ORDINARY TIME: EVEN YEARS

WEEK 6

SUNDAY
1 Thessalonians 1:1—2:12

1 Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος
τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν θεῷ πατρὶ καὶ κυρίῳ Ἰησοῦ Χριστῷ:
χάρις ὑμῖν καὶ εἰρήνη.

2 εὐχαριστοῦμεν τῷ θεῷ πάντοτε περὶ πάντων ὑμῶν,
μνείαν ποιούμενοι ἐπὶ τῶν προσευχῶν ἡμῶν, ἀδιαλείπτως
3 μνημονεύοντες ὑμῶν τοῦ ἔργου τῆς πίστεως
καὶ τοῦ κόπου τῆς ἀγάπης καὶ τῆς ὑπομονῆς τῆς ἐλπίδος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
ἔμπροσθεν τοῦ θεοῦ καὶ πατρὸς ἡμῶν,
4 εἰδότες, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ τοῦ θεοῦ, τὴν ἐκλογὴν ὑμῶν,
5 ὅτι τὸ εὐαγγέλιον ἡμῶν οὐκ ἐγενήθη εἰς ὑμᾶς ἐν λόγῳ μόνον
ἀλλὰ καὶ ἐν δυνάμει καὶ ἐν πνεύματι ἁγίῳ καὶ ἐν πληροφορίᾳ πολλῇ,
καθὼς οἴδατε οἷοι ἐγενήθημεν ἐν ὑμῖν δι' ὑμᾶς.
6 καὶ ὑμεῖς μιμηταὶ ἡμῶν ἐγενήθητε καὶ τοῦ κυρίου,
δεξάμενοι τὸν λόγον ἐν θλίψει πολλῇ μετὰ χαρᾶς πνεύματος ἁγίου,
7 ὥστε γενέσθαι ὑμᾶς τύπον πᾶσιν τοῖς πιστεύουσιν ἐν τῇ Μακεδονίᾳ καὶ ἐν τῇ Ἀχαΐᾳ.
8 ἀφ' ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ κυρίου οὐ μόνον ἐν τῇ Μακεδονίᾳ καὶ ἐν τῇ Ἀχαΐᾳ,
ἀλλ' ἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν ἡ πρὸς τὸν θεὸν ἐξελήλυθεν,
ὥστε μὴ χρείαν ἔχειν ἡμᾶς λαλεῖν τι:
9 αὐτοὶ γὰρ περὶ ἡμῶν ἀπαγγέλλουσιν ὁποίαν εἴσοδον ἔσχομεν πρὸς ὑμᾶς,
καὶ πῶς ἐπεστρέψατε πρὸς τὸν θεὸν ἀπὸ τῶν εἰδώλων
δουλεύειν θεῷ ζῶντι καὶ ἀληθινῷ,
10 καὶ ἀναμένειν τὸν υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, ὃν ἤγειρεν ἐκ τῶν νεκρῶν,
Ἰησοῦν τὸν ῥυόμενον ἡμᾶς ἐκ τῆς ὀργῆς τῆς ἐρχομένης.
 
2:1 αὐτοὶ γὰρ οἴδατε, ἀδελφοί, τὴν εἴσοδον ἡμῶν τὴν πρὸς ὑμᾶς ὅτι οὐ κενὴ γέγονεν,
2 ἀλλὰ προπαθόντες καὶ ὑβρισθέντες
καθὼς οἴδατε ἐν Φιλίπποις
ἐπαρρησιασάμεθα ἐν τῷ θεῷ ἡμῶν λαλῆσαι πρὸς ὑμᾶς τὸ εὐαγγέλιον τοῦ θεοῦ ἐν πολλῷ ἀγῶνι.
3 ἡ γὰρ παράκλησις ἡμῶν οὐκ ἐκ πλάνης οὐδὲ ἐξ ἀκαθαρσίας οὐδὲ ἐν δόλῳ,
4 ἀλλὰ καθὼς δεδοκιμάσμεθα ὑπὸ τοῦ θεοῦ πιστευθῆναι τὸ εὐαγγέλιον οὕτως λαλοῦμεν,
οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες ἀλλὰ θεῷ τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν.
5 οὔτε γάρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθημεν, καθὼς οἴδατε,
οὔτε ἐν προφάσει πλεονεξίας, θεὸς μάρτυς,
6 οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν,
οὔτε ἀφ' ὑμῶν οὔτε ἀπ' ἄλλων,

