READINGS: APOSTLES
![]()
Invitatory Psalm & BACK![]()
![]()
Psalm 19A: Hebrew English Then BACK
Psalm 64: Hebrew English Then BACK
Psalm 97: Hebrew English Then BACK
לְדוֹר אַחֲרוֹן מְסַפְּרִים — וְנִפְלְאוֹתָיו אֲשֶׁר עָשָׂה
1 Corinthians 4:1-16
οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος ὡς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόμους μυστηρίων θεοῦ.
ὧδε λοιπὸν ζητεῖται ἐν τοῖς οἰκονόμοις ἵνα πιστός τις εὑρεθῇ.
ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν ἵνα ὑφ' ὑμῶν ἀνακριθῶ ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας:
ἀλλ' οὐδὲ ἐμαυτὸν ἀνακρίνω:
οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα,
ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι, ὁ δὲ ἀνακρίνων με κύριός ἐστιν.
ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ κύριος,
ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν:
καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ θεοῦ.
ταῦτα δέ, ἀδελφοί, μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλῶν δι' ὑμᾶς,
ἵνα ἐν ἡμῖν μάθητε τὸ μὴ ὑπὲρ ἃ γέγραπται,
ἵνα μὴ εἷς ὑπὲρ τοῦ ἑνὸς φυσιοῦσθε κατὰ τοῦ ἑτέρου.
τίς γάρ σε διακρίνει; τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες;
εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών;
ἤδη κεκορεσμένοι ἐστέ: ἤδη ἐπλουτήσατε:
χωρὶς ἡμῶν ἐβασιλεύσατε: καὶ ὄφελόν γε ἐβασιλεύσατε,
ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν.
δοκῶ γάρ, ὁ θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους,
ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις.
ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ:
ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί: ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι.
ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνιτεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν
καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσίν:
λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα,
δυσφημούμενοι παρακαλοῦμεν:
ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα, ἕως ἄρτι.
οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ' ὡς τέκνα μου ἀγαπητὰ νουθετῶν:
ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ' οὐ πολλοὺς πατέρας,
ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα.
παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε.St. John Chrysostom, on 1 Corinthians (PG 61, 34-36)
Ὁ δὲ σταυρὸς διὰ ἰδιωτῶν ἔπεισε, καὶ τὴν οἰκουμένην ἅπασαν ἐπεσπάσατο, καὶ οὐχ ὑπὲρ τῶν τυχόντων πραγμάτων, ἀλλὰ περὶ Θεοῦ διαλεχθεὶς καὶ τῆς κατὰ ἀλήθειαν εὐσεβείας, καὶ τῆς εὐαγγελικῆς πολιτείας, καὶ τῆς τῶν μελλόντων κρίσεως· καὶ πάντας ἐποίησε φιλοσόφους, τοὺς ἀγροίκους, τοὺς ἰδιώτας. Ὅρα πῶς τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων, καὶ τὸ ἀσθενὲς ἰσχυρότερον.
Πῶς ἰσχυρότερον; Ὅτι τὴν οἰκουμένην ἐπέδραμεν ἅπασαν, καὶ πάντας κατὰ κράτος εἷλε, καὶ μυρίων ἐπιχειρούντων σβέσαι τοῦ σταυρωθέντος τὸ ὄνομα, τοὐναντίον ἐγένετο. Τοῦτο μὲν γὰρ ἤνθησε καὶ ἐπέδωκεν ἐπὶ μεῖζον, ἐκεῖνοι δὲ ἀπώλοντο καὶ διεφθάρησαν, καὶ οἱ ζῶντες τῷ νεκρωθέντι πολεμοῦντες, οὐδὲν ἴσχυσαν. Ὥστε ἐπειδὰν εἴπῃ με μωρὸν ὁ Ἕλλην, τότε δείκνυσιν ἑαυτὸν μεθ' ὑπερβολῆς μωρόν· ὅταν ἐγὼ νομιζόμενος εἶναι παρ' αὐτῷ μωρὸς, τοῦ σοφοῦ φαίνωμαι σοφώτερος· ὅταν ἐμὲ καλέσῃ ἀσθενῆ, τότε ἑαυτὸν ἀσθενέστερον δείκνυσιν. Ἃ γὰρ ἴσχυσαν κατορθῶσαι τῇ τοῦ Θεοῦ χάριτι τελῶναι καὶ ἁλιεῖς, ταῦτα φιλόσοφοι καὶ ῥήτορες καὶ τύραννοι καὶ πᾶσα ἁπλῶς ἡ οἰκουμένη μυρία περιδραμοῦσα οὐδὲ φαντασθῆναι ἴσχυσαν...
