READINGS: MATTHIAS
Easter Invitatory Antiphon![]() |
Easter Antiphon![]() |
לְדוֹר אַחֲרוֹן מְסַפְּרִים — וְנִפְלְאוֹתָיו אֲשֶׁר עָשָׂה
1 Corinthians: 1:18—2:5ὁ λόγος γὰρ ὁ τοῦ
σταυροῦ τοῖς μὲν
ἀπολλυμένοις μωρία
ἐστίν,
|
John Chrysostom, on Acts of the Apostles (PG 60, 33-36,38)
Καὶ ἐν ταῖς ἡμέραις ταύταις, ἀναστὰς Πέτρος ἐν μέσῳ τῶν μαθητῶν εἶπε. Καὶ ὡς θερμὸς, καὶ ὡς ἐμπιστευθεὶς παρὰ τοῦ Χριστοῦ τὴν ποίμνην, καὶ ὡς τοῦ χοροῦ πρῶτος, ἀεὶ πρότερος ἄρχεται τοῦ λόγου...
Διὰ τοῦτο ἀρχόμενος ἔλεγεν· Ἄνδρες ἀδελφοὶ, δεῖ ἐκλέξασθαι ἐξ ἡμῶν. Τῷ πλήθει τὴν κρίσιν ἐπιτρέπει, τούς τε γινομένους αἰδεσίμους ποιῶν, καὶ αὐτὸς ἀπαλλαττόμενος ἀπεχθείας τῆς πρὸς τοὺς ἄλλους. Μεγάλα γὰρ ἀεὶ τὰ τοιαῦτα ἐργάζεται κακά...
Τί οὖν; ἑλέσθαι τὸν Πέτρον αὐτὸν οὐκ ἐνῆν; Καὶ πάνυ γε· ἀλλ' ἵνα μὴ δόξῃ χαρίζεσθαι, τοῦτο οὐ ποιεῖ. Ἄλλως δὲ καὶ Πνεύματος ἄμοιρος ἦν ἔτι. Καὶ ἔστησαν, φησὶ, δύο, Ἰωσὴφ τὸν καλούμενον Βαρσαβᾶν, ὃς ἐπεκλήθη Ἰοῦστος, καὶ Ματθίαν. Οὐχὶ αὐτὸς αὐτοὺς ἔστησεν, ἀλλὰ πάντες. Τὴν γνώμην δὲ αὐτὸς εἰσηγήσατο, δείξας οὐδὲ αὐτὴν αὐτοῦ οὖσαν, ἀλλ' ἄνωθεν κατὰ προφητείαν· ὥστε ἐξηγητὴς γέγονεν, οὐ διδάσκαλος...
Δεῖ οὖν τῶν συνελθόντων ἡμῖν, φησὶν, ἀνδρῶν. Ὅρα, πῶς βούλεται αὐτόπτας αὐτοὺς εἶναι. Καίτοιγε ἔμελλε παρέσεσθαι τὸ Πνεῦμα· ἀλλ' ὅμως πολλὴ σπουδὴ περὶ τούτου ἦν. Τῶν συνελθόντων ἡμῖν ἀνδρῶν, φησὶν, ἐν παντὶ χρόνῳ, ἐν ᾧ εἰσῆλθε καὶ ἐξῆλθεν ἐφ' ἡμᾶς ὁ Κύριος Ἰησοῦς. Δείκνυσιν αὐτοὺς συνωκηκότας αὐτῷ οὐχ ἁπλῶς ὡς μαθητὰς παρόντας. Ἄρα καὶ ἐξ ἀρχῆς τότε πολλοὶ παρηκολούθουν αὐτῷ.
Ὅρα γοῦν, πῶς τοῦτο δηλοῖ, ὅταν λέγῃ· Ἦν εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου, καὶ ἀκολουθησάντων τῷ Ἰησοῦ. Ἐν παντὶ χρόνῳ, φησὶν, ἐν ᾧ εἰσῆλθε καὶ ἐξῆλθεν ἐφ' ἡμᾶς ὁ Κύριος Ἰησοῦς, ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος Ἰωάννου. Καλῶς. Τὰ γὰρ πρὸ τούτου οὐδεὶς ᾔδει μαθὼν, ἀλλὰ Πνεύματι ἐμάνθανον. Ἕως τῆς ἡμέρας, φησὶν, ἧς ἀνελήφθη ἀφ' ἡμῶν, μάρτυρα τῆς ἀναστάσεως αὐτοῦ σὺν ἡμῖν γενέσθαι ἕνα τούτων. Οὐκ εἶπε, Τῶν ἄλλων μάρτυρα, ἀλλὰ, Τῆς ἀναστάσεως μόνης μάρτυρα. Καὶ γὰρ ἀξιοπιστότερος ἦν ὁ δυνάμενος εἰπεῖν, ὅτι Ἐκεῖνος ὁ φαγὼν, καὶ πιὼν, καὶ σταυρωθεὶς, αὐτὸς ἀνέστη. Ὥστε οὔτε τῶν πρὸ τούτου χρόνων, οὔτε τῶν μετὰ ταῦτα ἔδει μάρτυρα εἶναι καὶ τῶν σημείων. Τὸ γὰρ ζητούμενον τοῦτο ἦν, ἡ ἀνάστασις· ἐπεὶ ἐκεῖνα δῆλα ἦν καὶ ὡμολογημένα, αὕτη δὲ λάθρα γέγονε, καὶ τούτοις μόνοις ἦν δήλη...
Καὶ κοινῇ δὲ πάντες εὔχονται λέγοντες· Σὺ, Κύριε, καρδιογνῶστα πάντων, ἀνάδειξον. Σὺ, φησὶ, μὴ ἡμεῖς. Εὐκαίρως καρδιογνώστην καλοῦσιν, ἀπὸ γὰρ τούτου αἱρεῖσθαι ἐχρῆν, οὐχὶ τῶν ἔξωθεν. Οὕτως ἐθάῤῥουν, ὅτι πάντως ἕνα δεῖ γενέσθαι. Καὶ οὐκ εἶπον, Ἔκλεξαι, ἀλλὰ, Ἀνάδειξον τὸν ἐκλεγέντα, φησὶν, ὃν ἐξελέξω· εἰδότες πάντα προωρίσθαι τῷ Θεῷ. Ἐκ τούτων τῶν δύο ἕνα λαχεῖν τὸν κλῆρον τῆς διακονίας ταύτης καὶ ἀποστολῆς. Ἦν γὰρ καὶ ἄλλη διακονία. Καὶ ἔδωκαν αὐτοῖς κλήρους. Οὔπω γὰρ ἑαυτοὺς ἀξίους ἡγοῦντο ἀφ' ἑαυτῶν ἐκλέξασθαι· διὸ καὶ αἰτοῦσι διά τινος σημείου μαθεῖν.
Prayer