7 δυνάμενοι ἐν βάρει εἶναι ὡς Χριστοῦ ἀπόστολοι,
ἀλλὰ ἐγενήθημεν νήπιοι ἐν μέσῳ ὑμῶν.
ὡς ἐὰν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα,
8 οὕτως ὁμειρόμενοι ὑμῶν εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν οὐ μόνον τὸ εὐαγγέλιον τοῦ θεοῦ
ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς,
διότι ἀγαπητοὶ ἡμῖν ἐγενήθητε.
9 μνημονεύετε γάρ, ἀδελφοί, τὸν κόπον ἡμῶν καὶ τὸν μόχθον:
νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν
ἐκηρύξαμεν εἰς ὑμᾶς τὸ εὐαγγέλιον τοῦ θεοῦ.
10 ὑμεῖς μάρτυρες καὶ ὁ θεός, ὡς ὁσίως καὶ δικαίως καὶ ἀμέμπτως ὑμῖν τοῖς πιστεύουσιν ἐγενήθημεν,
11 καθάπερ οἴδατε ὡς ἕνα ἕκαστον ὑμῶν ὡς πατὴρ τέκνα ἑαυτοῦ
12 παρακαλοῦντες ὑμᾶς καὶ παραμυθούμενοι καὶ μαρτυρόμενοι
εἰς τὸ περιπατεῖν ὑμᾶς ἀξίως τοῦ θεοῦ τοῦ καλοῦντος ὑμᾶς εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ δόξαν.

Ambrose of Milan, On Letter to the Philippians (PLS 1, 617-618)

Vocat nos, fratres carissimi, divina pietas, ob salutem animarum nostrarum, ad gaudia sempiternae beatitudinis, ut audistis in lectione praesenti, apostolo dicente: gaudete in domino semper. Gaudia saeculi ad aeternam tendunt tristitiam: gaudia autem, quae in domini sunt voluntate, ad permansura et ad aeterna pertrahunt perseverantes in eis. Proinde dicit apostolus: iterum dico gaudete.

Hortatur ut magis ac magis crescat gaudium nostrum in Deum et ad impletionem mandatorum eius; quia quanto plus in hoc mundo certaverimus Dei domini nostri nos mancipare praeceptis, tanto in future vita beatiores erimus et tanto maiorem gloriam coram Deo adipiscemur.

Modestia vestra nota sit omnibus hominibus, idest sancta conversatio vestra, non solum coram Deo pateat, sed etiam coram hominibus ad exemplum modestiae et sobrietatis omnibus vobiscum commorantibus in terris, vel etiam ad memoriam bonam coram Deo et hominibus.

«Dominus prope est: nil solliciti sitis.» Prope est Dominus semper omnibus invocantibus eum in veritate, in fide recta, in spe firma, in caritate perfecta: ipse enim scit quid opus sit vobis, antequam petatis ab eo: ipse paratus est semper omnibus fideliter servientibus in quibuslibet necessitatibus subvenire. Ideo de ingruentibus malis non est nobis magnam sollicitudinem gerere, dum defensorem nobis Deum esse proximum scire debemus, secundum illud: «Iuxta est Dominus iis qui tribulato sunt corde et humiles spiritu salvabit.» «Multae tribulationes iustorum et de his omnibus liberabit eos Dominus.» Si nos implere et custodire contendimus quod praecepit, ipse non tardat nobis reddere quod promisit.

«Sed in omni oratione et obsecratione cum gratiarum actione petitiones vestrae innotescant apud Deum;» ne forte tribulationibus afflicti eas cum murmuratione aut cum tristitia sufferamus, quod absit, sed cum patientia et hilaritate, «gratias agentes Deo semper per omnia.»

