Philippians 2:2-6Eve of Sundays (Saturday Evenings)
Xριστὸς Ἰησοῦς ἐν μορφῇ θεοῦ ὑπάρχων * οὐχ ἁρπαγμὸν ἡγήσατο * τὸ εἶναι ἴσα θεῷ,
ἀλλὰ ἑαυτὸν ἐκένωσεν * μορφὴν δούλου λαβών, * ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος:
καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος * ἐταπείνωσεν ἑαυτὸν
γενόμενος ὑπήκοος * μέχρι θανάτου, * θανάτου δὲ σταυροῦ.
διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσεν * καὶ ἐχαρίσατο αὐτῷ τὸ ὄνομα * τὸ ὑπὲρ πᾶν ὄνομα,
ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ * πᾶν γόνυ κάμψῃ * ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων,
καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται * ὅτι κύριος Ἰησοῦς Χριστὸς * εἰς δόξαν θεοῦ πατρός.

To English