Colossians 1:12-20 | Wednesday Evenings |
Εὐχαριστεῖτε
τῷ πατρὶ * τῷ
ἱκανώσαντι
ὑμᾶς
εἰς
τὴν μερίδα τοῦ
κλήρου * τῶν
ἁγίων ἐν τῷ
φωτί·
|
ὃς
ἐρρύσατο ἡμᾶς
ἐκ τῆς
ἐξουσίας τοῦ
σκότους * καὶ
μετέστησεν
εἰς τὴν
βασιλείαν τοῦ
υἱοῦ τῆς
ἀγάπης αὐτοῦ,
ἐν
ᾧ ἔχομεν τὴν
ἀπολύτρωσιν, * τὴν
ἄφεσιν τῶν
ἁμαρτιῶν·
|
ὅς
ἐστιν εἰκὼν
τοῦ θεοῦ τοῦ
ἀοράτου, * πρωτότοκος
πάσης κτίσεως,
|
ὅτι
ἐν αὐτῷ ἐκτίσθη
τὰ πάντα * ἐν
τοῖς οὐρανοῖς
καὶ ἐπὶ τῆς
γῆς, * τὰ ὁρατὰ
καὶ τὰ ἀόρατα,
εἴτε
θρόνοι εἴτε
κυριότητες * εἴτε
ἀρχαὶ εἴτε
ἐξουσίαι· * τὰ
πάντα δι᾽ αὐτοῦ
καὶ εἰς αὐτὸν
ἔκτισται,
|
καὶ
αὐτός ἐστιν
πρὸ πάντων * καὶ
τὰ πάντα ἐν
αὐτῷ
συνέστηκεν.
|
καὶ
αὐτός ἐστιν ἡ
κεφαλὴ τοῦ
σώματος, τῆς
ἐκκλησίας· * ὅς
ἐστιν ἀρχή,
πρωτότοκος ἐκ
τῶν νεκρῶν, * ἵνα
γένηται ἐν
πᾶσιν αὐτὸς
πρωτεύων,
|
ὅτι
ἐν αὐτῷ
εὐδόκησεν πᾶν
τὸ πλήρωμα
κατοικῆσαι * καὶ
δι᾽ αὐτοῦ ἀποκαταλλάξαι
τὰ πάντα εἰς
αὐτόν,
εἰρηνοποιήσας
διὰ τοῦ
αἵματος τοῦ σταυροῦ
αὐτοῦ, * εἴτε τὰ
ἐπὶ τῆς γῆς
εἴτε τὰ ἐν τοῖς
οὐρανοῖς.
|
To English
|