GOSPELS FOR THE THREE CYCLES
*A* , *B* , *C*

Te Deum [English]
Prayer


Monday
1 Thessalonians 2:13—3:13

13 καὶ διὰ τοῦτο καὶ ἡμεῖς εὐχαριστοῦμεν τῷ θεῷ ἀδιαλείπτως,
ὅτι παραλαβόντες λόγον ἀκοῆς παρ' ἡμῶν τοῦ θεοῦ ἐδέξασθε οὐ λόγον ἀνθρώπων
ἀλλὰ καθώς ἐστιν ἀληθῶς λόγον θεοῦ,
ὃς καὶ ἐνεργεῖται ἐν ὑμῖν τοῖς πιστεύουσιν.
14 ὑμεῖς γὰρ μιμηταὶ ἐγενήθητε, ἀδελφοί, τῶν ἐκκλησιῶν τοῦ θεοῦ
τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ ἐν Χριστῷ Ἰησοῦ,
ὅτι τὰ αὐτὰ ἐπάθετε καὶ ὑμεῖς ὑπὸ τῶν ἰδίων συμφυλετῶν καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων,
15 τῶν καὶ τὸν κύριον ἀποκτεινάντων Ἰησοῦν καὶ τοὺς προφήτας,
καὶ ἡμᾶς ἐκδιωξάντων, καὶ θεῷ μὴ ἀρεσκόντων, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων,
16 κωλυόντων ἡμᾶς τοῖς ἔθνεσιν λαλῆσαι ἵνα σωθῶσιν,
εἰς τὸ ἀναπληρῶσαι αὐτῶν τὰς ἁμαρτίας πάντοτε.
ἔφθασεν δὲ ἐπ' αὐτοὺς ἡ ὀργὴ εἰς τέλος.

17 ἡμεῖς δέ, ἀδελφοί, ἀπορφανισθέντες ἀφ' ὑμῶν πρὸς καιρὸν ὥρας, προσώπῳ οὐ καρδίᾳ,
περισσοτέρως ἐσπουδάσαμεν τὸ πρόσωπον ὑμῶν ἰδεῖν ἐν πολλῇ ἐπιθυμίᾳ.
18 διότι ἠθελήσαμεν ἐλθεῖν πρὸς ὑμᾶς, ἐγὼ μὲν Παῦλος καὶ ἅπαξ καὶ δίς, καὶ ἐνέκοψεν ἡμᾶς ὁ σατανᾶς.
19 τίς γὰρ ἡμῶν ἐλπὶς ἢ χαρὰ ἢ στέφανος καυχήσεως
─ἢ οὐχὶ καὶ ὑμεῖς─ἔμπροσθεν τοῦ κυρίου ἡμῶν Ἰησοῦ ἐν τῇ αὐτοῦ παρουσίᾳ;
20 ὑμεῖς γάρ ἐστε ἡ δόξα ἡμῶν καὶ ἡ χαρά.

1 διὸ μηκέτι στέγοντες εὐδοκήσαμεν καταλειφθῆναι ἐν ἀθήναις μόνοι,
2 καὶ ἐπέμψαμεν Τιμόθεον, τὸν ἀδελφὸν ἡμῶν καὶ συνεργὸν τοῦ θεοῦ ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ,
εἰς τὸ στηρίξαι ὑμᾶς καὶ παρακαλέσαι ὑπὲρ τῆς πίστεως ὑμῶν
3 τὸ μηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσιν ταύταις.
αὐτοὶ γὰρ οἴδατε ὅτι εἰς τοῦτο κείμεθα:
4 καὶ γὰρ ὅτε πρὸς ὑμᾶς ἦμεν, προελέγομεν ὑμῖν ὅτι μέλλομεν θλίβεσθαι,
καθὼς καὶ ἐγένετο καὶ οἴδατε.
5 διὰ τοῦτο κἀγὼ μηκέτι στέγων ἔπεμψα εἰς τὸ γνῶναι τὴν πίστιν ὑμῶν,
μή πως ἐπείρασεν ὑμᾶς ὁ πειράζων καὶ εἰς κενὸν γένηται ὁ κόπος ἡμῶν.
6 ἄρτι δὲ ἐλθόντος Τιμοθέου πρὸς ἡμᾶς ἀφ' ὑμῶν
καὶ εὐαγγελισαμένου ἡμῖν τὴν πίστιν καὶ τὴν ἀγάπην ὑμῶν,
καὶ ὅτι ἔχετε μνείαν ἡμῶν ἀγαθὴν πάντοτε,
ἐπιποθοῦντες ἡμᾶς ἰδεῖν καθάπερ καὶ ἡμεῖς ὑμᾶς,
7 διὰ τοῦτο παρεκλήθημεν, ἀδελφοί, ἐφ' ὑμῖν
ἐπὶ πάσῃ τῇ ἀνάγκῃ καὶ θλίψει ἡμῶν διὰ τῆς ὑμῶν πίστεως,
8 ὅτι νῦν ζῶμεν ἐὰν ὑμεῖς στήκετε ἐν κυρίῳ.
9 τίνα γὰρ εὐχαριστίαν δυνάμεθα τῷ θεῷ ἀνταποδοῦναι περὶ ὑμῶν
ἐπὶ πάσῃ τῇ χαρᾷ ᾗ χαίρομεν δι' ὑμᾶς ἔμπροσθεν τοῦ θεοῦ ἡμῶν,

