Judith 16:1-2,13-16Wednesday Morning 1
Ἐξάρχετε τῷ θεῷ μου ἐν τυμπάνοις * ᾄσατε τῷ κυρίῳ ἐν κυμβάλοις,
ἐναρμόσασθε αὐτῷ ψαλμὸν καὶ αἶνον * ὑψοῦτε καὶ ἐπικαλεῖσθε τὸ ὄνομα αὐτοῦ,
ὅτι θεὸς συντρίβων πολέμους κύριος * ὑμνήσω τῷ θεῷ μου ὕμνον καινόν:
κύριε μέγας εἶ καὶ ἔνδοξος * θαυμαστὸς ἐν ἰσχύι ἀνυπέρβλητος.
σοὶ δουλευσάτω πᾶσα ἡ κτίσις σου * ὅτι εἶπας καὶ ἐγενήθησαν,
ἀπέστειλας τὸ πνεῦμά σου καὶ ᾠκοδόμησεν * καὶ οὐκ ἔστιν ὃς ἀντιστήσεται τῇ φωνῇ σου.
ὄρη γὰρ ἐκ θεμελίων σὺν ὕδασιν σαλευθήσεται * πέτραι δ' ἀπὸ προσώπου σου ὡς κηρὸς τακήσονται,
ἔτι δὲ τοῖς φοβουμένοις σε * σὺ εὐιλατεύσεις αὐτοῖς.
ὅτι μικρὸν πᾶσα θυσία εἰς ὀσμὴν εὐωδίας * καὶ ἐλάχιστον πᾶν στέαρ εἰς ὁλοκαύτωμά σοι·
ὁ δὲ φοβούμενος τὸν κύριον * μέγας διὰ παντός.

To English