SONG OF MARY(Lk 1:47-55)
To English
Μεγαλύνει * ἡ ψυχή μου τὸν κύριον,
καὶ ἠγαλλίασεν τὸ πνεῦμά μου * ἐπὶ τῷ θεῷ τῷ σωτῆρί μου,
ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν * τῆς δούλης αὐτοῦ.
ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν * μακαριοῦσίν με πᾶσαι αἱ γενεαί·
ὅτι ἐποίησέν μοι μεγάλα ὁ δυνατός, * καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ,
    καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰς καὶ γενεὰς * τοῖς φοβουμένοις αὐτόν.
Ἐποίησεν κράτος ἐν βραχίονι αὐτοῦ, * διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν·
καθεῖλεν δυνάστας ἀπὸ θρόνων * καὶ ὕψωσεν ταπεινούς,
πεινῶντας ἐνέπλησεν ἀγαθῶν * καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς.
ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, * μνησθῆναι ἐλέους,
καθὼς ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμῶν, * τῷ ᾽Αβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ εἰς τὸν αἰῶνα.

VESPERS PRECES: EASTER

OUR FATHER
πάτερ ἡμῶν / ὁ ἐν τοῖς οὐρανοῖς,
ἁγιασθήτω τὸ ὄνομά σου, * ἐλθέτω ἡ βασιλεία σου,
γενηθήτω τὸ θέλημά σου, * ὡς ἐν οὐρανῷ / καὶ ἐπὶ γῆς.
τὸν ἄρτον ἡμῶν * τὸν ἐπιούσιον * δὸς ἡμῖν σήμερον:
καὶ ἄφες ἡμῖν / τὰ ὀφειλήματα ἡμῶν, * ὡς καὶ ἡμεῖς / ἀφήκαμεν / τοῖς ὀφειλέταις ἡμῶν:
καὶ μὴ εἰσενέγκῃς ἡμᾶς / εἰς πειρασμόν, * ἀλλὰ ῥῦσαι ἡμᾶς / ἀπὸ τοῦ πονηροῦ.
PRAYER
Easter SundayMondayTuesday WednesdayThursdayFriday Sunday 2