READINGS: TRINITY SUNDAY

Invitatory Psalm & BACK


Psalm 8: Hebrew English     Then BACK


Psalm 33 A & B: Hebrew English     Then BACK

בִּדְבַר יְהוָה שָׁמַיִם נַעֲשׂוּ — וּבְרוּחַ פִּיו כָּל־צְבָאָם

Even & Odd Years: 1 Corinthians 2:1-16

κἀγὼ ἐλθὼν πρὸς ὑμᾶς, ἀδελφοί, ἦλθον οὐ καθ' ὑπεροχὴν λόγου ἢ σοφίας
καταγγέλλων ὑμῖν τὸ μυστήριον τοῦ θεοῦ.
οὐ γὰρ ἔκρινά τι εἰδέναι ἐν ὑμῖν εἰ μὴ Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον.
κἀγὼ ἐν ἀσθενείᾳ καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς,
καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς σοφίας λόγοις
ἀλλ' ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως,
ἵνα ἡ πίστις ὑμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων ἀλλ' ἐν δυνάμει θεοῦ.
      σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις,
      σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου
      οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων:
      ἀλλὰ λαλοῦμεν θεοῦ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην,
      ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν:
      ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν,
      εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν.
      ἀλλὰ καθὼς γέγραπται,
      ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη,
      ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.
      ἡμῖν δὲ ἀπεκάλυψεν ὁ θεὸς διὰ τοῦ πνεύματος:
      τὸ γὰρ πνεῦμα πάντα ἐραυνᾷ, καὶ τὰ βάθη τοῦ θεοῦ.
      τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ;
      οὕτως καὶ τὰ τοῦ θεοῦ οὐδεὶς ἔγνωκεν εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ.
ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ θεοῦ,
ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν:
ἃ καὶ λαλοῦμεν οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις
ἀλλ' ἐν διδακτοῖς πνεύματος, πνευματικοῖς πνευματικὰ συγκρίνοντες.
ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ,
μωρία γὰρ αὐτῷ ἐστιν, καὶ οὐ δύναται γνῶναι,
ὅτι πνευματικῶς ἀνακρίνεται:
ὁ δὲ πνευματικὸς ἀνακρίνει τὰ πάντα, αὐτὸς δὲ ὑπ' οὐδενὸς ἀνακρίνεται.
τίς γὰρ ἔγνω νοῦν κυρίου, ὃς συμβιβάσει αὐτόν;
ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν.

Even Years: Gregory Nazianzen,
Theological poems, 1:1-4,21-34; 2:1,2,60-64,75-84; 3:1-9,42-45,51 (PG 37, 397-411)

Οἶδα μὲν ὡς σχεδίῃσι μακρὸν πλόον ἐκπερόωμεν,
Ἢ τυτθαῖς πτερύγεσσι πρὸς οὐρανὸν ἀστερόεντα
Σπεύδομεν, οἷσιν ὄρωρε νόος Θεότητ' ἀναφαίνειν,
Ἣν οὐδ' οὐρανίοισι σέβειν σθένος, ὅσσον ἐοικὸς,
Ἢ μεγάλης Θεότητος ὅρους, καὶ οἴακα παντός...
Πνεῦμα Θεοῦ, σὺ δ' ἔμοιγε νόον καὶ γλῶσσαν ἐγείροις
Ἀτρεκίης σάλπιγγα ἐρίβρομον, ὥς κεν ἅπαντες
Τέρπωνται κατὰ θυμὸν ὅλῃ Θεότητι μιγέντες.

Εἷς Θεός ἐστιν ἄναρχος, ἀναίτιος, οὐ περίγραπτος
Ἤ τινι πρόσθεν ἐόντι, ἢ ἐσσομένῳ μετέπειτα,
Αἰῶν' ἀμφὶς ἔχων, καὶ ἀπείριτος,
Υἱέος ἐσθλοῦ Μουνογενοῦς μεγάλοιο Πατὴρ μέγας,
οὔ τι πεπονθὼς Υἱέϊ, τῶν ὅσα σαρκὸς, ἐπεὶ νόος.

