιν οὕτως καὶ ἡ πίστις χωρὶς ἔργων νεκρά ἐστιν.
6 Saturday: James 3:1-10
μὴ πολλοὶ διδάσκαλοι γίνεσθε ἀδελφοί μου εἰδότες ὅτι μεῖζον κρίμα λημψόμεθα.
πολλὰ γὰρ πταίομεν ἅπαντες.
εἴ τις ἐν λόγῳ οὐ πταίει οὗτος τέλειος ἀνήρ δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα.
     εἰ δὲ τῶν ἵππων τοὺς χαλινοὺς εἰς τὰ στόματα βάλλομεν εἰς τὸ πείθεσθαι αὐτοὺς ἡμῖν,
     καὶ ὅλον τὸ σῶμα αὐτῶν μετάγομεν.
     ἰδοὺ καὶ τὰ πλοῖα τηλικαῦτα ὄντα καὶ ὑπὸ ἀνέμων σκληρῶν ἐλαυνόμενα,
     μετάγεται ὑπὸ ἐλαχίστου πηδαλίου ὅπου ἡ ὁρμὴ τοῦ εὐθύνοντος βούλεται:
     οὕτως καὶ ἡ γλῶσσα μικρὸν μέλος ἐστὶν καὶ μεγάλα αὐχεῖ.
            ἰδοὺ ἡλίκον πῦρ ἡλίκην ὕλην ἀνάπτει:
            καὶ ἡ γλῶσσα πῦρ, ὁ κόσμος τῆς ἀδικίας,
            ἡ γλῶσσα καθίσταται ἐν τοῖς μέλεσιν ἡμῶν ἡ σπιλοῦσα ὅλον τὸ σῶμα
           καὶ φλογίζουσα τὸν τροχὸν τῆς γενέσεως καὶ φλογιζομένη ὑπὸ τῆς γεέννης.

            πᾶσα γὰρ φύσις θηρίων τε καὶ πετεινῶν ἑρπετῶν τε καὶ ἐναλίων
            δαμάζεται καὶ δεδάμασται τῇ φύσει τῇ ἀνθρωπίνῃ:
            τὴν δὲ γλῶσσαν οὐδεὶς δαμάσαι δύναται ἀνθρώπων:
            ἀκατάστατον κακόν μεστὴ ἰοῦ θανατηφόρου.
     ἐν αὐτῇ εὐλογοῦμεν τὸν κύριον καὶ πατέρα,
     καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώπους τοὺς καθ ὁμοίωσιν θεοῦ γεγονότας:
     ἐκ τοῦ αὐτοῦ στόματος ἐξέρχεται εὐλογία καὶ κατάρα.
οὐ χρή ἀδελφοί μου ταῦτα οὕτως γίνεσθαι.
7 Monday: James 3:13-18
τίς σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν;
δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ ἐν πραΰτητι σοφίας.
      εἰ δὲ ζῆλον πικρὸν ἔχετε καὶ ἐριθείαν ἐν τῇ καρδίᾳ ὑμῶν,
     μὴ κατακαυχᾶσθε καὶ ψεύδεσθε κατὰ τῆς ἀληθείας.
     οὐκ ἔστιν αὕτη ἡ σοφία ἄνωθεν κατερχομένη ἀλλὰ ἐπίγειος ψυχική δαιμονιώδης:
     ὅπου γὰρ ζῆλος καὶ ἐριθεία ἐκεῖ ἀκαταστασία καὶ πᾶν φαῦλον πρᾶγμα.
ἡ δὲ ἄνωθεν σοφία πρῶτον μὲν ἁγνή ἐστιν ἔπειτα εἰρηνική ἐπιεικής εὐπειθής,
μεστὴ ἐλέους καὶ καρπῶν ἀγαθῶν ἀδιάκριτος ἀνυπόκριτος:
καρπὸς δὲ δικαιοσύνης ἐν εἰρήνῃ σπείρεται τοῖς ποιοῦσιν εἰρήνην.
25 Sunday B: James 3:16—4:3
     ὅπου γὰρ ζῆλος καὶ ἐριθεία ἐκεῖ ἀκαταστασία καὶ πᾶν φαῦλον πρᾶγμα.
ἡ δὲ ἄνωθεν σοφία πρῶτον μὲν ἁγνή ἐστιν ἔπειτα εἰρηνική ἐπιεικής εὐπειθής,
μεστὴ ἐλέους καὶ καρπῶν ἀγαθῶν ἀδιάκριτος ἀνυπόκριτος:
καρπὸς δὲ δικαιοσύνης ἐν εἰρήνῃ σπείρεται τοῖς ποιοῦσιν εἰρήνην.
4
πόθεν πόλεμοι καὶ πόθεν μάχαι ἐν ὑμῖν;
οὐκ ἐντεῦθεν ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν;
ἐπιθυμεῖτε καὶ οὐκ ἔχετε: φονεύετε καὶ ζηλοῦτε καὶ οὐ δύνασθε ἐπιτυχεῖν: μάχεσθε καὶ πολεμεῖτε.
     οὐκ ἔχετε διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς:
     αἰτεῖτε καὶ οὐ λαμβάνετε διότι κακῶς αἰτεῖσθε ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε.
7 Tuesday: James 4:1-10
πόθεν πόλεμοι καὶ πόθεν μάχαι ἐν ὑμῖν;
οὐκ ἐντεῦθεν ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν;
ἐπιθυμεῖτε καὶ οὐκ ἔχετε: φονεύετε καὶ ζηλοῦτε καὶ οὐ δύνασθε ἐπιτυχεῖν: μάχεσθε καὶ πολεμεῖτε.
     οὐκ ἔχετε διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς:
     αἰτεῖτε καὶ οὐ λαμβάνετε διότι κακῶς αἰτεῖσθε ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε.
     μοιχαλίδες οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ θεοῦ ἐστιν;
     ὃς ἐὰν οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου ἐχθρὸς τοῦ θεοῦ καθίσταται.
           ἢ δοκεῖτε ὅτι κενῶς ἡ γραφὴ λέγει πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα ὃ κατῴκισεν ἐν ἡμῖν;
            μείζονα δὲ δίδωσιν χάριν: διὸ λέγει ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται ταπεινοῖς δὲ δίδωσιν χάριν.
            ὑποτάγητε οὖν τῷ θεῷ: ἀντίστητε δὲ τῷ διαβόλῳ καὶ φεύξεται ἀφ ὑμῶν:
            ἐγγίσατε τῷ θεῷ, καὶ ἐγγιεῖ ὑμῖν.
      καθαρίσατε χεῖρας ἁμαρτωλοί καὶ ἁγνίσατε καρδίας δίψυχοι.
      ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε:
      ὁ γέλως ὑμῶν εἰς πένθος μετατραπήτω καὶ ἡ χαρὰ εἰς κατήφειαν.
      ταπεινώθητε ἐνώπιον κυρίου καὶ ὑψώσει ὑμᾶς.
7 Wednesday: James 4:13-17
ἄγε νῦν οἱ λέγοντες σήμερον ἢ αὔριον πορευσόμεθα εἰς τήνδε τὴν πόλιν
καὶ ποιήσομεν ἐκεῖ ἐνιαυτὸν καὶ ἐμπορευσόμεθα καὶ κερδήσομεν:
οἵτινες οὐκ ἐπίστασθε τὸ τῆς αὔριον ποία ἡ ζωὴ ὑμῶν.
ἀτμὶς γάρ ἐστε ἡ πρὸς ὀλίγον φαινομένη ἔπειτα καὶ ἀφανιζομένη:
ἀντὶ τοῦ λέγειν ὑμᾶς ἐὰν ὁ κύριος θελήσῃ καὶ ζήσομεν καὶ ποιήσομεν τοῦτο ἢ ἐκεῖνο.
νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν: πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν.
εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι ἁμαρτία αὐτῷ ἐστιν.
26 Sunday C / 7 Thursday: James 5:1-6
5    ἄγε νῦν οἱ πλούσιοι κλαύσατε ὀλολύζοντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχομέναις.
      ὁ πλοῦτος ὑμῶν σέσηπεν καὶ τὰ ἱμάτια ὑμῶν σητόβρωτα γέγονεν,
      ὁ χρυσὸς ὑμῶν καὶ ὁ ἄργυρος κατίωται,
      καὶ ὁ ἰὸς αὐτῶν εἰς μαρτύριον ὑμῖν ἔσται καὶ φάγεται τὰς σάρκας ὑμῶν ὡς πῦρ:
      ἐθησαυρίσατε ἐν ἐσχάταις ἡμέραις.
ἰδοὺ ὁ μισθὸς τῶν ἐργατῶν τῶν ἀμησάντων τὰς χώρας ὑμῶν ὁ ἀπεστερημένος ἀφ ὑμῶν κράζει,
καὶ αἱ βοαὶ τῶν θερισάντων εἰς τὰ ὦτα κυρίου σαβαὼθ εἰσεληλύθασιν.
ἐτρυφήσατε ἐπὶ τῆς γῆς καὶ ἐσπαταλήσατε,
ἐθρέψατε τὰς καρδίας ὑμῶν ἐν ἡμέρᾳ σφαγῆς.
κατεδικάσατε ἐφονεύσατε τὸν δίκαιον. οὐκ ἀντιτάσσεται ὑμῖν.
7 Friday: James 5:9-12
            μὴ στενάζετε ἀδελφοί κατ ἀλλήλων ἵνα μὴ κριθῆτε:
            ἰδοὺ ὁ κριτὴς πρὸ τῶν θυρῶν ἕστηκεν.
      ὑπόδειγμα λάβετε ἀδελφοί τῆς κακοπαθίας καὶ τῆς μακροθυμίας τοὺς προφήτας,
      οἳ ἐλάλησαν ἐν τῷ ὀνόματι κυρίου.
ἰδοὺ μακαρίζομεν τοὺς ὑπομείναντας:
τὴν ὑπομονὴν Ἰὼβ ἠκούσατε καὶ τὸ τέλος κυρίου εἴδετε,
ὅτι πολύσπλαγχνός ἐστιν ὁ κύριος καὶ οἰκτίρμων.

