Ephesians 1:3-10Monday Evenings
Εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ * τοῦ κυρίου ἡμῶν ᾽Ιησοῦ Χριστοῦ,
ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ * ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ,
καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ * πρὸ καταβολῆς κόσμου,
εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους * κατενώπιον αὐτοῦ ἐν ἀγάπῃ,
προορίσας ἡμᾶς εἰς υἱοθεσίαν * διὰ ᾽Ιησοῦ Χριστοῦ
εἰς αὐτόν, * κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦ,
εἰς ἔπαινον δόξης τῆς χάριτος αὐτοῦ * ἧς ἐχαρίτωσεν ἡμᾶς ἐν τῷ ἠγαπημένῳ,
ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν * διὰ τοῦ αἵματος αὐτοῦ, * τὴν ἄφεσιν τῶν παραπτωμάτων,
κατὰ τὸ πλοῦτος τῆς χάριτος αὐτοῦ, * ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς * ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει,
γνωρίσας ἡμῖν τὸ μυστήριον * τοῦ θελήματος αὐτοῦ,
κατὰ τὴν εὐδοκίαν αὐτοῦ * ἣν προέθετο ἐν αὐτῷ * εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν,
ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ, * τὰ ἐπὶ τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς.

To English