READINGS: CONVERSION OF ST. PAUL

Invitatory Psalm & BACK


Psalm 19A: Hebrew English     Then BACK

Psalm 64: Hebrew English     Then BACK

Psalm 97: Hebrew English     Then BACK
Galatians 1:11-24

γνωρίζω γὰρ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ' ἐμοῦ
ὅτι οὐκ ἔστιν κατὰ ἄνθρωπον:
οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό,
οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ.
ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ,
ὅτι καθ' ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ θεοῦ καὶ ἐπόρθουν αὐτήν,
καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου,
περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων.
ὅτε δὲ εὐδόκησεν ὁ θεὸς ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου
καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ
ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοὶ ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν,
εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι,
οὐδὲ ἀνῆλθον εἰς Ἱεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους,
ἀλλὰ ἀπῆλθον εἰς Ἀραβίαν, καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν.
      ἔπειτα μετὰ ἔτη τρία ἀνῆλθον εἰς Ἱεροσόλυμα ἱστορῆσαι Κηφᾶν,
      καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δεκαπέντε:
      ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου.
      ἃ δὲ γράφω ὑμῖν, ἰδοὺ ἐνώπιον τοῦ θεοῦ ὅτι οὐ ψεύδομαι.
      ἔπειτα ἦλθον εἰς τὰ κλίματα τῆς Συρίας καὶ τῆς Κιλικίας.
      ἤμην δὲ ἀγνοούμενος τῷ προσώπῳ ταῖς ἐκκλησίαις τῆς Ἰουδαίας ταῖς ἐν Χριστῷ,
      μόνον δὲ ἀκούοντες ἦσαν ὅτι ὁ διώκων ἡμᾶς ποτε
      νῦν εὐαγγελίζεται τὴν πίστιν ἥν ποτε ἐπόρθει,
      καὶ ἐδόξαζον ἐν ἐμοὶ τὸν θεόν.


John Chrysostom

Τί ποτέ ἐστιν ἄνθρωπος, καὶ ὅση τῆς φύσεως τῆς ἡμετέρας ἡ εὐγένεια, καὶ ὅσης ἐστὶ δεκτικὸν ἀρετῆς τουτὶ τὸ ζῶον, ἔδειξε μάλιστα πάντων ἀνθρώπων Παῦλος...
Καίτοι καὶ στρατηγῶν καὶ βασιλέων ἁπάντων τῶν ὄντων ἐπὶ γῆς μείζονα φροντίδα ἐγχειρισθείς, ἀλλ' ὅμως καθ' ἑκάστην ἤκμαζε τὴν ἡμέραν. Καὶ τῶν κινδύνων ἐπιτεινομένων αὐτῷ, νεαρὰν ἐκέκτητο τὴν προθυμίαν, καὶ τοῦτο δηλῶν ἔλεγε· Τῶν μὲν ὀπίσω ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος· καὶ θανάτου προσδοκωμένου, εἰς κοινωνίαν τῆς ἡδονῆς ταύτης ἐκάλει λέγων· Χαίρετε καὶ συγχαίρετέ μοι· καὶ κινδύνων ἐπικειμένων καὶ ὕβρεων, καὶ ἀτιμίας ἁπάσης, ἐσκίρτα πάλιν, καὶ Κορινθίοις ἐπιστέλλων ἔλεγε·
Διὸ καὶ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν διωγμοῖς· Καὶ ὅπλα δὲ αὐτὰ δικαιοσύνης ἐκάλεσε, δεικνὺς ὅτι καὶ ἐντεῦθεν τὰ μέγιστα ἐκαρποῦτο, καὶ τοῖς ἐχθροῖς πάντοθεν ἀχείρωτος ἦν· καὶ πανταχοῦ μαστιζόμενος, ὑβριζόμενος, λοιδορούμενος, ὥσπερ ἐν θριάμβοις ἐμπομπεύων, καὶ τὰ τρόπαια συνεχῆ πανταχοῦ γῆς ἱστάς, οὕτως ἐκαλλωπίζετο, καὶ χάριν ὡμολόγει τῷ Θεῷ λέγων· Χάρις δὲ τῷ Θεῷ τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς. Καὶ τὴν ἀσχημοσύνην καὶ τὴν ὕβριν τὴν διὰ τὸ κήρυγμα μᾶλλον, ἢ ἡμεῖς τὴν τιμὴν ἐδίωκε, καὶ τὸν θάνατον, ἢ ἡμεῖς τὴν ζωήν, καὶ τὴν πενίαν, ἢ τὸν πλοῦτον ἡμεῖς, καὶ τοὺς πόνους μᾶλλον, ἢ τὰς ἀνέσεις ἕτεροι... Ἓν τούτῳ φοβερὸν ἦν μόνον καὶ φευκτόν, τὸ προσκροῦσαι Θεῷ, ἕτερον δὲ οὐδέν· ὥσπερ οὖν οὐδὲ ποθεινὸν ἄλλο τι, ὡς τὸ ἀρέσαι Θεῷ· Τὸ γὰρ ἁπάντων μεῖζον εἶχεν ἐν ἑαυτῷ, τὸν τοῦ Χριστοῦ ἔρωτα· μετὰ τούτου πάντων ἑαυτὸν μακαριώτερον εἶναι ἐνόμισε. Καὶ τούτου χωρίς, οὐδὲ τῶν κυριοτήτων καὶ τῶν ἀρχῶν καὶ τῶν ἐξουσιῶν γενέσθαι ηὔχετο, ἀλλὰ μετὰ τῆς ἀγάπης ταύτης ἐν ἐσχάτοις εἶναι ἐβούλετο μᾶλλον καὶ τῶν κολαζομένων, ἢ ταύτης χωρίς, τῶν ἄκρων καὶ τῶν τιμωμένων.
Κόλασις γὰρ ἐκείνῳ μία, τὸ τῆς ἀγάπης ταύτης ἀποτυχεῖν. Τοῦτο αὐτῷ γέεννα, τοῦτο τιμωρία, τοῦτο μυρία κακά, ὥσπερ καὶ ἀπόλαυσις, τὸ ταύτης ἐπιτυχεῖν· τοῦτο ζωή, τοῦτο κόσμος, τοῦτο ἄγγελος, τοῦτο παρόντα, τοῦτο μέλλοντα, τοῦτο βασιλεία, τοῦτο ἐπαγγελία, τοῦτο τὰ μυρία ἀγαθά. Ἕτερον δὲ οὐδὲν τῶν μὴ φερόντων ἐνταῦθα, οὔτε λυπηρόν, οὔτε ἡδὺ εἶναι ἐνόμιζεν· ἀλλ' οὕτω κατεφρόνει τῶν ὁρωμένων πάντων, ὡς τῆς κατασηπομένης βοτάνης. Τύραννοι δὲ αὐτῷ, καὶ δῆμοι θυμοῦ πνέοντες, κώνωπες εἶναι ἐδόκουν· θάνατος δὲ αὐτῷ καὶ τιμωρίαι καὶ μυρίαι κολάσεις, παίδων ἀθύρματα· πλὴν εἴ ποτε διὰ τὸν Χριστὸν ὑπέμενε.


Te Deum [English]
Prayer