10 νυκτὸς καὶ ἡμέρας ὑπερεκπερισσοῦ δεόμενοι
εἰς τὸ ἰδεῖν ὑμῶν τὸ πρόσωπον καὶ καταρτίσαι τὰ ὑστερήματα τῆς πίστεως ὑμῶν;
11 αὐτὸς δὲ ὁ θεὸς καὶ πατὴρ ἡμῶν καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς
κατευθύναι τὴν ὁδὸν ἡμῶν πρὸς ὑμᾶς:
12 ὑμᾶς δὲ ὁ κύριος πλεονάσαι καὶ περισσεύσαι τῇ ἀγάπῃ εἰς ἀλλήλους καὶ εἰς πάντας,
καθάπερ καὶ ἡμεῖς εἰς ὑμᾶς,
13 εἰς τὸ στηρίξαι ὑμῶν τὰς καρδίας ἀμέμπτους ἐν ἁγιωσύνῃ
ἔμπροσθεν τοῦ θεοῦ καὶ πατρὸς ἡμῶν
ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ μετὰ πάντων τῶν ἁγίων αὐτοῦ. [ἀμήν.]

Hilary of Poitier, On Psalm 132 (PLS 1, 244-245)

Itaque bonum et iucundum est in unum habitare fratres. cum in unum habitant, conuentu ecclesiae congregantur: cum fratres nuncupantur, unicae uoluntatis caritate concordes sunt.

Ad primam enim apostolorum praedicationem hoc praecipuum fuisse credentium praeconium legimus, quod dicitur: erat enim omnium credentium cor et anima una, adsensu eadem, uoluntate non dissonans, fide socia, amoris ac sententiae unanimitate perfecta... hoc itaque populo dei congruit, sub uno patre fratres esse, sub uno spiritu unum esse, sub una domo unianimes incedere, sub uno capite unius corporis membra esse...

hoc iucundum et bonum est, habitare fratres in unum, in eodem esse, idem esse, nec congregatione fieri nec amore diuersos.

Conparationem uero huius boni iucundi que propheta constituit dicens: sicut unguentum de capite, quod descendit in barbam Aaron, quod descendit in oram uestimenti eius. Aaron unguento, cuius compositio et confusio ex odoribus continetur, unctus est in sacerdotem. hanc consecrationem primi sacerdotis sui deo esse conplacuit. dominum quoque nostrum inuisibiliter et incorporaliter unctum esse cognouimus, cum dicitur: unxit te deus tuus oleo exsultationis. unctio ista terrena non est, incorporea est, inuisibilis est: non de oleo ut sacerdos et propheta, non cornu ut rex, sed oleo exsultationis ungitur... denique post hanc unctionem Aaron secundum legem Christus est nuncupatus, postquam unctionis confusio per id, quod a deo confundi demonstrata est, in speciem unctionis inuisibilis consecratur.

ut igitur hoc myrum omnes foetentes odores et inmundos cordium spiritus, quocumque infusum fuerit, extinguit se que in omnia, in quae infertur, odor hic suauitatis infundit, ita per hoc sacramentum unctionis infusae et per eam omni terrenorum ac sordentium uitiorum nostrorum foetore deterso deo iam quod est suaue spiramus. nouit hunc suaueolentiae spiritum beatus apostolus Paulus dicens ita: Christi bonus odor sumus... ut igitur placitum hoc in primo, id est Aaron, sacerdote unguentum deo extitit.., ita bonum et iucundum est habitare fratres in unum.


