Revelation 4:11; 5:9-10,12Tuesday Evenings
Ἄξιος εἶ ὁ κύριος καὶ ὁ θεὸς ἡμῶν * λαβεῖν τὴν δόξαν καὶ τὴν τιμὴν καὶ τὴν δύναμιν
ὅτι σὺ ἔκτισας τὰ πάντα * καὶ διὰ τὸ θέλημά σου ἦσαν καὶ ἐκτίσθησαν.
ἀρνίον θεοῦ ἄξιος εἶ * λαβεῖν τὸ βιβλίον * καὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ,
ὅτι ἐσφάγης * καὶ ἠγόρασας τῷ θεῷ ἐν τῷ αἵματί σου * ἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ λαοῦ καὶ ἔθνους.
καὶ ἐποίησας αὐτοὺς τῷ θεῷ ἡμῶν βασιλείαν καὶ ἱερεῖς * καὶ βασιλεύσουσιν ἐπὶ τῆς γῆς.
ἄξιόν ἐστιν τὸ ἀρνίον τὸ ἐσφαγμένον * λαβεῖν τὴν δύναμιν καὶ πλοῦτον
καὶ σοφίαν καὶ ἰσχὺν * καὶ τιμὴν καὶ δόξαν καὶ εὐλογίαν.

To English