Εἷς Θεὸς ἄλλος, Οὐκ ἄλλος θεότητι, Θεοῦ Λόγος,
οὗτος ἐκείνου Σφρηγὶς κιννυμένη πατρώϊος, Υἱὸς ἀνάρχου
Οἶος, καὶ μούνοιο μονώτατος, ἰσοφέριστος,
Ὥς κεν ὁ μὲν μίμνῃ γενέτης ὅλος, αὐτὰρ ὅγ' Υἱὸς
Κοσμοθέτης νωμεύς τε, Πατρὸς σθένος ἠδὲ νόημα...

Υἱέα δὲ πρώτιστον ἀείσομεν, αἷμα σέβοντες
Ἡμετέρων παθέων τὸ καθάρσιον...
Οὔτε τι γὰρ θεότητος ἀπέξεσε, καί μ' ἐσάωσεν,
Ἰητὴρ δυσόδμοισιν ἐπικύψας παθέεσσιν.
Ἦν βροτὸς, ἀλλὰ Θεός.
Δαβὶδ γένος, ἀλλ' Ἀδάμοιο Πλάστης.
Σαρκοφόρος μὲν, ἀτὰρ καὶ σώματος ἐκτός.
Μητρὸς, παρθενικῆς δέ· περίγραφος, ἀλλ' ἀμέτρητος...
Ἦν θύος, ἀρχιερεὺς δέ· θυηπόλος, ἀλλὰ Θεός περ.
Αἷμ' ἀνέθηκε Θεῷ, κόσμον δ' ἐκάθηρεν ἅπαντα.
Καὶ σταυρός μιν ἄειρε, πάγη δ' ἥλοισιν ἁμαρτάς.
Ἀλλὰ τί μοι τὰ ἕκαστα λέγειν; νεκύεσσιν ἐμίχθη,
Ἔγρετο δ' ἐκ νεκύων, νεκροὺς δ' ἀνέγειρε πάροιθεν
Ἐκεῖνα βροτέης πενίης, ὅδε πλοῦτος ἀσάρκου·
Μὴ σύ γε τοῖς βροτέοισιν ἀτιμάζοις θεότητα,
Κείνῃ δὲ χθονίην μορφὴν ἐρικυδέα τεύχειν,
Ἣν, σοί γ' εὐμενέων, μορφώσατο ἄφθιτος Υἱός.

Θυμὲ, τί δηθύνεις; καὶ Πνεύματος εὖχος ἄειδε,
Μηδὲ τέμῃς μύθοισιν, ὃ μὴ φύσις ἐκτὸς ἔθηκε.
Πνεῦμα μέγα τρομέωμεν, ὁμοίθεον, ᾧ Θεὸν ἔγνων,
Ὃς Θεός ἐστιν ἔναντα, καὶ ὃς Θεὸν ἐνθάδε τεύχει·
Πανσθενὲς, αἰολόδωρον, ἁγνῆς ὕμνημα χορείης,
Οὐρανίων χθονίων τε φερέσβιον, ὑψιθόωκον,
Πατρόθεν ἐρχόμενον, θεῖον μένος, αὐτοκέλευστον,
Οὔτε Πάϊς (μοῦνος γὰρ ἑνὸς Πάϊς ἐσθλὸς ἀρίστου),
Οὔτ' ἐκτὸς θεότητος ἀειδέος, ἀλλ' ὁμόδοξον...

