READINGS: TRANSFIGURATION

Invitatory Psalm & BACK
Illustre quiddam cernimus,
quod nesciat finem pati,
sublime, celsum, interminum,
antiquius caelo et chao.

Hic ille rex est gentium
plebisque rex Judaicae,
promissus Abrahae patri
ejusque-in aevum semini.
Hunc, et prophetis testibus,
iisdemque signatoribus,
testator et Pater jubet
audire nos et credere.

Gloria tibi Domine,
qui-apparuisti hodie,
cum Patre-et Sancto Spiritu,
in sempiterna saecula.


Psalm 19A: Hebrew English     Then BACK


Psalm 45A & B: Hebrew English     Then BACK

בְּעַמּוּד עָנָן יְדַבֵּר אֲלֵיהֶם — שָׁמְרוּ עֵדֹתָיו וְחֹק נָתַן־לָמוֹ

2 Corinthians 3:7—4:6

            εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράμμασιν ἐντετυπωμένη λίθοις ἐγενήθη ἐν δόξῃ,
            ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως
            διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην,
            πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ πνεύματος ἔσται ἐν δόξῃ;
            εἰ γὰρ τῇ διακονίᾳ τῆς κατακρίσεως δόξα,
            πολλῷ μᾶλλον περισσεύει ἡ διακονία τῆς δικαιοσύνης δόξῃ.
            καὶ γὰρ οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει εἵνεκεν τῆς ὑπερβαλλούσης δόξης:
            εἰ γὰρ τὸ καταργούμενον διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον ἐν δόξῃ.
      ἔχοντες οὖν τοιαύτην ἐλπίδα πολλῇ παρρησίᾳ χρώμεθα,
      καὶ οὐ καθάπερ Μωϋσῆς ἐτίθει κάλυμμα ἐπὶ τὸ πρόσωπον αὐτοῦ,
      πρὸς τὸ μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργουμένου.
      ἀλλὰ ἐπωρώθη τὰ νοήματα αὐτῶν.
      ἄχρι γὰρ τῆς σήμερον ἡμέρας τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς διαθήκης
      μένει μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ καταργεῖται:
      ἀλλ' ἕως σήμερον ἡνίκα ἂν ἀναγινώσκηται Μωϋσῆς κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται:
      ἡνίκα δὲ ἐὰν ἐπιστρέψῃ πρὸς κύριον, περιαιρεῖται τὸ κάλυμμα.
      ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν: οὗ δὲ τὸ πνεῦμα κυρίου, ἐλευθερία.
      ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμενοι
      τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν,
      καθάπερ ἀπὸ κυρίου πνεύματος.
4
διὰ τοῦτο, ἔχοντες τὴν διακονίαν ταύτην, καθὼς ἠλεήθημεν, οὐκ ἐγκακοῦμεν,
ἀλλὰ ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύνης,
μὴ περιπατοῦντες ἐν πανουργίᾳ μηδὲ δολοῦντες τὸν λόγον τοῦ θεοῦ,
ἀλλὰ τῇ φανερώσει τῆς ἀληθείας συνιστάνοντες ἑαυτοὺς
πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων ἐνώπιον τοῦ θεοῦ.
εἰ δὲ καὶ ἔστιν κεκαλυμμένον τὸ εὐαγγέλιον ἡμῶν,
ἐν τοῖς ἀπολλυμένοις ἐστὶν κεκαλυμμένον,
ἐν οἷς ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσεν τὰ νοήματα τῶν ἀπίστων
εἰς τὸ μὴ αὐγάσαι τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ.
οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν ἀλλὰ Ἰησοῦν Χριστὸν κύριον,
ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν.
ὅτι ὁ θεὸς ὁ εἰπών, ἐκ σκότους φῶς λάμψει,
ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ θεοῦ
ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ.

