MIDDAY ADVENT READINGS: SUNDAYS & 18 DECEMBER
Romans 13:13-14a
Ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν,
μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ:
ἀλλὰ ἐνδύσασθε τὸν κύριον Ἰησοῦν Χριστόνוְיִירְאוּ גוֹיִם אֶת־שֵׁם יְהוָה — וְכָל־מַלְכֵי הָאָרֶץ אֶת־כְּבוֹדֶךָ
1 Thessalonians 3:12-13
Ὑμᾶς δὲ ὁ κύριος πλεονάσαι καὶ περισσεύσαι τῇ ἀγάπῃ εἰς ἀλλήλους καὶ εἰς πάντας,
καθάπερ καὶ ἡμεῖς εἰς ὑμᾶς,
εἰς τὸ στηρίξαι ὑμῶν τὰς καρδίας ἀμέμπτους ἐν ἁγιωσύνῃ ἔμπροσθεν τοῦ θεοῦ καὶ πατρὸς ἡμῶν
ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ μετὰ πάντων τῶν ἁγίων αὐτοῦ.זָכְרֵנִי יְהוָה - בִּרְצוֹן עַמֶּךָ — פָּקְדֵנִי בִּישׁוּעָתֶךָ
2 Thessalonians 1:6-7,10
Εἴπερ δίκαιον παρὰ θεῷ ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλῖψιν
καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν μεθ' ἡμῶν
ἐν τῇ ἀποκαλύψει τοῦ κυρίου Ἰησοῦ ἀπ' οὐρανοῦ μετ' ἀγγέλων δυνάμεως αὐτοῦ
ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ καὶ θαυμασθῆναι ἐν πᾶσιν τοῖς πιστεύσασιν,
ὅτι ἐπιστεύθη τὸ μαρτύριον ἡμῶν ἐφ' ὑμᾶς, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.מראן אתא - אַל־תְּאַחַר — וְסָלַחְתָּ לְחַטַּאת עַמְּךָ
Week 1 Week 2 Week 3 Week 4