πρὸ πάντων δέ ἀδελφοί μου μὴ ὀμνύετε,
μήτε τὸν οὐρανὸν μήτε τὴν γῆν μήτε ἄλλον τινὰ ὅρκον:
ἤτω δὲ ὑμῶν τὸ ναὶ ναὶ καὶ τὸ οὒ οὔ ἵνα μὴ ὑπὸ κρίσιν πέσητε.
7 Saturday: James 5:13-20
πρὸ πάντων δέ ἀδελφοί μου μὴ ὀμνύετε,
μήτε τὸν οὐρανὸν μήτε τὴν γῆν μήτε ἄλλον τινὰ ὅρκον:
ἤτω δὲ ὑμῶν τὸ ναὶ ναὶ καὶ τὸ οὒ οὔ ἵνα μὴ ὑπὸ κρίσιν πέσητε.
      κακοπαθεῖ τις ἐν ὑμῖν; προσευχέσθω: εὐθυμεῖ τις: ψαλλέτω.
      ἀσθενεῖ τις ἐν ὑμῖν: προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας,
      καὶ προσευξάσθωσαν ἐπ αὐτὸν ἀλείψαντες αὐτὸν ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ κυρίου:
      καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα καὶ ἐγερεῖ αὐτὸν ὁ κύριος:
      κἂν ἁμαρτίας ᾖ πεποιηκώς ἀφεθήσεται αὐτῷ.

      ἐξομολογεῖσθε οὖν ἀλλήλοις τὰς ἁμαρτίας καὶ εὔχεσθε ὑπὲρ ἀλλήλων ὅπως ἰαθῆτε.
      πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη.
      Ἠλίας ἄνθρωπος ἦν ὁμοιοπαθὴς ἡμῖν καὶ προσευχῇ προσηύξατο τοῦ μὴ βρέξαι,
      καὶ οὐκ ἔβρεξεν ἐπὶ τῆς γῆς ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἕξ:
      καὶ πάλιν προσηύξατο καὶ ὁ οὐρανὸς ὑετὸν ἔδωκεν καὶ ἡ γῆ ἐβλάστησεν τὸν καρπὸν αὐτῆς.
ἀδελφοί μου ἐάν τις ἐν ὑμῖν πλανηθῇ ἀπὸ τῆς ἀληθείας καὶ ἐπιστρέψῃ τις αὐτόν,
γινωσκέτω ὅτι ὁ ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ
σώσει ψυχὴν αὐτοῦ ἐκ θανάτου καὶ καλύψει πλῆθος ἁμαρτιῶν.
8 Monday: 1 Peter 1:3-9
εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
ὁ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἀναγεννήσας ἡμᾶς
εἰς ἐλπίδα ζῶσαν δι' ἀναστάσεως Ἰησοῦ Χριστοῦ ἐκ νεκρῶν,
εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον,
τετηρημένην ἐν οὐρανοῖς εἰς ὑμᾶς
τοὺς ἐν δυνάμει θεοῦ φρουρουμένους διὰ πίστεως
εἰς σωτηρίαν ἑτοίμην ἀποκαλυφθῆναι ἐν καιρῷ ἐσχάτῳ.
      ἐν ᾧ ἀγαλλιᾶσθε,
      ὀλίγον ἄρτι εἰ δέον ἐστὶν λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς,
      ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως πολυτιμότερον χρυσίου τοῦ ἀπολλυμένου,
      διὰ πυρὸς δὲ δοκιμαζομένου,
      εὑρεθῇ εἰς ἔπαινον καὶ δόξαν καὶ τιμὴν
      ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ.
ὃν οὐκ ἰδόντες ἀγαπᾶτε,
εἰς ὃν ἄρτι μὴ ὁρῶντες πιστεύοντες δὲ
ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ,
κομιζόμενοι τὸ τέλος τῆς πίστεως ὑμῶν σωτηρίαν ψυχῶν.
8 Tuesday: 1 Peter 1:10-16
      περὶ ἧς σωτηρίας ἐξεζήτησαν καὶ ἐξηραύνησαν προφῆται
      οἱ περὶ τῆς εἰς ὑμᾶς χάριτος προφητεύσαντες,
      ἐραυνῶντες εἰς τίνα ἢ ποῖον καιρὸν ἐδήλου
            τὸ ἐν αὐτοῖς πνεῦμα Χριστοῦ προμαρτυρόμενον
            τὰ εἰς Χριστὸν παθήματα
            καὶ τὰς μετὰ ταῦτα δόξας:
      οἷς ἀπεκαλύφθη ὅτι οὐχ ἑαυτοῖς ὑμῖν δὲ διηκόνουν αὐτά,
      ἃ νῦν ἀνηγγέλη ὑμῖν διὰ τῶν εὐαγγελισαμένων ὑμᾶς
      ἐν πνεύματι ἁγίῳ ἀποσταλέντι ἀπ' οὐρανοῦ,
      εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι.

