Song of Azariah, Daniel 3:26-7,29,34-41Tuesday Morning 4
Εὐλογητὸς εἶ κύριε ὁ θεὸς τῶν πατέρων ἡμῶν * καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας.
ὅτι δίκαιος εἶ ἐπὶ πᾶσιν οἷς ἐποίησας ἡμῖν * καὶ πάντα τὰ ἔργα σου ἀληθινά
καὶ αἱ ὁδοί σου εὐθεῖαι * καὶ πᾶσαι αἱ κρίσεις σου ἀληθιναί
ὅτι ἡμάρτομεν ἐν πᾶσι καὶ ἠνομήσαμεν * ἀποστῆναι ἀπὸ σοῦ
καὶ ἐξημάρτομεν ἐν πᾶσι * καὶ τῶν ἐντολῶν τοῦ νόμου σου οὐχ ὑπηκούσαμεν
μὴ παραδῷς ἡμᾶς εἰς τέλος * διὰ τὸ ὄνομά σου,
καὶ μὴ διασκεδάσῃς σου τὴν διαθήκην, * καὶ μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ' ἡμῶν,
διὰ Αβρααμ τὸν ἠγαπημένον ὑπὸ σοῦ * καὶ διὰ Ισαακ τὸν δοῦλόν σου * καὶ Ισραηλ τὸν ἅγιόν σου,
οἵς ἐλάλησας πρὸς αὐτοὺς λέγων * πληθῦναι τὸ σπέρμα αὐτῶν
ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ * καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης.
ὅτι δέσποτα ἐσμικρύνθημεν παρὰ πάντα τὰ ἔθνη * καί ἐσμεν ταπεινοὶ ἐν πάσῃ τῇ γῇ σήμερον * διὰ τὰς ἁμαρτίας ἡμῶν,
καὶ οὐκ ἔστιν ἐν τῷ καιρῷ τούτῳ * ἄρχων καὶ προφήτης οὐδὲ ἡγούμενος,
οὐδὲ ὁλοκαύτωσις οὐδὲ θυσία * οὐδὲ προσφορὰ οὐδὲ θυμίαμα,
οὐδὲ τόπος τοῦ καρπῶσαι ἐνώπιόν σου * καὶ εὑρεῖν ἔλεος.
ἀλλ' ἐν ψυχῇ συντετριμμένῃ * καὶ πνεύματι τεταπεινωμένῳ * προσδεχθείημεν,
ὡς ἐν ὁλοκαυτώμασι κριῶν καὶ ταύρων * καὶ ὡς ἐν μυριάσιν ἀρνῶν πιόνων.
οὕτω γενέσθω ἡμῶν ἡ θυσία ἐνώπιόν σου σήμερον * καὶ ἐξιλάσαι ὄπισθέν σου,
ὅτι οὐκ ἔστιν αἰσχύνη * τοῖς πεποιθόσιν ἐπὶ σοί.
καὶ νῦν ἐξακολουθοῦμεν ἐν ὅλῃ καρδίᾳ * καὶ φοβούμεθά σε * καὶ ζητοῦμεν τὸ πρόσωπόν σου.

To English