1 Peter 2:21-25Sunday Evenings in Lent
Χριστὸς ἔπαθεν ὑπὲρ ὑμῶν, * ὑμῖν ὑπολιμπάνων ὑπογραμμὸν * ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ
ὃς ἁμαρτίαν οὐκ ἐποίησεν * οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ
ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει * πάσχων οὐκ ἠπείλει * παρεδίδου δὲ τῷ κρίνοντι δικαίως
ὃς τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν * ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον,
ἵνα ταῖς ἁμαρτίαις ἀπογενόμενοι * τῇ δικαιοσύνῃ ζήσωμεν * οὗ τῷ μώλωπι ἰάθητε
ἦτε γὰρ ὡς πρόβατα πλανώμενοι * ἀλλὰ ἐπεστράφητε νῦν * ἐπὶ τὸν ποιμένα καὶ ἐπίσκοπον τῶν ψυχῶν ὑμῶν.

To English