διὸ ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες,
τελείως ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν
ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ.
ὡς τέκνα ὑπακοῆς,
μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις,
      ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἅγιον
      καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε,
      διότι γέγραπται ὅτι ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιος εἰμι.
8 Wednesday: 1 Peter 1:18-25
      εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ ἐλυτρώθητε
      ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου,
ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ,
προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου,
φανερωθέντος δὲ ἐπ' ἐσχάτου τῶν χρόνων δι' ὑμᾶς
τοὺς δι' αὐτοῦ πιστοὺς εἰς θεὸν τὸν ἐγείραντα αὐτὸν ἐκ νεκρῶν καὶ δόξαν αὐτῷ δόντα,
ὥστε τὴν πίστιν ὑμῶν καὶ ἐλπίδα εἶναι εἰς θεόν.

τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας
εἰς φιλαδελφίαν ἀνυπόκριτον,
ἐκ καθαρᾶς καρδίας ἀλλήλους ἀγαπήσατε ἐκτενῶς,
ἀναγεγεννημένοι οὐκ ἐκ σπορᾶς φθαρτῆς ἀλλὰ ἀφθάρτου,
διὰ λόγου ζῶντος θεοῦ καὶ μένοντος: διότι
      πᾶσα σὰρξ ὡς χόρτος, * καὶ πᾶσα δόξα αὐτῆς ὡς ἄνθος χόρτου:
      ἐξηράνθη ὁ χόρτος,  * καὶ τὸ ἄνθος ἐξέπεσεν:
      τὸ δὲ ῥῆμα κυρίου * μένει εἰς τὸν αἰῶνα.
      τοῦτο δέ ἐστιν τὸ ῥῆμα τὸ εὐαγγελισθὲν εἰς ὑμᾶς.
8 Thursday: 1 Peter 2:2-5,9-12
ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσατε,
ἵνα ἐν αὐτῷ αὐξηθῆτε εἰς σωτηρίαν,
εἰ ἐγεύσασθε ὅτι χρηστὸς ὁ κύριος.

πρὸς ὃν προσερχόμενοι, λίθον ζῶντα,
ὑπὸ ἀνθρώπων μὲν ἀποδεδοκιμασμένον
παρὰ δὲ θεῷ ἐκλεκτὸν ἔντιμον,
καὶ αὐτοὶ ὡς λίθοι ζῶντες οἰκοδομεῖσθε
οἶκος πνευματικὸς εἰς ἱεράτευμα ἅγιον,
ἀνενέγκαι πνευματικὰς θυσίας
εὐπροσδέκτους τῷ θεῷ διὰ Ἰησοῦ Χριστοῦ...
ὑμεῖς δὲ γένος ἐκλεκτόν, βασίλειον ἱεράτευμα,
ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν,
ὅπως τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος
εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς:
οἵ ποτε οὐ λαὸς νῦν δὲ λαὸς θεοῦ,
οἱ οὐκ ἠλεημένοι νῦν δὲ ἐλεηθέντες.

ἀγαπητοί, παρακαλῶ ὡς παροίκους καὶ παρεπιδήμους
ἀπέχεσθαι τῶν σαρκικῶν ἐπιθυμιῶν,
αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς:
τὴν ἀναστροφὴν ὑμῶν ἐν τοῖς ἔθνεσιν ἔχοντες καλήν,
ἵνα, ἐν ᾧ καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν,
ἐκ τῶν καλῶν ἔργων ἐποπτεύοντες
δοξάσωσιν τὸν θεὸν ἐν ἡμέρᾳ ἐπισκοπῆς.
8 Friday: 1 Peter 4:7-13
     πάντων δὲ τὸ τέλος ἤγγικεν.
     σωφρονήσατε οὖν καὶ νήψατε εἰς προσευχάς:
     πρὸ πάντων τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες,
     ὅτι ἀγάπη καλύπτει πλῆθος ἁμαρτιῶν:
           φιλόξενοι εἰς ἀλλήλους ἄνευ γογγυσμοῦ:
           ἕκαστος καθὼς ἔλαβεν χάρισμα,
           εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος θεοῦ.
     εἴ τις λαλεῖ, ὡς λόγια θεοῦ: εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος ἧς χορηγεῖ ὁ θεός:
      ἵνα ἐν πᾶσιν δοξάζηται ὁ θεὸς διὰ Ἰησοῦ Χριστοῦ,
      ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων: ἀμήν.

ἀγαπητοί, μὴ ξενίζεσθε τῇ ἐν ὑμῖν πυρώσει πρὸς πειρασμὸν ὑμῖν γινομένῃ
ὡς ξένου ὑμῖν συμβαίνοντος,
ἀλλὰ καθὸ κοινωνεῖτε τοῖς τοῦ Χριστοῦ παθήμασιν χαίρετε,
ἵνα καὶ ἐν τῇ ἀποκαλύψει τῆς δόξης αὐτοῦ χαρῆτε ἀγαλλιώμενοι.
9 Monday: 2 Peter 1:2-7
2 χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη ἐν ἐπιγνώσει τοῦ θεοῦ καὶ Ἰησοῦ τοῦ κυρίου ἡμῶν.

3 ὡς πάντα ἡμῖν τῆς θείας δυνάμεως αὐτοῦ τὰ πρὸς ζωὴν καὶ εὐσέβειαν δεδωρημένης
διὰ τῆς ἐπιγνώσεως τοῦ καλέσαντος ἡμᾶς ἰδίᾳ δόξῃ καὶ ἀρετῇ,
4 δι' ὧν τὰ τίμια καὶ μέγιστα ἡμῖν ἐπαγγέλματα δεδώρηται,
ἵνα διὰ τούτων γένησθε θείας κοινωνοὶ φύσεως,
ἀποφυγόντες τῆς ἐν τῷ κόσμῳ ἐν ἐπιθυμίᾳ φθορᾶς.
5 καὶ αὐτὸ τοῦτο δὲ σπουδὴν πᾶσαν παρεισενέγκαντες
ἐπιχορηγήσατε ἐν τῇ πίστει ὑμῶν τὴν ἀρετήν,
ἐν δὲ τῇ ἀρετῇ τὴν γνῶσιν,
6 ἐν δὲ τῇ γνώσει τὴν ἐγκράτειαν,
ἐν δὲ τῇ ἐγκρατείᾳ τὴν ὑπομονήν,
ἐν δὲ τῇ ὑπομονῇ τὴν εὐσέβειαν,
7 ἐν δὲ τῇ εὐσεβείᾳ τὴν φιλαδελφίαν,
ἐν δὲ τῇ φιλαδελφίᾳ τὴν ἀγάπην.

9 Tuesday: 2 Peter 3:12-15,17-18
12 προσδοκῶντας καὶ σπεύδοντας τὴν παρουσίαν τῆς τοῦ θεοῦ ἡμέρας,
δι' ἣν οὐρανοὶ πυρούμενοι λυθήσονται καὶ στοιχεῖα καυσούμενα τήκεται.
13 καινοὺς δὲ οὐρανοὺς καὶ γῆν καινὴν κατὰ τὸ ἐπάγγελμα αὐτοῦ προσδοκῶμεν,
ἐν οἷς δικαιοσύνη κατοικεῖ.
14 διό, ἀγαπητοί, ταῦτα προσδοκῶντες
σπουδάσατε ἄσπιλοι καὶ ἀμώμητοι αὐτῷ εὑρεθῆναι ἐν εἰρήνῃ,
15 καὶ τὴν τοῦ κυρίου ἡμῶν μακροθυμίαν σωτηρίαν ἡγεῖσθε,
καθὼς καὶ ὁ ἀγαπητὸς ἡμῶν ἀδελφὸς Παῦλος κατὰ τὴν δοθεῖσαν αὐτῷ σοφίαν ἔγραψεν ὑμῖν...
17 ὑμεῖς οὖν, ἀγαπητοί, προγινώσκοντες
φυλάσσεσθε ἵνα μὴ τῇ τῶν ἀθέσμων πλάνῃ συναπαχθέντες
ἐκπέσητε τοῦ ἰδίου στηριγμοῦ,
18 αὐξάνετε δὲ ἐν χάριτι καὶ γνώσει τοῦ κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ.
αὐτῷ ἡ δόξα καὶ νῦν καὶ εἰς ἡμέραν αἰῶνος. ἀμήν.
9 Friday: 2 John 4-9
4 ἐχάρην λίαν ὅτι εὕρηκα ἐκ τῶν τέκνων σου περιπατοῦντας ἐν ἀληθείᾳ
καθὼς ἐντολὴν ἐλάβομεν παρὰ τοῦ πατρός.
5 καὶ νῦν ἐρωτῶ σε, κυρία,
οὐχ ὡς ἐντολὴν καινὴν γράφων σοι ἀλλὰ ἣν εἴχομεν ἀπ' ἀρχῆς,
ἵνα ἀγαπῶμεν ἀλλήλους.
6 καὶ αὕτη ἐστὶν ἡ ἀγάπη, ἵνα περιπατῶμεν κατὰ τὰς ἐντολὰς αὐτοῦ:
αὕτη ἡ ἐντολή ἐστιν, καθὼς ἠκούσατε ἀπ' ἀρχῆς, ἵνα ἐν αὐτῇ περιπατῆτε.

7 ὅτι πολλοὶ πλάνοι ἐξῆλθον εἰς τὸν κόσμον,
οἱ μὴ ὁμολογοῦντες Ἰησοῦν Χριστὸν ἐρχόμενον ἐν σαρκί:
οὗτός ἐστιν ὁ πλάνος καὶ ὁ ἀντίχριστος.

8 βλέπετε ἑαυτούς, ἵνα μὴ ἀπολέσητε ἃ εἰργασάμεθα
ἀλλὰ μισθὸν πλήρη ἀπολάβητε.

9 πᾶς ὁ προάγων καὶ μὴ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ θεὸν οὐκ ἔχει.
9 Saturday: 3 John 5-8
5 ἀγαπητέ, πιστὸν ποιεῖς ὃ ἐὰν ἐργάσῃ εἰς τοὺς ἀδελφοὺς καὶ τοῦτο ξένους
6 οἳ ἐμαρτύρησάν σου τῇ ἀγάπῃ ἐνώπιον ἐκκλησίας
οὓς καλῶς ποιήσεις προπέμψας ἀξίως τοῦ θεοῦ:
7 ὑπὲρ γὰρ τοῦ ὀνόματος ἐξῆλθον μηδὲν λαμβάνοντες ἀπὸ τῶν ἐθνικῶν.
8 ἡμεῖς οὖν ὀφείλομεν ὑπολαμβάνειν τοὺς τοιούτους
ἵνα συνεργοὶ γινώμεθα τῇ ἀληθείᾳ.
8 Saturday: Jude 17,20-25
17 ὑμεῖς δέ, ἀγαπητοί, μνήσθητε τῶν ῥημάτων τῶν προειρημένων ὑπὸ τῶν ἀποστόλων τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ:... 20 ὑμεῖς δέ, ἀγαπητοί, ἐποικοδομοῦντες ἑαυτοὺς τῇ ἁγιωτάτῃ ὑμῶν πίστει,
ἐν πνεύματι ἁγίῳ προσευχόμενοι,
21 ἑαυτοὺς ἐν ἀγάπῃ θεοῦ τηρήσατε,
προσδεχόμενοι τὸ ἔλεος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ζωὴν αἰώνιον.
22 καὶ οὓς μὲν ἐλεᾶτε διακρινομένους,
23 οὓς δὲ σῴζετε ἐκ πυρὸς ἁρπάζοντες,
οὓς δὲ ἐλεᾶτε ἐν φόβῳ, μισοῦντες καὶ τὸν ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένον χιτῶνα.


τῷ δὲ δυναμένῳ φυλάξαι ὑμᾶς ἀπταίστους
καὶ στῆσαι κατενώπιον τῆς δόξης αὐτοῦ ἀμώμους ἐν ἀγαλλιάσει,
μόνῳ θεῷ σωτῆρι ἡμῶν διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν
δόξα μεγαλωσύνη κράτος καὶ ἐξουσία
πρὸ παντὸς τοῦ αἰῶνος καὶ νῦν καὶ εἰς πάντας τοὺς αἰῶνας: ἀμήν.

33 Monday: Revelation 1:1-4; 2:1-5
Ἀποκάλυψις Ἰησοῦ Χριστοῦ, ἣν ἔδωκεν αὐτῷ ὁ θεός,
δεῖξαι τοῖς δούλοις αὐτοῦ ἃ δεῖ γενέσθαι ἐν τάχει,
καὶ ἐσήμανεν
ἀποστείλας διὰ τοῦ ἀγγέλου αὐτοῦ τῷ δούλῳ αὐτοῦ Ἰωάννῃ,
ὃς ἐμαρτύρησεν τὸν λόγον τοῦ θεοῦ
καὶ τὴν μαρτυρίαν Ἰησοῦ Χριστοῦ, ὅσα εἶδεν.
μακάριος ὁ ἀναγινώσκων
καὶ οἱ ἀκούοντες τοὺς λόγους τῆς προφητείας
καὶ τηροῦντες τὰ ἐν αὐτῇ γεγραμμένα,
ὁ γὰρ καιρὸς ἐγγύς.

Ἰωάννης ταῖς ἑπτὰ ἐκκλησίαις ταῖς ἐν τῇ Ἀσίᾳ:
χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος,
καὶ ἀπὸ τῶν ἑπτὰ πνευμάτων ἃ ἐνώπιον τοῦ θρόνου αὐτοῦ,
καὶ ἀπὸ Ἰησοῦ Χριστοῦ, ὁ μάρτυς ὁ πιστός,
ὁ πρωτότοκος τῶν νεκρῶν καὶ ὁ ἄρχων τῶν βασιλέων τῆς γῆς... τῷ ἀγγέλῳ τῆς ἐν Ἐφέσῳ ἐκκλησίας γράψον:
τάδε λέγει ὁ κρατῶν τοὺς ἑπτὰ ἀστέρας ἐν τῇ δεξιᾷ αὐτοῦ,
ὁ περιπατῶν ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν τῶν χρυσῶν:
οἶδα τὰ ἔργα σου καὶ τὸν κόπον καὶ τὴν ὑπομονήν σου,
καὶ ὅτι οὐ δύνῃ βαστάσαι κακούς,
καὶ ἐπείρασας τοὺς λέγοντας ἑαυτοὺς ἀποστόλους καὶ οὐκ εἰσίν, καὶ εὗρες αὐτοὺς ψευδεῖς:
καὶ ὑπομονὴν ἔχεις, καὶ ἐβάστασας διὰ τὸ ὄνομά μου, καὶ οὐ κεκοπίακες.

ἀλλὰ ἔχω κατὰ σοῦ ὅτι τὴν ἀγάπην σου τὴν πρώτην ἀφῆκες.
μνημόνευε οὖν πόθεν πέπτωκας, καὶ μετανόησον καὶ τὰ πρῶτα ἔργα ποίησον:
εἰ δὲ μή, ἔρχομαί σοι καὶ κινήσω τὴν λυχνίαν σου ἐκ τοῦ τόπου αὐτῆς, ἐὰν μὴ μετανοήσῃς.
ἀλλὰ τοῦτο ἔχεις, ὅτι μισεῖς τὰ ἔργα τῶν Νικολαϊτῶν, ἃ κἀγὼ μισῶ.
ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
τῷ νικῶντι δώσω αὐτῷ φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς, ὅ ἐστιν ἐν τῷ παραδείσῳ τοῦ θεοῦ.