Ἴη φύσις ἐστὶν, ἄμετρον,
Ἄκτιστον, ἄχρονον, ἐσθλὸν, ἐλεύθερον, ἠδ' ὁμόσεπτον,
Εἷς Θεὸς ἐν τρισσοῖς ἀμαρύγμασι κόσμον ἑλίσσων.
Τοῖσιν ἐγὼ νέος ἄλλος ἐγείρομαι, εὖτε λοετρῷ
Θαπτομένου θανάτοιο παλίσσυτος ἐς φάος ἔλθω.
Τρισσὴ γὰρ θεότης με φαεσφόρον ἐξανέτειλεν...
Εἴ μ' ὅλον ἐξεκάθηρεν, ὅλος καὶ σεπτὸς ἔμοιγε
Ἔστι Θεός.

Odd Years: Athanasius of Alexandria, Letter to Serapion
Ἵδωμεν δὲ ὅμως καὶ πρὸς τούτοις καὶ αὐτὴν τὴν ἐξ ἀρχῆς παράδοσιν καὶ διδασκαλίαν καὶ πίστιν τῆς καθολικῆς Ἐκκλησίας, ἣν ὁ μὲν Κύριος ἔδωκεν, οἱ δὲ ἀπόστολοι ἐκήρυξαν, καὶ οἱ πατέρες ἐφύλαξαν. Ἐν ταύτῃ γὰρ ἡ Ἐκκλησία τεθεμελίωται, καὶ ὁ ταύτης ἐκπίπτων οὔτ᾽ ἂν ἔτι λέγοιτο Χριστιανός. It will not be out of place to consider the ancient tradition, teaching, and faith of the Catholic Church, which was revealed by the Lord, proclaimed by the apostles, and guarded by the Fathers. For upon this faith the Church is built and if anyone were to lapse from it, that person would no longer be a Christian either in fact or in name.
Τριὰς τοίνυν ἁγία καὶ τελεία ἐστὶν, ἐν Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι θεολογουμένη, οὐδὲν ἀλλότριον ἢ ἔξωθεν ἐπιμιγνύμενον ἔχουσα, οὐδὲ ἐκ δημιουργοῦ καὶ γενητοῦ συνισταμένη, ἀλλ᾽ ὅλη τοῦ κτίζειν καὶ δημιουργεῖν οὖσα· ὁμοία δὲ ἡ ἐνέργεια. Ὁ γὰρ Πατὴρ διὰ τοῦ Λόγου ἐν Πνεύματι ἁγίῳ τὰ πάντα ποιεῖ· καὶ οὕτως εἷς Θεὸς ἐν τῇ Ἐκκλησίᾳ κηρύττεται, ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν. Ἐπὶ πάντων μὲν ὡς Πατήρ, ὡς ἀρχὴ, καὶ πηγή· διὰ πάντων δὲ διὰ τοῦ Λόγου· ἐν πᾶσι δὲ ἐν τῷ Πνεύμάτι τῷ ἁγίῳ We acknowledge the Trinity, holy and perfect, to consist of the Father, the Son, and the Holy Spirit. In this Trinity there is no intrusion of any alien element or of anything from outside, nor is the Trinity a blend of creative and created being. It is a wholly creative and energizing reality, self-consistent and undivided in its active power, for the Father makes all things through the Word and in the Holy Spirit; and in this way the unity of the Holy Trinity is preserved. Accordingly in the Church one God is preached, one God who is above all things and through all things and in all things. God is above all things as Father, for he is principle and source; he is through all things through the Word; and he is in all things in the Holy Spirit.
Τοῦτο εἰδὼς ὁ μακάριος Παῦλος, οὐ διαιρεῖ τὴν Τριάδα, ὥσπερ ὑμεῖς, ἀλλὰ τὴν ἑνότητα ταύτης διδάσκων ἔγραψε Κορινθίοις περὶ τῶν πνευματικῶν, καὶ τὰ πάντα εἰς ἕνα θεὸν τὸν Πατέρα ἀνακεφαλαιοῖ λέγων· Διαιρέσεις δὲ χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ το Πνεύμα· καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσὶν, ὁ δὲ αὐτὸς θεὸς ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν. Writing to the Corinthians about spiritual matters, Paul traces all reality back to one God, the Father, saying: Now there are varieties of gifts, but the same Spirit; and varieties of service, but the same Lord; and there are varieties of working, but it is the same God who inspires them all in everyone.