Ὅπερ ἐννοῶν ὁ Παῦλος ἔλεγε· Τὸ ἀσθενὲς τοῦ Θεοῦ πάντων ἰσχυρότερόν ἐστι τῶν ἀνθρώπων. Ὅτι γὰρ θεῖον τὸ κήρυγμα, καὶ ἐντεῦθεν δῆλον. Πόθεν γὰρ ἐπῆλθεν ἀνθρώποις δώδεκα καὶ ἰδιώταις πράγμασιν ἐπιχειρῆσαι τοσούτοις, ἐν λίμναις, ἐν ποταμοῖς, ἐν ἐρημίαις διατρίβουσιν, οὐδέποτε εἰς πόλιν ταχέως οὐδὲ εἰς ἀγορὰν ἐμβεβληκόσι; πόθεν ἐπῆλθε πρὸς τὴν οἰκουμένην πᾶσαν παρατάξασθαι; Ὅτι γὰρ δειλοὶ ἦσαν καὶ ἄνανδροι, δείκνυσιν ὁ περὶ αὐτῶν γράψας, καὶ μὴ παραιτησάμενος, μηδὲ ὑπομείνας συσκιάσαι αὐτῶν τὰ ἐλαττώματα, ὅπερ μέγιστον καὶ τοῦτο τῆς ἀληθείας ἐστὶ τεκμήριον. Τί οὖν οὗτός φησι περὶ αὐτῶν; Ὅτι τοῦ Χριστοῦ συλληφθέντος, μετὰ μυρία θαύματα οἱ μὲν ἔφυγον, ὁ δὲ μείνας κορυφαῖος ὢν τῶν ἄλλων ἠρνήσατο.
Πόθεν οὖν οἱ ζῶντος τοῦ Χριστοῦ τὴν Ἰουδαϊκὴν ὁρμὴν οὐκ ἐνεγκόντες, τελευτήσαντος καὶ ταφέντος καὶ μὴ ἀναστάντος, ὥς φατε, μηδὲ διαλεχθέντος αὐτοῖς, μηδὲ θάρσος ἐνθέντος, πρὸς τοσαύτην παρετάττοντο οἰκουμένην; Οὐκ ἂν εἶπον πρὸς ἑαυτοὺς, Τί δὴ τοῦτό ἐστιν; ἑαυτὸν οὐκ ἴσχυσε σῶσαι, καὶ ἡμῶν προστήσεται; ἑαυτῷ οὐκ ἤμυνε ζῶν, καὶ ἡμῖν χεῖρα ὀρέξει τετελευτηκώς; αὐτὸς ζῶν οὐδὲ ἓν ἔθνος ὑπέταξε, καὶ ἡμεῖς τὴν οἰκουμένην ὅλην πείσομεν τὸ ἐκείνου λέγοντες ὄνομα; καὶ πῶς ἂν ἔχοι λόγον οὐχὶ ποιῆσαι ταῦτα μόνον, ἀλλ' ἐννοῆσαι γοῦν;
Ὅθεν δῆλον ὅτι, εἰ μὴ εἶδον ἀναστάντα καὶ τῆς δυνάμεως αὐτοῦ μεγίστην ἔλαβον ἀπόδειξιν, οὐκ ἂν τοσοῦτον ἀνέῤῥιψαν κύβον.
Prayer