καὶ τῷ ἀγγέλῳ τῆς ἐν Σμύρνῃ ἐκκλησίας γράψον:
τάδε λέγει ὁ πρῶτος καὶ ὁ ἔσχατος, ὃς ἐγένετο νεκρὸς καὶ ἔζησεν:
οἶδά σου τὴν θλῖψιν καὶ τὴν πτωχείαν—
ἀλλὰ πλούσιος εἶ—
καὶ τὴν βλασφημίαν ἐκ τῶν λεγόντων ἰουδαίους εἶναι ἑαυτούς,
καὶ οὐκ εἰσὶν ἀλλὰ συναγωγὴ τοῦ σατανᾶ.

μηδὲν φοβοῦ ἃ μέλλεις πάσχειν.
ἰδοὺ μέλλει βάλλειν ὁ διάβολος ἐξ ὑμῶν εἰς φυλακὴν ἵνα πειρασθῆτε,
καὶ ἕξετε θλῖψιν ἡμερῶν δέκα.
33 Tuesday: Revelation 3:1-6,14-22
καὶ τῷ ἀγγέλῳ τῆς ἐν Σάρδεσιν ἐκκλησίας γράψον:
τάδε λέγει ὁ ἔχων τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ καὶ τοὺς ἑπτὰ ἀστέρας:
οἶδά σου τὰ ἔργα, ὅτι ὄνομα ἔχεις ὅτι ζῇς, καὶ νεκρὸς εἶ.
γίνου γρηγορῶν, καὶ στήρισον τὰ λοιπὰ ἃ ἔμελλον ἀποθανεῖν,
οὐ γὰρ εὕρηκά σου τὰ ἔργα πεπληρωμένα ἐνώπιον τοῦ θεοῦ μου:
μνημόνευε οὖν πῶς εἴληφας καὶ ἤκουσας, καὶ τήρει, καὶ μετανόησον.
ἐὰν οὖν μὴ γρηγορήσῃς, ἥξω ὡς κλέπτης, καὶ οὐ μὴ γνῷς ποίαν ὥραν ἥξω ἐπὶ σέ.
ἀλλὰ ἔχεις ὀλίγα ὀνόματα ἐν Σάρδεσιν ἃ οὐκ ἐμόλυναν τὰ ἱμάτια αὐτῶν,
καὶ περιπατήσουσιν μετ' ἐμοῦ ἐν λευκοῖς, ὅτι ἄξιοί εἰσιν.
ὁ νικῶν οὕτως περιβαλεῖται ἐν ἱματίοις λευκοῖς,
καὶ οὐ μὴ ἐξαλείψω τὸ ὄνομα αὐτοῦ ἐκ τῆς βίβλου τῆς ζωῆς,
καὶ ὁμολογήσω τὸ ὄνομα αὐτοῦ ἐνώπιον τοῦ πατρός μου καὶ ἐνώπιον τῶν ἀγγέλων αὐτοῦ.
ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις... καὶ τῷ ἀγγέλῳ τῆς ἐν Λαοδικείᾳ ἐκκλησίας γράψον:
τάδε λέγει ὁ ἀμήν, ὁ μάρτυς ὁ πιστὸς καὶ ἀληθινός,
ἡ ἀρχὴ τῆς κτίσεως τοῦ θεοῦ:
οἶδά σου τὰ ἔργα, ὅτι οὔτε ψυχρὸς εἶ οὔτε ζεστός.
ὄφελον ψυχρὸς ἦς ἢ ζεστός.
οὕτως, ὅτι χλιαρὸς εἶ καὶ οὔτε ζεστὸς οὔτε ψυχρός, μέλλω σε ἐμέσαι ἐκ τοῦ στόματός μου.
ὅτι λέγεις ὅτι πλούσιός εἰμι καὶ πεπλούτηκα καὶ οὐδὲν χρείαν ἔχω,
καὶ οὐκ οἶδας ὅτι σὺ εἶ ὁ ταλαίπωρος καὶ ἐλεεινὸς καὶ πτωχὸς καὶ τυφλὸς καὶ γυμνός,
συμβουλεύω σοι ἀγοράσαι παρ' ἐμοῦ
χρυσίον πεπυρωμένον ἐκ πυρὸς ἵνα πλουτήσῃς,
καὶ ἱμάτια λευκὰ
ἵνα περιβάλῃ καὶ μὴ φανερωθῇ ἡ αἰσχύνη τῆς γυμνότητός σου,
καὶ κολλούριον ἐγχρῖσαι τοὺς ὀφθαλμούς σου ἵνα βλέπῃς.
ἐγὼ ὅσους ἐὰν φιλῶ ἐλέγχω καὶ παιδεύω: ζήλευε οὖν καὶ μετανόησον.
ἰδοὺ ἕστηκα ἐπὶ τὴν θύραν καὶ κρούω:
ἐάν τις ἀκούσῃ τῆς φωνῆς μου καὶ ἀνοίξῃ τὴν θύραν,
καὶ εἰσελεύσομαι πρὸς αὐτὸν καὶ δειπνήσω μετ' αὐτοῦ καὶ αὐτὸς μετ' ἐμοῦ.
ὁ νικῶν δώσω αὐτῷ καθίσαι μετ' ἐμοῦ ἐν τῷ θρόνῳ μου,
ὡς κἀγὼ ἐνίκησα καὶ ἐκάθισα μετὰ τοῦ πατρός μου ἐν τῷ θρόνῳ αὐτοῦ.
ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
33 Wednesday: Revelation 4:1-11
μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ θύρα ἠνεῳγμένη ἐν τῷ οὐρανῷ,
καὶ ἡ φωνὴ ἡ πρώτη ἣν ἤκουσα ὡς σάλπιγγος λαλούσης μετ' ἐμοῦ λέγων,
ἀνάβα ὧδε, καὶ δείξω σοι ἃ δεῖ γενέσθαι μετὰ ταῦτα.

εὐθέως ἐγενόμην ἐν πνεύματι:
καὶ ἰδοὺ θρόνος ἔκειτο ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ τὸν θρόνον καθήμενος,
καὶ ὁ καθήμενος ὅμοιος ὁράσει λίθῳ ἰάσπιδι καὶ σαρδίῳ,
καὶ ἶρις κυκλόθεν τοῦ θρόνου ὅμοιος ὁράσει σμαραγδίνῳ.
καὶ κυκλόθεν τοῦ θρόνου θρόνους εἴκοσι τέσσαρες,
καὶ ἐπὶ τοὺς θρόνους εἴκοσι τέσσαρας πρεσβυτέρους καθημένους
περιβεβλημένους ἐν ἱματίοις λευκοῖς,
καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν στεφάνους χρυσοῦς.
καὶ ἐκ τοῦ θρόνου ἐκπορεύονται ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταί:
καὶ ἑπτὰ λαμπάδες πυρὸς καιόμεναι ἐνώπιον τοῦ θρόνου,
ἅ εἰσιν τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ,
καὶ ἐνώπιον τοῦ θρόνου ὡς θάλασσα ὑαλίνη ὁμοία κρυστάλλῳ.

