MANY MARTYRS LENT

Reading 1: Wisdom 3:1-15

1 Δικαίων δὲ ψυχαὶ ἐν χειρὶ θεοῦ,       καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος.
2 ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι,       καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν
3 καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα,       οἱ δέ εἰσιν ἐν εἰρήνῃ.
4 καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν,       ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης·
5 καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται,       ὅτι ὁ θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ·
6 ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς       καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς.
7 καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσιν       καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται·
8 κρινοῦσιν ἔθνη καὶ κρατήσουσιν λαῶν,       καὶ βασιλεύσει αὐτῶν κύριος εἰς τοὺς αἰῶνας.
9 οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν,       καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος τοῖς ἐκλεκτοῖς αὐτοῦ.
10 Οἱ δὲ ἀσεβεῖς καθὰ ἐλογίσαντο ἕξουσιν ἐπιτιμίαν       οἱ ἀμελήσαντες τοῦ δικαίου καὶ τοῦ κυρίου ἀποστάντες·
11 σοφίαν γὰρ καὶ παιδείαν ὁ ἐξουθενῶν ταλαίπωρος, καὶ κενὴ ἡ ἐλπὶς αὐτῶν,       καὶ οἱ κόποι ἀνόνητοι, καὶ ἄχρηστα τὰ ἔργα αὐτῶν·
12 ἐνεδρεύσωμεν τὸν δίκαιον,       ὅτι δύσχρηστος ἡμῖν ἐστιν      καὶ ἐναντιοῦται τοῖς ἔργοις ἡμῶν
καὶ ὀνειδίζει ἡμῖν ἁμαρτήματα νόμου      καὶ ἐπιφημίζει ἡμῖν ἁμαρτήματα παιδείας ἡμῶν·
13 ἐπαγγέλλεται γνῶσιν ἔχειν θεοῦ      καὶ παῖδα κυρίου ἑαυτὸν ὀνομάζει·
14 ἐγένετο ἡμῖν εἰς ἔλεγχον ἐννοιῶν ἡμῶν,       βαρύς ἐστιν ἡμῖν καὶ βλεπόμενος,
15 ὅτι ἀνόμοιος τοῖς ἄλλοις ὁ βίος αὐτοῦ,      καὶ ἐξηλλαγμέναι αἱ τρίβοι αὐτοῦ·

or
BACK