Tuesday
1 Thessalonians 4:1-18

1 λοιπὸν οὖν, ἀδελφοί, ἐρωτῶμεν ὑμᾶς καὶ παρακαλοῦμεν ἐν κυρίῳ Ἰησοῦ,
ἵνα καθὼς παρελάβετε παρ' ἡμῶν τὸ πῶς δεῖ ὑμᾶς περιπατεῖν καὶ ἀρέσκειν θεῷ,
καθὼς καὶ περιπατεῖτε, ἵνα περισσεύητε μᾶλλον.
2 οἴδατε γὰρ τίνας παραγγελίας ἐδώκαμεν ὑμῖν διὰ τοῦ κυρίου Ἰησοῦ.
3 τοῦτο γάρ ἐστιν θέλημα τοῦ θεοῦ, ὁ ἁγιασμὸς ὑμῶν, ἀπέχεσθαι ὑμᾶς ἀπὸ τῆς πορνείας,
4 εἰδέναι ἕκαστον ὑμῶν τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι ἐν ἁγιασμῷ καὶ τιμῇ,
5 μὴ ἐν πάθει ἐπιθυμίας καθάπερ καὶ τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν θεόν,
6 τὸ μὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἐν τῷ πράγματι τὸν ἀδελφὸν αὐτοῦ,
διότι ἔκδικος κύριος περὶ πάντων τούτων,
καθὼς καὶ προείπαμεν ὑμῖν καὶ διεμαρτυράμεθα.
7 οὐ γὰρ ἐκάλεσεν ἡμᾶς ὁ θεὸς ἐπὶ ἀκαθαρσίᾳ ἀλλ' ἐν ἁγιασμῷ.
8 τοιγαροῦν ὁ ἀθετῶν οὐκ ἄνθρωπον ἀθετεῖ ἀλλὰ τὸν θεὸν
τὸν καὶ διδόντα τὸ πνεῦμα αὐτοῦ τὸ ἅγιον εἰς ὑμᾶς.
9 περὶ δὲ τῆς φιλαδελφίας οὐ χρείαν ἔχετε γράφειν ὑμῖν,
αὐτοὶ γὰρ ὑμεῖς θεοδίδακτοί ἐστε εἰς τὸ ἀγαπᾶν ἀλλήλους:
10 καὶ γὰρ ποιεῖτε αὐτὸ εἰς πάντας τοὺς ἀδελφοὺς τοὺς ἐν ὅλῃ τῇ Μακεδονίᾳ.
παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, περισσεύειν μᾶλλον,
11 καὶ φιλοτιμεῖσθαι ἡσυχάζειν καὶ πράσσειν τὰ ἴδια καὶ ἐργάζεσθαι ταῖς ἰδίαις χερσὶν ὑμῶν,
καθὼς ὑμῖν παρηγγείλαμεν,
12 ἵνα περιπατῆτε εὐσχημόνως πρὸς τοὺς ἔξω καὶ μηδενὸς χρείαν ἔχητε.
 
13 οὐ θέλομεν δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, περὶ τῶν κοιμωμένων,
ἵνα μὴ λυπῆσθε καθὼς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα.
14 εἰ γὰρ πιστεύομεν ὅτι Ἰησοῦς ἀπέθανεν καὶ ἀνέστη,
οὕτως καὶ ὁ θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ.
15 τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ κυρίου,
ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ κυρίου
οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας:
16 ὅτι αὐτὸς ὁ κύριος ἐν κελεύσματι,
ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι θεοῦ,
καταβήσεται ἀπ' οὐρανοῦ,
καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον,
17 ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς
ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα:
καὶ οὕτως πάντοτε σὺν κυρίῳ ἐσόμεθα.
18 ὥστε παρακαλεῖτε ἀλλήλους ἐν τοῖς λόγοις τούτοις.

John Chrysostom, Homily on the delights of the next life, 6 (PG 51, 352-353)

Ὑπέσχετον Χριστος σωμάτων ἀνάστασιν, ἀφθαρσίαν, τὴν εἰς ἀέρα ἀπάντησιν, τὴν ἐν νεφέλαις ἁρπαγήν· ταῦτα διὰ τῶν πραγμάτων ἔδειξε. Πῶς καὶ τίνι τρόπῳ; Ἀποθανὼν ἀνέστη· διὸ καὶ τεσσαράκοντα ἡμέρας αὐτοῖς συνῆν, ἵνα αὐτοὺς πληροφορήσῃ καὶ δείξη ἡλίκα ἡμῶν εἶναι μέλλει τὰ σώματα μετὰ τὴν ἀνάστασιν.

Πάλιν λέγων διὰ τοῦ Παύλου, ὅτι «Ἐν νεφέλαις ἁρπαγησόμεθα εἰς ἀπάντησιν αὐτοῦ εἰς αέρα,» καὶ τοῦτο ἔδειξεν ἔργοις. Μετὰ γὰρ τὴν ἀνάστασιν, ἡνίκα ἔμελλεν ἀνιέναι εἰς οὐρανοὺς, παρόντων αὐτῶν «Ἐπήρθε,» φησὶ, «καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν·» καὶ ὡς« ἀτενίζοντες ἦσαν, πορευομένου αὐτοῦ.»

Οὕτως οὖν καὶ τὸ ἡμέτερον σῶμα ὁμοούσιον ἔσται ἐκείνῳ τῷ σώματι, ἅτε ἐκ τοῦ φυράματος ὄν· ὥσπερ γὰρ ἠ κεφαλὴ, οὕτω καὶ τὸ σῶμα· ὥσπερ ἡ ἀρχὴ, ουτω καὶ τὸ τέλος. Καὶ τοῦτο σαφέστερον ὁ Παῦλος δηλῶν ἔλεγεν· «Ὅς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι γῆς δόξης αὐτοῦ.»

Εἰ τοίνυν σύμμορφον γίνεται, καὶ τὴν αὐτὴν ὁδὸν βαδιεῖται, καὶ ὁμοίως ἐπὶ νεφελῶν ἀρθήσεται. Ταῦτα προσδόκα καὶ αὐτὸς ἐν τῇ ἀναστάσει. Ἑπειδὴ γὰρ ἄδηλον ἦν τοῖς ἀκούουσι τέως τὸ ῥῆμα τῆς βασιλείας, διὰ τοῦτο ἀνελθὼν ἐν τῷ ὄρει μετεμορφώθη ἔμπροσθεν τῶν μαθητῶν αὐτοῦ παρανοίγων αὐτοῖς τῶν μελλόντων τὴν δόξαν, καὶ ὡς ἐν αἰνίγματι καὶ ἀμυδρῶς ἐπιδεικνὺς οἷον ἔσται τὸ σῶμα τὸ ἡμέτερον.

Ἀλλὰ τότε μὲν μετὰ ἱματίων ἐφάνη, ἐν δὲ τῇ ἀναστάσει οὐχ οὕτως. Οὐ γὰρ δεῖται τὸ σῶμα ἡμῶν ἱματίων, οὐδὲ στέγης, οὐδὲ ὀρόφου, οὐδὲ ἄλλου τῶν τοιούτων οὐδενός. Εἰ γὰρ ὁ Ἀδὰμ πρὸ τῶς παραβάσεως γυμνὸς ὢν οὐκ ᾐσχύνετο, δόξῃ ἠμφιεσμένος, πολλῷ μᾶλλον τὰ σώματα τὰ ἡμέτερα, ὅσα ἐπὶ μείζονα καὶ ἀμείνω λῆξιν βαδιεῖται, οὐδενὸς τούτων δεηθήσεται. Διὰ δὴ τοῦτο καὶ αὐτὸς ἀνιστάμενος, τὰ ἱμάτια ἐπὶ τοῦ τάφου καὶ τῆς σοροῦ κεῖσθαι εἴασε, γυμνὸν ἀναστήσας τὸ σῶμα, δόξης ἀφάτου καὶ μακαριότητος ἐμπεπλησμένον.

Ταῦτα οὖν εἰδότες, ἀγαπητοὶ, καὶ διὰ λόγων παιδευθέντες, καὶ δι᾽ὀφθαλμῶν διδαχθέντες, τοιαύτην ἐπιδειξώμεθα πολιτείαν, ἵνα ἐν νεφέλαις ἁρπαγέντες ἀεὶ μετ᾽ αὐτοῦ διατρίβοντες ὦμεν, σωζόμενι καὶ τῇ αὐτοῦ χάριτι, καὶ τῶν μελλόντων ἀπολαύοντες ἀγαθῶν, ὦν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ᾽ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Wednesday
1 Thessalonians 5:1-28