καὶ ἐν μέσῳ τοῦ θρόνου καὶ κύκλῳ τοῦ θρόνου τέσσαρα ζῷα
γέμοντα ὀφθαλμῶν ἔμπροσθεν καὶ ὄπισθεν:
καὶ τὸ ζῷον τὸ πρῶτον ὅμοιον λέοντι,
καὶ τὸ δεύτερον ζῷον ὅμοιον μόσχῳ,
καὶ τὸ τρίτον ζῷον ἔχων τὸ πρόσωπον ὡς ἀνθρώπου,
καὶ τὸ τέταρτον ζῷον ὅμοιον ἀετῷ πετομένῳ.
καὶ τὰ τέσσαρα ζῷα, ἓν καθ' ἓν αὐτῶν ἔχων ἀνὰ πτέρυγας ἕξ,
κυκλόθεν καὶ ἔσωθεν γέμουσιν ὀφθαλμῶν:
καὶ ἀνάπαυσιν οὐκ ἔχουσιν ἡμέρας καὶ νυκτὸς λέγοντες,
ἅγιος ἅγιος ἅγιος κύριος ὁ θεὸς ὁ παντοκράτωρ,
ὁ ἦν καὶ ὁ ὢν καὶ ὁ ἐρχόμενος.

καὶ ὅταν δώσουσιν τὰ ζῷα δόξαν καὶ τιμὴν καὶ εὐχαριστίαν
τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ,
τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων,
πεσοῦνται οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἐνώπιον τοῦ καθημένου ἐπὶ τοῦ θρόνου
καὶ προσκυνήσουσιν τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων,
καὶ βαλοῦσιν τοὺς στεφάνους αὐτῶν ἐνώπιον τοῦ θρόνου λέγοντες,
ἄξιος εἶ, ὁ κύριος καὶ ὁ θεὸς ἡμῶν, λαβεῖν τὴν δόξαν καὶ τὴν τιμὴν καὶ τὴν δύναμιν,
ὅτι σὺ ἔκτισας τὰ πάντα, καὶ διὰ τὸ θέλημά σου ἦσαν καὶ ἐκτίσθησαν.
33 Thursday: Revelation 5:1-10
καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τοῦ θρόνου
βιβλίον γεγραμμένον ἔσωθεν καὶ ὄπισθεν,
κατεσφραγισμένον σφραγῖσιν ἑπτά.
καὶ εἶδον ἄγγελον ἰσχυρὸν κηρύσσοντα ἐν φωνῇ μεγάλῃ,
τίς ἄξιος ἀνοῖξαι τὸ βιβλίον καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ;
καὶ οὐδεὶς ἐδύνατο ἐν τῷ οὐρανῷ οὐδὲ ἐπὶ τῆς γῆς οὐδὲ ὑποκάτω τῆς γῆς
ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό.
καὶ ἔκλαιον πολὺ ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό.
καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι, μὴ κλαῖε:
ἰδοὺ ἐνίκησεν ὁ λέων ὁ ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα Δαυίδ,
ἀνοῖξαι τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ.


καὶ εἶδον ἐν μέσῳ τοῦ θρόνου καὶ τῶν τεσσάρων ζῴων
καὶ ἐν μέσῳ τῶν πρεσβυτέρων ἀρνίον ἑστηκὸς ὡς ἐσφαγμένον,
ἔχων κέρατα ἑπτὰ καὶ ὀφθαλμοὺς ἑπτά,
οἵ εἰσιν τὰ [ἑπτὰ] πνεύματα τοῦ θεοῦ ἀπεσταλμένοι εἰς πᾶσαν τὴν γῆν.
καὶ ἦλθεν καὶ εἴληφεν ἐκ τῆς δεξιᾶς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου.

