Wisdom 9:1-6,9-11 | Saturday Morning 3 |
θεὲ πατέρων καὶ
κύριε τοῦ ἐλέους
* ὁ ποιήσας τὰ πάντα
ἐν λόγῳ σου,
καὶ τῇ σοφίᾳ σου
κατασκευάσας ἄνθρωπον
* ἵνα δεσπόζῃ τῶν
ὑπὸ σοῦ γενομένων
κτισμάτων,
καὶ διέπῃ τὸν
κόσμον ἐν ὁσιότητι
καὶ δικαιοσύνῃ
* καὶ ἐν εὐθύτητι
ψυχῆς κρίσιν κρίνῃ,
|
δός μοι τὴν τῶν
σῶν θρόνων πάρεδρον
σοφίαν * καὶ μή με
ἀποδοκιμάσῃς ἐκ
παίδων σου.
|
ὅτι ἐγὼ δοῦλος
σὸς * καὶ υἱὸς τῆς
παιδίσκης σου,
ἄνθρωπος ἀσθενὴς
καὶ ὀλιγοχρόνιος
* καὶ ἐλάσσων ἐν
συνέσει κρίσεως
καὶ νόμων.
|
κἂν γάρ τις ᾖ τέλειος
ἐν υἱοῖς ἀνθρώπων
* τῆς ἀπὸ σοῦ σοφίας
ἀπούσης εἰς οὐδὲν
λογισθήσεται
|
καὶ μετὰ σοῦ
ἡ σοφία ἡ
εἰδυῖα τὰ ἔργα
σου * καὶ παροῦσα
ὅτε ἐποίεις
τὸν κόσμον,
καὶ ἐπισταμένη
τί ἀρεστὸν ἐν ὀφθαλμοῖς
σου * καὶ τί εὐθὲς
ἐν ἐντολαῖς σου.
|
ἐξαπόστειλον
αὐτὴν ἐξ ἁγίων
οὐρανῶν * καὶ
ἀπὸ θρόνου
δόξης σου
πέμψον αὐτήν,
|
ἵνα συμπαροῦσά
μοι κοπιάσῃ * καὶ
γνῶ τί εὐάρεστόν
ἐστιν παρὰ σοί.
οἶδε γὰρ
ἐκείνη πάντα
καὶ συνίει * καὶ
ὁδηγήσει με ἐν
ταῖς πράξεσί
μου σωφρόνως * καὶ
φυλάξει με ἐν τῇ
δόξῃ αὐτῆς.
|
To English
|