1 περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοί, οὐ χρείαν ἔχετε ὑμῖν γράφεσθαι,
2 αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε ὅτι ἡμέρα κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται.
3 ὅταν λέγωσιν, εἰρήνη καὶ ἀσφάλεια,
τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ,
καὶ οὐ μὴ ἐκφύγωσιν.
4 ὑμεῖς δέ, ἀδελφοί, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτης καταλάβῃ,
5 πάντες γὰρ ὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας.
οὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους:
6 ἄρα οὖν μὴ καθεύδωμεν ὡς οἱ λοιποί, ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν.
7 οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσιν,
καὶ οἱ μεθυσκόμενοι νυκτὸς μεθύουσιν:
8 ἡμεῖς δὲ ἡμέρας ὄντες νήφωμεν,
ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης καὶ περικεφαλαίαν ἐλπίδα σωτηρίας:
9 ὅτι οὐκ ἔθετο ἡμᾶς ὁ θεὸς εἰς ὀργὴν ἀλλὰ εἰς περιποίησιν σωτηρίας
διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, 10 τοῦ ἀποθανόντος ὑπὲρ ἡμῶν
ἵνα εἴτε γρηγορῶμεν εἴτε καθεύδωμεν ἅμα σὺν αὐτῷ ζήσωμεν.
11 διὸ παρακαλεῖτε ἀλλήλους καὶ οἰκοδομεῖτε εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε.
12 ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί,
εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν καὶ προϊσταμένους ὑμῶν ἐν κυρίῳ καὶ νουθετοῦντας ὑμᾶς,
13 καὶ ἡγεῖσθαι αὐτοὺς ὑπερεκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν.
εἰρηνεύετε ἐν ἑαυτοῖς.
14 παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, νουθετεῖτε τοὺς ἀτάκτους,
παραμυθεῖσθε τοὺς ὀλιγοψύχους,
ἀντέχεσθε τῶν ἀσθενῶν,
μακροθυμεῖτε πρὸς πάντας.
15 ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ,
ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε καὶ εἰς ἀλλήλους καὶ εἰς πάντας.
16 πάντοτε χαίρετε,
17 ἀδιαλείπτως προσεύχεσθε,
18 ἐν παντὶ εὐχαριστεῖτε:
τοῦτο γὰρ θέλημα θεοῦ ἐν Χριστῷ Ἰησοῦ εἰς ὑμᾶς.
19 τὸ πνεῦμα μὴ σβέννυτε,
20 προφητείας μὴ ἐξουθενεῖτε:
21 πάντα δὲ δοκιμάζετε, τὸ καλὸν κατέχετε,
22 ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.

23 αὐτὸς δὲ ὁ θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς,
καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα
ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη.
24 πιστὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει.
25 ἀδελφοί, προσεύχεσθε καὶ περὶ ἡμῶν.
26 ἀσπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν φιλήματι ἁγίῳ.
27 ἐνορκίζω ὑμᾶς τὸν κύριον ἀναγνωσθῆναι τὴν ἐπιστολὴν πᾶσιν τοῖς ἀδελφοῖς.
28 ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ' ὑμῶν.

Diadochus, Chapters on the spiritual life, 6,26,28,30 (PG 65, 1169.1175-1176)

Φῶς ἐστι γνώσεως ἀληθινῆς τὸ διακρίνειν ἀπταίστως τὸ καλὸν ἐκ τοῦ κακοῦ· τότε γὰρ ἡ τῆς δικαιοσύνης ὁδὸς τὸν νοῦν ἀπάγουσα πρὸς τὸν τῆς δικαιοσύνης ἥλιον εἰς ἄπειρον αὐτὸν φωτισμὸν παρεισάγει γνώσεως ὡς μετὰ παρρησίας λοιπὸν τὴν ἀγάπην ζητοῦντα...