καὶ ὅτε ἔλαβεν τὸ βιβλίον,
τὰ τέσσαρα ζῷα καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἔπεσαν ἐνώπιον τοῦ ἀρνίου,
ἔχοντες ἕκαστος κιθάραν καὶ φιάλας χρυσᾶς γεμούσας θυμιαμάτων,
αἵ εἰσιν αἱ προσευχαὶ τῶν ἁγίων.
καὶ ᾄδουσιν ᾠδὴν καινὴν λέγοντες,
ἄξιος εἶ λαβεῖν τὸ βιβλίον καὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ,
ὅτι ἐσφάγης καὶ ἠγόρασας τῷ θεῷ ἐν τῷ αἵματί σου
ἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ λαοῦ καὶ ἔθνους,
καὶ ἐποίησας αὐτοὺς τῷ θεῷ ἡμῶν βασιλείαν καὶ ἱερεῖς,
καὶ βασιλεύσουσιν ἐπὶ τῆς γῆς.
33 Friday: Revelation 10:8-11
καὶ ἡ φωνὴ ἣν ἤκουσα ἐκ τοῦ οὐρανοῦ,
πάλιν λαλοῦσαν μετ' ἐμοῦ καὶ λέγουσαν,
ὕπαγε λάβε τὸ βιβλίον τὸ ἠνεῳγμένον ἐν τῇ χειρὶ τοῦ ἀγγέλου
τοῦ ἑστῶτος ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς.
καὶ ἀπῆλθα πρὸς τὸν ἄγγελον λέγων αὐτῷ δοῦναί μοι τὸ βιβλαρίδιον.
καὶ λέγει μοι, λάβε καὶ κατάφαγε αὐτό,
καὶ πικρανεῖ σου τὴν κοιλίαν, ἀλλ' ἐν τῷ στόματί σου ἔσται γλυκὺ ὡς μέλι.
καὶ ἔλαβον τὸ βιβλαρίδιον ἐκ τῆς χειρὸς τοῦ ἀγγέλου καὶ κατέφαγον αὐτό,
καὶ ἦν ἐν τῷ στόματί μου ὡς μέλι γλυκύ:
καὶ ὅτε ἔφαγον αὐτό, ἐπικράνθη ἡ κοιλία μου.
καὶ λέγουσίν μοι, δεῖ σε πάλιν προφητεῦσαι
ἐπὶ λαοῖς καὶ ἔθνεσιν καὶ γλώσσαις καὶ βασιλεῦσιν πολλοῖς.
33 Saturday: Revelation 11:4-12
οὗτοί εἰσιν αἱ δύο ἐλαῖαι καὶ αἱ δύο λυχνίαι αἱ ἐνώπιον τοῦ κυρίου τῆς γῆς ἑστῶτες.
καὶ εἴ τις αὐτοὺς θέλει ἀδικῆσαι,
πῦρ ἐκπορεύεται ἐκ τοῦ στόματος αὐτῶν καὶ κατεσθίει τοὺς ἐχθροὺς αὐτῶν:
καὶ εἴ τις θελήσῃ αὐτοὺς ἀδικῆσαι,
οὕτως δεῖ αὐτὸν ἀποκτανθῆναι.
     οὗτοι ἔχουσιν τὴν ἐξουσίαν κλεῖσαι τὸν οὐρανόν,
     ἵνα μὴ ὑετὸς βρέχῃ τὰς ἡμέρας τῆς προφητείας αὐτῶν,
     καὶ ἐξουσίαν ἔχουσιν ἐπὶ τῶν ὑδάτων στρέφειν αὐτὰ εἰς αἷμα
     καὶ πατάξαι τὴν γῆν ἐν πάσῃ πληγῇ ὁσάκις ἐὰν θελήσωσιν.
          καὶ ὅταν τελέσωσιν τὴν μαρτυρίαν αὐτῶν,
          τὸ θηρίον τὸ ἀναβαῖνον ἐκ τῆς ἀβύσσου ποιήσει μετ' αὐτῶν πόλεμον
          καὶ νικήσει αὐτοὺς καὶ ἀποκτενεῖ αὐτούς.
          καὶ τὸ πτῶμα αὐτῶν ἐπὶ τῆς πλατείας τῆς πόλεως τῆς μεγάλης,
          ἥτις καλεῖται πνευματικῶς Σόδομα καὶ Αἴγυπτος,
          ὅπου καὶ ὁ κύριος αὐτῶν ἐσταυρώθη.
     καὶ βλέπουσιν ἐκ τῶν λαῶν καὶ φυλῶν καὶ γλωσσῶν καὶ ἐθνῶν
     τὸ πτῶμα αὐτῶν ἡμέρας τρεῖς καὶ ἥμισυ,
     καὶ τὰ πτώματα αὐτῶν οὐκ ἀφίουσιν τεθῆναι εἰς μνῆμα.
     καὶ οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς χαίρουσιν ἐπ' αὐτοῖς καὶ εὐφραίνονται,
     καὶ δῶρα πέμψουσιν ἀλλήλοις,
     ὅτι οὗτοι οἱ δύο προφῆται ἐβασάνισαν τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς.
καὶ μετὰ τὰς τρεῖς ἡμέρας καὶ ἥμισυ πνεῦμα ζωῆς ἐκ τοῦ θεοῦ εἰσῆλθεν ἐν αὐτοῖς,
καὶ ἔστησαν ἐπὶ τοὺς πόδας αὐτῶν,
καὶ φόβος μέγας ἐπέπεσεν ἐπὶ τοὺς θεωροῦντας αὐτούς.
καὶ ἤκουσαν φωνῆς μεγάλης ἐκ τοῦ οὐρανοῦ λεγούσης αὐτοῖς, ἀνάβατε ὧδε:
καὶ ἀνέβησαν εἰς τὸν οὐρανὸν ἐν τῇ νεφέλῃ,
καὶ ἐθεώρησαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν.
34 Monday: Revelation 14:1-5
καὶ εἶδον, καὶ ἰδοὺ τὸ ἀρνίον ἑστὸς ἐπὶ τὸ ὄρος Σιών,
καὶ μετ' αὐτοῦ ἑκατὸν τεσσεράκοντα τέσσαρες χιλιάδες
ἔχουσαι τὸ ὄνομα αὐτοῦ καὶ τὸ ὄνομα τοῦ πατρὸς αὐτοῦ
γεγραμμένον ἐπὶ τῶν μετώπων αὐτῶν.
     καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ
     ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῆς μεγάλης,
     καὶ ἡ φωνὴ ἣν ἤκουσα ὡς κιθαρῳδῶν κιθαριζόντων ἐν ταῖς κιθάραις αὐτῶν.
          καὶ ᾄδουσιν ὡς ᾠδὴν καινὴν ἐνώπιον τοῦ θρόνου
          καὶ ἐνώπιον τῶν τεσσάρων ζῴων καὶ τῶν πρεσβυτέρων:
     καὶ οὐδεὶς ἐδύνατο μαθεῖν τὴν ᾠδὴν
     εἰ μὴ αἱ ἑκατὸν τεσσεράκοντα τέσσαρες χιλιάδες,
     οἱ ἠγορασμένοι ἀπὸ τῆς γῆς.
οὗτοί εἰσιν οἳ μετὰ γυναικῶν οὐκ ἐμολύνθησαν,
παρθένοι γάρ εἰσιν.
οὗτοι οἱ ἀκολουθοῦντες τῷ ἀρνίῳ ὅπου ἂν ὑπάγῃ.
οὗτοι ἠγοράσθησαν ἀπὸ τῶν ἀνθρώπων ἀπαρχὴ τῷ θεῷ καὶ τῷ ἀρνίῳ,
καὶ ἐν τῷ στόματι αὐτῶν οὐχ εὑρέθη ψεῦδος:
ἄμωμοί εἰσιν.
34 Tuesday: Revelation 14:14-19
καὶ εἶδον, καὶ ἰδοὺ νεφέλη λευκή,
καὶ ἐπὶ τὴν νεφέλην καθήμενον ὅμοιον υἱὸν ἀνθρώπου,
ἔχων ἐπὶ τῆς κεφαλῆς αὐτοῦ στέφανον χρυσοῦν
καὶ ἐν τῇ χειρὶ αὐτοῦ δρέπανον ὀξύ.
     καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ,
     κράζων ἐν φωνῇ μεγάλῃ τῷ καθημένῳ ἐπὶ τῆς νεφέλης,
     πέμψον τὸ δρέπανόν σου καὶ θέρισον,
     ὅτι ἦλθεν ἡ ὥρα θερίσαι, ὅτι ἐξηράνθη ὁ θερισμὸς τῆς γῆς.
καὶ ἔβαλεν ὁ καθήμενος ἐπὶ τῆς νεφέλης τὸ δρέπανον αὐτοῦ ἐπὶ τὴν γῆν,
καὶ ἐθερίσθη ἡ γῆ.

καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ τοῦ ἐν τῷ οὐρανῷ,
ἔχων καὶ αὐτὸς δρέπανον ὀξύ.
     καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ θυσιαστηρίου,
     ὁ ἔχων ἐξουσίαν ἐπὶ τοῦ πυρός,
     καὶ ἐφώνησεν φωνῇ μεγάλῃ τῷ ἔχοντι τὸ δρέπανον τὸ ὀξὺ λέγων,
     πέμψον σου τὸ δρέπανον τὸ ὀξὺ καὶ τρύγησον τοὺς βότρυας τῆς ἀμπέλου τῆς γῆς,
     ὅτι ἤκμασαν αἱ σταφυλαὶ αὐτῆς.
καὶ ἔβαλεν ὁ ἄγγελος τὸ δρέπανον αὐτοῦ εἰς τὴν γῆν,
καὶ ἐτρύγησεν τὴν ἄμπελον τῆς γῆς
καὶ ἔβαλεν εἰς τὴν ληνὸν τοῦ θυμοῦ τοῦ θεοῦ τὸν μέγαν.
34 Wednesday: Revelation 15:1-4
καὶ εἶδον ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ μέγα καὶ θαυμαστόν,
ἀγγέλους ἑπτὰ ἔχοντας πληγὰς ἑπτὰ τὰς ἐσχάτας,
ὅτι ἐν αὐταῖς ἐτελέσθη ὁ θυμὸς τοῦ θεοῦ.
     καὶ εἶδον ὡς θάλασσαν ὑαλίνην μεμιγμένην πυρί,
     καὶ τοὺς νικῶντας ἐκ τοῦ θηρίου καὶ ἐκ τῆς εἰκόνος αὐτοῦ
     καὶ ἐκ τοῦ ἀριθμοῦ τοῦ ὀνόματος αὐτοῦ
     ἑστῶτας ἐπὶ τὴν θάλασσαν τὴν ὑαλίνην,
     ἔχοντας κιθάρας τοῦ θεοῦ.
          καὶ ᾄδουσιν τὴν ᾠδὴν Μωϋσέως τοῦ δούλου τοῦ θεοῦ
          καὶ τὴν ᾠδὴν τοῦ ἀρνίου λέγοντες,
     μεγάλα καὶ θαυμαστὰ τὰ ἔργα σου,
     κύριε ὁ θεὸς ὁ παντοκράτωρ:
     δίκαιαι καὶ ἀληθιναὶ αἱ ὁδοί σου, ὁ βασιλεὺς τῶν ἐθνῶν.
     τίς οὐ μὴ φοβηθῇ, κύριε, καὶ δοξάσει τὸ ὄνομά σου;
     ὅτι μόνος ὅσιος,
     ὅτι πάντα τὰ ἔθνη ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου,
     ὅτι τὰ δικαιώματά σου ἐφανερώθησαν.
34 Thursday: Revelation 18:1-2,21-23; 19:1-3,9
μετὰ ταῦτα εἶδον ἄλλον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ,
ἔχοντα ἐξουσίαν μεγάλην,
καὶ ἡ γῆ ἐφωτίσθη ἐκ τῆς δόξης αὐτοῦ.
καὶ ἔκραξεν ἐν ἰσχυρᾷ φωνῇ λέγων,
     ἔπεσεν, ἔπεσεν βαβυλὼν ἡ μεγάλη,
     καὶ ἐγένετο κατοικητήριον δαιμονίων
     καὶ φυλακὴ παντὸς πνεύματος ἀκαθάρτου
     καὶ φυλακὴ παντὸς ὀρνέου ἀκαθάρτου
     [καὶ φυλακὴ παντὸς θηρίου ἀκαθάρτου] καὶ μεμισημένου... καὶ ἦρεν εἷς ἄγγελος ἰσχυρὸς λίθον ὡς μύλινον μέγαν
καὶ ἔβαλεν εἰς τὴν θάλασσαν λέγων,
     οὕτως ὁρμήματι βληθήσεται βαβυλὼν ἡ μεγάλη πόλις,
          καὶ οὐ μὴ εὑρεθῇ ἔτι.
          καὶ φωνὴ κιθαρῳδῶν καὶ μουσικῶν καὶ αὐλητῶν καὶ σαλπιστῶν οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι,
          καὶ πᾶς τεχνίτης πάσης τέχνης οὐ μὴ εὑρεθῇ ἐν σοὶ ἔτι,
          καὶ φωνὴ μύλου οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι... μετὰ ταῦτα ἤκουσα ὡς φωνὴν μεγάλην ὄχλου πολλοῦ ἐν τῷ οὐρανῷ λεγόντων,
     ἁλληλουϊά: ἡ σωτηρία καὶ ἡ δόξα καὶ ἡ δύναμις τοῦ θεοῦ ἡμῶν,
     ὅτι ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις αὐτοῦ:
     ὅτι ἔκρινεν τὴν πόρνην τὴν μεγάλην
     ἥτις ἔφθειρεν τὴν γῆν ἐν τῇ πορνείᾳ αὐτῆς,
     καὶ ἐξεδίκησεν τὸ αἷμα τῶν δούλων αὐτοῦ ἐκ χειρὸς αὐτῆς.
καὶ δεύτερον εἴρηκαν,
     ἁλληλουϊά: καὶ ὁ καπνὸς αὐτῆς ἀναβαίνει εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
34 Friday: Revelation 20:1-4,11—21:2
καὶ εἶδον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ,
ἔχοντα τὴν κλεῖν τῆς ἀβύσσου καὶ ἅλυσιν μεγάλην ἐπὶ τὴν χεῖρα αὐτοῦ.
     καὶ ἐκράτησεν τὸν δράκοντα, ὁ ὄφις ὁ ἀρχαῖος,
     ὅς ἐστιν διάβολος καὶ ὁ σατανᾶς,
     καὶ ἔδησεν αὐτὸν χίλια ἔτη,
     καὶ ἔβαλεν αὐτὸν εἰς τὴν ἄβυσσον
     καὶ ἔκλεισεν καὶ ἐσφράγισεν ἐπάνω αὐτοῦ
ἵνα μὴ πλανήσῃ ἔτι τὰ ἔθνη ἄχρι τελεσθῇ τὰ χίλια ἔτη:
μετὰ ταῦτα δεῖ λυθῆναι αὐτὸν μικρὸν χρόνον... καὶ εἶδον θρόνον μέγαν λευκὸν καὶ τὸν καθήμενον ἐπ' αὐτόν,
οὗ ἀπὸ τοῦ προσώπου ἔφυγεν ἡ γῆ καὶ ὁ οὐρανός,
καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς.
     καὶ εἶδον τοὺς νεκρούς, τοὺς μεγάλους καὶ τοὺς μικρούς,
     ἑστῶτας ἐνώπιον τοῦ θρόνου,
     καὶ βιβλία ἠνοίχθησαν:
          καὶ ἄλλο βιβλίον ἠνοίχθη, ὅ ἐστιν τῆς ζωῆς:
          καὶ ἐκρίθησαν οἱ νεκροὶ ἐκ τῶν γεγραμμένων ἐν τοῖς βιβλίοις κατὰ τὰ ἔργα αὐτῶν.
     καὶ ἔδωκεν ἡ θάλασσα τοὺς νεκροὺς τοὺς ἐν αὐτῇ,
     καὶ ὁ θάνατος καὶ ὁ ᾅδης ἔδωκαν τοὺς νεκροὺς τοὺς ἐν αὐτοῖς,
     καὶ ἐκρίθησαν ἕκαστος κατὰ τὰ ἔργα αὐτῶν.
καὶ ὁ θάνατος καὶ ὁ ᾅδης ἐβλήθησαν εἰς τὴν λίμνην τοῦ πυρός.
οὗτος ὁ θάνατος ὁ δεύτερός ἐστιν, ἡ λίμνη τοῦ πυρός.
καὶ εἴ τις οὐχ εὑρέθη ἐν τῇ βίβλῳ τῆς ζωῆς γεγραμμένος
ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρός.

καὶ εἶδον οὐρανὸν καινὸν καὶ γῆν καινήν:
ὁ γὰρ πρῶτος οὐρανὸς καὶ ἡ πρώτη γῆ ἀπῆλθαν,
καὶ ἡ θάλασσα οὐκ ἔστιν ἔτι.
     καὶ τὴν πόλιν τὴν ἁγίαν Ἰερουσαλὴμ καινὴν εἶδον
     καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ,
     ἡτοιμασμένην ὡς νύμφην κεκοσμημένην τῷ ἀνδρὶ αὐτῆς.

34 Saturday: Revelation 22:1-7
καὶ ἔδειξέν μοι ποταμὸν ὕδατος ζωῆς λαμπρὸν ὡς κρύσταλλον,
ἐκπορευόμενον ἐκ τοῦ θρόνου τοῦ θεοῦ καὶ τοῦ ἀρνίου.
     ἐν μέσῳ τῆς πλατείας αὐτῆς καὶ τοῦ ποταμοῦ ἐντεῦθεν καὶ ἐκεῖθεν
     ξύλον ζωῆς ποιοῦν καρποὺς δώδεκα,
     κατὰ μῆνα ἕκαστον ἀποδιδοῦν τὸν καρπὸν αὐτοῦ,
καὶ τὰ φύλλα τοῦ ξύλου εἰς θεραπείαν τῶν ἐθνῶν.
καὶ πᾶν κατάθεμα οὐκ ἔσται ἔτι.

     καὶ ὁ θρόνος τοῦ θεοῦ καὶ τοῦ ἀρνίου ἐν αὐτῇ ἔσται,
     καὶ οἱ δοῦλοι αὐτοῦ λατρεύσουσιν αὐτῷ,
     καὶ ὄψονται τὸ πρόσωπον αὐτοῦ,
     καὶ τὸ ὄνομα αὐτοῦ ἐπὶ τῶν μετώπων αὐτῶν.
          καὶ νὺξ οὐκ ἔσται ἔτι,
          καὶ οὐκ ἔχουσιν χρείαν φωτὸς λύχνου καὶ φωτὸς ἡλίου,
          ὅτι κύριος ὁ θεὸς φωτίσει ἐπ' αὐτούς,
          καὶ βασιλεύσουσιν εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
     καὶ εἶπέν μοι, οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί,
     καὶ ὁ κύριος, ὁ θεὸς τῶν πνευμάτων τῶν προφητῶν,
     ἀπέστειλεν τὸν ἄγγελον αὐτοῦ
     δεῖξαι τοῖς δούλοις αὐτοῦ ἃ δεῖ γενέσθαι ἐν τάχει.

καὶ ἰδοὺ ἔρχομαι ταχύ.
μακάριος ὁ τηρῶν τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου.