READINGS: EXALTATION OF THE HOLY CROSS

Invitatory Psalm & BACK


Psalm 2: Hebrew English     Then BACK
Psalm 8: Hebrew English     Then BACK
Psalm 96: Hebrew English     Then BACK

καὶ καθὼς Μωϋσῆς ὕψωσεν τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, — οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου.

Galatians 2:19—3:7,13-14; 6:14-16

ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον ἵνα θεῷ ζήσω.
Χριστῷ συνεσταύρωμαι:
ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός:
ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ τοῦ υἱοῦ τοῦ θεοῦ
τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ.
οὐκ ἀθετῶ τὴν χάριν τοῦ θεοῦ:
εἰ γὰρ διὰ νόμου δικαιοσύνη, ἄρα Χριστὸς δωρεὰν ἀπέθανεν.

ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκανεν,
οἷς κατ' ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐσταυρωμένος;
τοῦτο μόνον θέλω μαθεῖν ἀφ' ὑμῶν,
ἐξ ἔργων νόμου τὸ πνεῦμα ἐλάβετε ἢ ἐξ ἀκοῆς πίστεως;
οὕτως ἀνόητοί ἐστε; ἐναρξάμενοι πνεύματι νῦν σαρκὶ ἐπιτελεῖσθε;
τοσαῦτα ἐπάθετε εἰκῇ; εἴ γε καὶ εἰκῇ.
ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ πνεῦμα καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν ἐξ ἔργων νόμου ἢ ἐξ ἀκοῆς πίστεως;

καθὼς Ἀβραὰμ ἐπίστευσεν τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην...
      Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου γενόμενος ὑπὲρ ἡμῶν κατάρα,
      ὅτι γέγραπται, ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου,
      ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ Ἀβραὰμ γένηται ἐν Χριστῷ Ἰησοῦ,
      ἵνα τὴν ἐπαγγελίαν τοῦ πνεύματος λάβωμεν διὰ τῆς πίστεως...
      ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
      δι' οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ κόσμῳ.
      οὔτε γὰρ περιτομή τί ἐστιν οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις.
      καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν,
      εἰρήνη ἐπ' αὐτοὺς καὶ ἔλεος,
      καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ θεοῦ.

St. Andrew of Crete

Σταυροῦ πανήγυριν ἄγομεν δι οὗ τὸ σκότος ἠλάθη, καὶ τὸ φῶς ἀντεισήχθη. Σταυροῦ πανήγυριν ἄγομεν, καὶ τῷ Σταυρωθέντι συνεπαιρόμεθα, τὴν γῆν ἀφέντες κάτω μετὰ τῆς ἁμαρτίας, ἵνα τὰ ἄνω κτησώμεθα... Τοιοῦτὀν τι μέγα τοῦ σταυροῦ τὸ κτῆμα καθέστηκε· καὶ ὁ τοῦτον κτησάμενος, ἐκτήσατο θησαυρόν... Ἐγὼ δὲ πάντων καλῶν κάλλιστόν τε καὶ πλουτελέστατον καὶ πρᾶγμα καὶ ὄνομα, θησαυρὸν ἂν εἰκότως ἐκεῖνον ἀποκαλοίμην, ἐν ᾧ, καὶ δι οὗ, καὶ εἰς ὃν, ἅπαν ἡμῖν τὸ τῆς σωτηρίας ἀποτεθὲν ἐπανωρθώθη κεφάλαιον.
Εἰ μὴ γᾶρ σταυρὸς, οὐκ ἂν ὁ Χριστὸς ἐσταύρωτο. Εἰ μὴ σταυρὸς, οὐκ ἂν ἡ ζωὴ τῷ ξύλῳ προσήλωτο. Εἰ μὴ προσήλωτο, οὐκ ἂν ἐκ πλευρᾶς οἱ κρουνοὶ τῆς ἀφθαρσίας ἐπήγαζον, αἷμα καὶ ὕδωρ, τὰ τοῦ κόσμου καθάρσια, οὐκ ἂν τῆς ἁμαρτίας χειρόγραφον ἔῤῥηκτο, οὐκ ἂν τῆς ἐλευθερίας ἐτύχομεν, οὐκ ἂν τοῦ ξύλου τῆς ζωῆς ἀπηλαύσαμεν, οὐκ ἂν παράδεισος ἄνοικτο, οὐκ ἂν ἡ στρεφομένη ῥομφαία τῆς Ἐδὲμ τὴν ὁδὸν παρεχώρει, οὐκ ἂν ὁ λῃστὴς τὸν παράδεισον ᾤκεῖ...
Διὰ τοῦτο μέγα τι χρῆμα καὶ τίμιον ὁ σταυρός. Μέγα μὲν, ὅτι πολλὰ δι αὐτὸν τῶν ἀγαθῶν κατωρθώθη, καὶ τοσούτῳ πολλὰ, ὅσῳ καὶ τὰ Χριστοῦ θαύματα καὶ παθήματα κατὰ παντὸς ἔχει λόγου τὰ νικητήρια. Τίμιον δὲ, ὅτι Θεοῦ πάθημα καὶ τρόπαιον ὁ σταυρός· πάθημα μὲν, ὅτι διὰ τὸν ἑκούσιον ἐν αὐτῷ τοῦ πάθους θάνατον· τρόπαιον δὲ, διὰ τὸ τετραυματίσθαι ἐν αὐτῷ τὸν διάβολον, νενικήσθαι δὲ σὺν αὐτῷ τὸν θάνατον· συντετρίφθαι δὲ καὶ τοῦ ᾅδοῦ τὰ κλείθρα, καὶ κοινὸν παντὸς γεγενῆσθαι τοῦ κόσμου σωτήριον τὸν σταυρόν.
Τοῦτο καὶ δόξα Χριστοῦ καλεῖται, καὶ ὕψος Χριστοῦ προσαγορεύεται. Τοῦτο καὶ ποτήριον ἐπιθυμητὸν νοεῖται, καὶ τῶν ὑπὲρ ἡμῶν Χριστοῦ παθημάτων συμπέρασμα. Ὅτι δὲ δόξα Χριστοῦ ὁ σταυρὸς, ἀκουσον αὐτοῦ λέγοντος Νῦν ἐδοξάσθη ὁ Υἱὸς τοῦ ἀνθρώπου, καὶ ὁ Θεὸς ἐδοξάσθη ἐν αὐτῷ, καὶ εὐθέως δοξάσει αὐτόν. Καὶ πάλιν Δόξασόν με σὺ, Πάτερ, τῇ δόξῇ ἣν εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. Καὶ αὖθις Πάτερ, δόξασόν σου τὸ ὄνομα. Ἤλθεν οὖν φωνὴ ἐκ τῶν οὐρανῶν· Καὶ ἐδόξασα, καὶ πάλιν δοξάσω - δόξαν ἐνταῦθα λέγων τὴν ἐπὶ τῷ σταυρῷ προσγινομένην.
Ὅτι δὲ καὶ ὕψος Χριστοῦ ὁ σταυρὸς, ἄκουσον τί φησιν αὐτός Ὅταν ἐγὼ ὑψωθῶ, τότε πάντας ἑλκύσω πρὸς ἐμαυτόν· ὡς καὶ ἐν ἑτέρῳ λέγει Καθὼς Μωϋσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου. Διὰ τί; Ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, αλλ ἔχῃ ζωὴν αἰώνιον. Βλέπεις ὅτι δόξα καὶ ὕψος Χριστοῦ, σταυρός;


Te Deum [English]
Prayer