Ἁ γὰρ τὸ Πνεῦμα ἑκάστῳ διαιρεῖ, ταῦτα παρὰ τοῦ Πατρὸς διὰ τοῦ Λόγου κορηγεῖται. Πάντα γὰρ τὰ τοῦ Πατρὸς τοῦ Υἱοῦ ἐστι· Διὸ καὶ τὰ παρὰ τοῦ Υἱοῦ ἐν Πνεύματι διδόμενα τοῦ Πατρὸς ἐστι χαρίσματα. Καὶ τοῦ Πνεύματος δὲ ὄντος ἐν ἡμῖν, καὶ ὁ Λόγος ὁ τοῦτο διδούς ἐστιν ἐν ἡμῖν, καὶ ἐν τῷ Λόγῳ ἐστιν ὁ Πατέρ, καὶ οὕτως ἐστι τὸ, Ἐλευσόμεθα ἐγω καὶ ὁ Πατὲρ, καὶ μονὴν παρ᾽ αὐτῷ ποιήσομεν, καθάπερ εἴρηται, Ἔνθα γὰρ τὸ φῶς, ἐκεῖ καὶ τὸ ἀπαύγασμα· καὶ ἐνθα τὸ ἀπαύγασμα, ἐκεῖ καὶ ἡ τούτου ἐνέργεια καὶ αὐγοειδῆς χάρις. Even the gifts that the Spirit dispenses to individuals are given by the Father through the Word. For all that belongs to the Father belongs also to the Son, and so the graces given by the Son in the Spirit are true gifts of the Father. Similarly, when the Spirit dwells in us, the Word who bestows the Spirit is in us too, and the Father is present in the Word. This is the meaning of the text: My Father and I will come to him and make our home with him. For where the light is, there also is the radiance; and where the radiance is, there too are its power and its resplendent grace.
Καὶ τοῦτο πάλιν διδάσκων ὁ Παῦλος ἔγραφεν αὖθις Κορινθίοις καὶ ἐν τῇ δευτέρᾳ Ἐπιστολῇ λέγων· Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καῖ ἡ ἀγάπη τοῦ Θεοῦ, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος, μετὰ πάντων ὑμῶν. ἡ γὰρ διδομένη χάρις καὶ δωρεά ἐν Τιράδι δίδοται παρὰ τοῦ Πατρὸς δι᾽ Υἱοῦ ἐν Πνεύματι ἁγίῳ. Ὥσπερ γὰρ ἐκ τοῦ Πατρὸς ἐστι δι᾽ Υἱοῦ ἡ διδομένη χαρίς, οὕτως οὐκ ἂν γένοιτο κοινωνία τῆς δόσεως ἐν ἡμῖν, εἰ μὴ ἐν τῷ Πνεύματι τῷ ἁγίῳ. Τούτο γὰρ μετέχοντες, ἔχομεν τοῦ Πατρὸς τὴν ἀγάπην, καὶ τοῦ Υἱοῦ τὴν χάριν, καὶ αὐτοῦ τοῦ Πνεύματος τὴν κοινωνίαν. This is also Paul's teaching in his Second Letter to the Corinthians: The grace of our Lord Jesus Christ and the love of God and the fellowship of the Holy Spirit be with you all. For grace and the gift of the Trinity are given by the Father through the Son in the Holy Spirit. Just as grace is given from the Father through the Son, so there could be no communication of the gift to us except in the Holy Spirit But when we share in the Spirit we possess the love of the Father, the grace of the Son, and the fellowship of the Spirit himself.

GOSPELS FOR THE THREE CYCLES
*A* , *B* , *C*

Te Deum [English]
Prayer