READINGS: SIMON & JUDE
Invitatory Psalm & BACK
Psalm 19A: Hebrew English Then BACK
Psalm 64: Hebrew English Then BACK
Psalm 97: Hebrew English Then BACK
לְדוֹר אַחֲרוֹן מְסַפְּרִים — וְנִפְלְאוֹתָיו אֲשֶׁר עָשָׂה
1 Corinthians 4:1-16οὕτως
ἡμᾶς
λογιζέσθω
ἄνθρωπος ὡς
ὑπηρέτας Χριστοῦ
καὶ
οἰκονόμους
μυστηρίων
θεοῦ.
|
St. Cyril of Alexandria, on John
Κεχειροτόνηκε μὲν ἐν τούτοις ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, τοὺς τῆς οἰκουμένης καθηγητάς τε καὶ διδασκάλους, καὶ τῶν θείων αὐτοῦ μυστηρίων οἰκονόμους, οὓς καὶ φωστήρων δίκην ἀναλάμψαι τε ἤδη, καὶ καταυγάσαι κελεύει οὐχὶ μόνην τῶν Ἰουδαίων τὴν χώραν μᾶλλον δὲ τὴν ὑφ᾽ ἡλίῳ σύμπασαν, καὶ τοὺς πανταχόσε κατεσπαρμένους καὶ κατῳκηκότας. Ἀληθὴς οὖν ἄρα λέγων ὁ Παῦλος, ὡς οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμὴν, ἀλλ᾽ ὁ καλούμενος παρὰ τοῦ Θεοῦ. Κέκληκε γαρ εἰς εὐκλεστάτην ἀποστολὴν ὁ Κύριος ἡμων Ἰησοῦς ὁ Χριστὸς πρὸ τῶν ἄλλων ἁπάντων τοὺς ἑαυτοῦ μαθητὰς
Στύλοι γὰρ ὥσπερ καὶ ἑδραίωμα τῆς ἀληθείας οἱ μακάριοι γεγόνασι μαθηταὶ, οὓς δὴ καὶ ἀποστεῖλαί φησιν, ὥσπερ αὐτὸν ἀπέστειλεν ὁ Πατὴρ, ὁμοῦ μὲν τῆς ἀποστολῆς τὸ ἀξίωμα δεικνὺς, καὶ τῆς δοθείσης αὐτοῖς ἐξουσίας τὴν ἀσύγκριτον δόξαν· ἐν ταυτῷ δὲ, ὡς εἰκὸς, καὶ τῶν ἀποστολικῶν ἐπιτηδευμάτων ὑποφαίνων τὴν ὁδόν.
Εἰ τὰρ οὕτως ἀποστέλλειν ᾤετο δεῖν αὐτὸς τοὺς οἰκείους μαθητὰς, ὥσπερ οὖν αὐτὸν ἀπέστειλεν ὁ Πατὴρ, πῶς οὐκ ἀναγκαῖον ἰδεῖν τοὺς, οἵ γε τῶν ἴσων ἔμελλον ἔσεσθαι μιμηταὶ, τί δὴ καὶ δράσοντα τὸν Υἱὸν ἀπέστειλεν ὁ Πατήρ; Οὐκοῦν τῆς ἰδίας ἀποστολῆς τὸν τρόπον διαφόρως ἡμῖν ἐξηγούενος, ποτὲ μὲν ἔφασκεν· Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. Καὶ πάλιν· Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ᾽ οἱ κακῶς ἔχοντες. Καὶ ἔτι πρὸς τούτοις, ποτὲ μὲν, ὅτι Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με· ποτὲ δὲ παλιν· Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ᾽ ἵνα σωθῇ ὁ κόσμος δι᾽ αὐτοῦ.
Ἐν ὀλίγοις τοιγαροῦν τοῖς ῥήμασι τὰ τῆς ἀποστολῆς ἐπιτηδεύματα συνελὼν, οὕτως ἀποστεῖλαί φησιν αὐτοῦς, καθάπερ αὐτὸν ὁ Πατὴρ, ἵν᾽ εἰδεῖεν ἐντεῦθεν, ὡς καλεῖν ὀφείλουσιν ἁμαρτωλοῦς εἰς μετάνοιαν, θεραπεύειν δὲ τοῦς κακῶς ἔχοντας, σωματικῶς τε καὶ πνευματικῶς, ἐν δὲ ταῖς τῶν πραγμάτων οἰκονομίαις τὸ ἴδιον οὐχὶ πάντως θέλημα ζητεῖν, ἀλλὰ τὸ τοῦ ἀποστείλαντος, σώζειν τε, καθόσον ἐνδέχεται, ταῖς διδασκαλίαις τὸν κόσμον. Καὶ γοῦν διὰ τούτων ἁπάντων διαπρέπειν σπουδάζοντας καὶ αὐτοὺς εὑρήσομεν τοὺς ἁγίους μαθητὰς, καὶ ὁ τῆς πληροφορίας πόνος οὐ πολὺς τῷ γε ἅπαξ ἐγκύψαντι τῇ τῶν Πράξεων σγγραφῇ, καὶ ταῖς τοῦ ἁγίου Παύλου φωναῖς.
Prayer