Anastasius of Sinai, Sermon
Mélanges d'archéologie et d'histoire, 67 (1955), 241-244

Τὸ ἐπὶ τοῦ ὄρους Θαβὼρ μυστήριον δείκνυσι τοῖς ἑαυτοῦ μαθηταῖς. ἐπεὶ γὰρ αὐτοῖς τοὺς περὶ βασιλείας καὶ δευτέρας ἐνδόξου αὐτοῦ παρουσίας εἰς μέσον ἀγαγὼν προκατήγγειλε λόγους, —καὶ ἴσως ἀτελῶς διακείμενοι πρὸς τὰ περὶ τῆς βασιλείας ἐν πρώτοις λεγόμενα ἀδιστάκτως διέκειντο ἐν ταῖς κατὰ ψυχὴν ἀδολεσχίαις—, πιστοῦν αὐτοὺς βουλόμενος ἀπὸ τῶν παρόντων τὸ μέλλον ὡς ἐν εἰκόνι τινὶπρόδρομόν τινα οὐρανῶν βασιλείας ἴνδαλμα τὴν ἐν τῷ Θαβωρίῳ  ὄρει παραδόξως θεοφάνειαν ἐργάσατο, ὡσανεὶ λέγων πρὸς αὐτούς· ἐπεὶ, ἵνα μὴ ἡ τοῦ χρόνου διάστασις ἴσως ὑμῖν τὸ ἄπιστον ἐργάσηται, Άμήν, λέγω ὑμῖν, θᾶττον καὶ παραυτά, εἰσί τινες τῶν ὧδε ἑστηκότων καὶ ἀκουόντων οἵτινες οὐ μὴ γύσωνται θανάτου, ἕως ἃν ἴδωσι τὸν υἱὸν τοῦ άνθρώπου έρχόμενον ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ, καὶ σύνδρομον δεικνὺς τῇ βουλήσει τὴν ἐνέργειάν, φησιν αὖθις ὁ ἐυαγγελιστὴς ὅτι μεθ ἡμέρας ἕξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ Ἰακωβον καὶ Ίωάννην καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ ἰδίαν καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένοντο λευκὰ ὡς τὸ φῶς, καὶ ἰδοὺ ὤφθησαν αὐτοῖς Μωϋσῆς καὶ Ήλίας μετ αὐτοῦ συλλαλοῦντες.
Ταῦτα τῆς παρούσης ἑορτῆς τὰ θεῖα τεράστια, τοῦτο ἡμῖν τὸ ἐπὶ τοῦ ὄρους τελούμενον νῦν σωτήριον ὁμοῦ καὶ μυστήριον· αὕτη ἡ συναθροίσασα ἡμᾶς Χριστοῦ τελετὴ καὶ πανήγυρις. Οὐκοῦν ἵνα τῶν ἀπορρήτων καὶ ἀδύτων ἅμα σὺν τοῖς προκρίτοις τῶν θεολήπτων θεολόγων ἐντὸς γενώμεθα μυστηρίων, ἀκούσωμεν θείας τινὸς καὶ ἱερωτάτης φωνῆς ἡμῖν ὡσανεὶ ἄνωθεν ἀπὸ τῆς ἀκρωρείας τοῦ ὄρους προτρεπτικώτατα συγκαλούσης καὶ λεγούσης· δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου ἐν ἡμέρᾳ Κυρίου, ἐν τόπῳ Κυρίου καὶ ἐν οἴκῳ τοῦ Θεοῦ ἡμῶν, ὅπως ὑπὸ τῆς αὐτοῦ ὀπτασίας καὶ φωτοχυσίας περιλαμφθέντες καὶ ἐπὶ τὰ κρείττω ἀλλοιωθέντες καὶ μεταρθέντες καὶ φωτὶ προσλαβόντες φῶς βοήσωμεν λέγοντες· Ὡς φοβερὸς ὁ τόπος οὗτος· οὐκ ἔστιν τοῦτο ἀλλ ἢ οἶκος Θεοῦ καὶ αὐτὴ ἡ πύλη τοῦ οὐρανοῦ· αὕτη πρὸς ὃν ἡμᾶς δεῖ κατασπεύδειν, ἀποτολμήσας ἐρῶ, ὡς Ἰησοῦς ὁ ἐν αὐτῷ καὶ ἐν οὐρανοῖς πρόδρομος ἀνιὼν ἡμῶν ὁδηγός, μεθ οὗ συναστράψοιμεν τοὶς νοεροῖς ὄμμασι, τοὶς ψυχικοῖς χαρακτῆρσιν ἀνανεούμενοι καὶ ἀναθεούμενοι καὶ σὺν αὐτῷ ὡς αὐτὸς συμμορφούμενοι, ἀεὶ θεούμενοι καὶ ἐπὶ τὸ κρεῖττον διαλλαττόμενοι, ὑπερμαχεῖς ἐλάφους τὰς ἀναβάσεις τρέχοντες ἐπὶ τοῦ ὄρους καὶ διαλλόμενοι ὑπὲρ περιστερὰς ἀσπίλους, μετὰ Πετρου καὶ Ἰακώβου καὶ Ἰωάννου ἐπὶ τὴν ἄκραν αἰρόμενοι καὶ μετὰ Μωϋσέως καὶ Ἠλίου ἐπὶ τῶν νεφελῶν ἀεροδρομοῦντες, ὅπως καὶ περὶ ἡμῶν ὁ δεσπότης εἶποι· Εἰσί τινες τῶν ὧδε ἑστηκότων οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσι τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον πρὸς αὐτοὺς μετὰ δόξης τοῦ πατρὸς αὐτοῦ.
Διὸ δράμωμεν θαρσαλέοι καὶ φαιδροὶ καὶ εἴσω τῆς νεφέλης χωρήσωμεν γινόμενοι οὗτος Μωϋσῆς καὶ ἄλλος Ἠλίας, οὗτος Ἰάκωβος καὶ ἄλλος Ἰωάννης· μετάρθητι ὥσπερ Πέτρος ἐπὶ τὴν θείαν θεωρίαν τε καὶ φαντασίαν, τὴν καλὴν ἀλλοίωσιν ἀλλοιώθητι, ἔκστηθι κόσμου, ἀπόστηθι τῆς γῆς, κατάλειπε τὴν σάρκα, ἄφες τὴν κτίσιν καὶ πρὸς τὸν κτίστην μετάβηθι πρὸς ὃν ὁ Πέτρος ἐξιστάμενος ἔλεγεν· Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι. Μενοῦνγε, ὦ Πέτρε, ὄντως καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι σὺν Ἰησοῦ καὶ μεῖναι καὶ εἰς αἰῶνας ἀεὶ εἶναι· τί τούτου μακαριώτερον ἢ ὑψηλότερον ἢ τιμιώτερον τοῦ μετὰ Θεοῦ εἰναι καὶ ὡς Θεὸν τῇ μορφῇ εἶναι καὶ ἐν φωτὶ εἶναι; Οὐκοῦν καὶ ἡμῶν λεγέτω ἕκαστος ὁ Θεὸν ἐν καρδίᾳ κτησάμενος καὶ μεταμορφούμενος πρὸς τὴν θίαν ἐκείνην μορφὴν ἀγαλλόμενος· Καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, ἔνθα πάντα φωτεινά, ἔνθα χαρὰ καὶ εὐφροσύνη καὶ ἀγαλλίασις, ἔνθα ἐν τῇ καρδίᾳ παντα εἰρηνικὰ καὶ γαληνὰ καὶ ἀστασίαστα, ἔνθα ὀπτάνεται Θεός· ἐν ᾗ ποιεῖ μονὴν σὺν τῷ Πατρί, ἐν ᾗ παραγενόμενος λέγει· σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ γίνεται, ἐν ᾗ πάντων τῶν μελλόντων αἰώνων αἱ ἀπαρχαὶ καὶ εἰκόνες ὡς ἐν ἐσόπτρῳ διαγράφονται.


Te Deum [English]
Prayer