Εὐλογητὸς
ὁ θεὸς καὶ
πατὴρ * τοῦ
κυρίου ἡμῶν
᾽Ιησοῦ
Χριστοῦ,
ὁ
εὐλογήσας
ἡμᾶς ἐν πάσῃ
εὐλογίᾳ
πνευματικῇ * ἐν
τοῖς
ἐπουρανίοις
ἐν Χριστῷ,
|
καθὼς
ἐξελέξατο
ἡμᾶς ἐν αὐτῷ * πρὸ
καταβολῆς
κόσμου,
εἶναι
ἡμᾶς ἁγίους
καὶ ἀμώμους * κατενώπιον
αὐτοῦ ἐν
ἀγάπῃ,
|
προορίσας
ἡμᾶς εἰς
υἱοθεσίαν * διὰ
᾽Ιησοῦ
Χριστοῦ | εἰς
αὐτόν, * κατὰ
τὴν εὐδοκίαν
τοῦ θελήματος
αὐτοῦ,
|
εἰς
ἔπαινον δόξης
τῆς χάριτος
αὐτοῦ * ἧς
ἐχαρίτωσεν
ἡμᾶς ἐν τῷ
ἠγαπημένῳ,
|
ἐν
ᾧ ἔχομεν τὴν
ἀπολύτρωσιν * διὰ
τοῦ αἵματος
αὐτοῦ, * τὴν
ἄφεσιν τῶν
παραπτωμάτων,
κατὰ
τὸ πλοῦτος τῆς
χάριτος αὐτοῦ, *
ἧς
ἐπερίσσευσεν
εἰς ἡμᾶς * ἐν
πάσῃ σοφίᾳ καὶ
φρονήσει,
|
γνωρίσας ἡμῖν
τὸ μυστήριον * τοῦ
θελήματος
αὐτοῦ,
κατὰ
τὴν εὐδοκίαν
αὐτοῦ * ἣν
προέθετο ἐν
αὐτῷ * εἰς
οἰκονομίαν
τοῦ
πληρώματος
τῶν καιρῶν,
|
ἀνακεφαλαιώσασθαι
τὰ πάντα ἐν τῷ
Χριστῷ, * τὰ
ἐπὶ τοῖς
οὐρανοῖς καὶ τὰ
ἐπὶ τῆς γῆς.
|
|