Ἀκύμαντον ἀεὶ δεῖ φυλάττειν τοὺς ἀγωνιζομένους τὴν διάνοιαν, ἵνα τοὺς εἰς αὐτὴν διαθέοντας λογισμοὺς ὁ νοῦς διακρίνων τοὺς μὲν καλοὺς καὶ θεοπέμπτους ἐν τοῖς ταμιείοις τῆς μνήμης ἐναποτίθηται, τοὺς δὲ σκαιοὺς καὶ δαιμονιώδεις ἔξω που τῶν ἀποθηκῶν ἀπορρίπτοι τῆς φύσεως. Καὶ γὰρ ἡ θάλασσα γαληνιῶσα μὲν ἄχρις αὐτοῦ αὐτῆς τοῦ βυθίου κινήματος ὑπὸ τῶν τοὺς ἰχθύας ἀγρευόντων καθορᾶται ὡς μηδὲν αὐτοὺς σχεδὸν λανθάνειν τότε τῶν τὰς ἐκεῖσε διαπορευομένων ζῴων τρίβους· ὅτε δὲ ὑπὸ τῶν πνευμάτων ταράττεται, κρύπτει τῇ τῆς ταραχῆς στυγνότητι ἅπερ ἐν τῷ γέλωτι τῆς γαλήνης ὁρᾶσθαι φιλοτιμεῖται...

Νοῦν καθαρίσαι μόνου τοῦ ἁγίου πνεύματός ἐστιν· ἐὰν γὰρ μὴ εἰσέλθῃ ὁ δυνατὸς καὶ σκυλεύσῃ τὸν ἅρπαγα, οὐδαμῶς τὸ λάφυρον ἐλευθερωθήσεται. Δεῖ οὖν διὰ πάντων πλέον δὲ τῇ εἰρήνῃ τῆς ψυχῆς ἀναπαύειν τὸ πνεῦμα τὸ ἅγιον, ἵνα τὸν λύχνον τῆς γνώσεως ἔχωμεν διὰ παντὸς παρ᾽ ἑαυτοῖς φαίνοντα· ἐξαστράπτοντος γὰρ αὐτοῦ ἀπαύστως ἐν τοῖς ταμιείοις τῆς ψυχῆς οὐ μόνον κατάδηλοι τῷ νοῒ αἱ πικραὶ ἐκεῖναι καὶ σκοτειναὶ τῶν δαιμόνων πᾶσαι γίνονται προσβολαί, ἀλλὰ καὶ ἐξασθενοῦσι λίαν ὑπὸ τοῦ ἁγίου ἐκείνου καὶ ἐνδόξου ἐλεγχόμεναι φωτός.

Διὰ τοῦτο ὁ ἀπόστολος λέγει· Τὸ πνεῦμα μὴ σβέννυτε, ἀντὶ τοῦ μὴ κακοεργοῦντες ἢ κακολογιζόμενοι λυπεῖτε τὴν τοῦ ἁγίου πνεύματος ἀγαθότητα, ἵνα μὴ τῆς ὑπερμάχου ἐκείνης στερηθῆτε λαμπάδος. Οὐ γὰρ τὸ ἀΐδιον καὶ ζωοποιὸν σβέννυται, ἀλλ᾽ ἡ ἐκείνου λύπη, τοῦτ᾽ ἔστιν ἡ ἀποστροφή, στυγνὸν καὶ ἀφεγγῆ τὸν νοῦν καταλιμπάνει τῆς γνώσεως.

Αἴσθησίς ἐστι νοὸς γεῦσις ἀκριβὴς τῶν διακρινομένων. Ὃν γὰρ τρόπον τῇ γευστικῇ ἡμῶν αἰσθήσει τοῦ σώματος τὰ καλὰ ἐκ τῶν φαύλων ἀπλανῶς ἐν τῷ καιρῷ τῆς ὑγιείας διακρίνοντες τῶν χρηστῶν ὀρεγόμεθα, οὕτω καὶ ὁ νοῦς ἡμῶν, ὅταν εὐρώστως καὶ ἐν πολλῇ ἀμεριμνίᾳ κινεῖσθαι ἄρξοιτο, δύναται καὶ τῆς θείας παρακλήσεως πλουσίως αἰσθάνεσθαι καὶ ὑπὸ τῆς ἐναντίας μηδεπώποτε συναρπάζεσθαι. Ὡς γὰρ τὸ σῶμα τῶν γεωδῶν γευόμενον ἡδυσμάτων ἔχει τὴν πεῖραν τῆς αἰσθήσεως ἄπταιστον, οὕτω καὶ ὁ νοῦς, ὅτε ἐπάνω τοῦ τῆς σαρκὸς καυχᾶται φρονήματος, δύναται γεύεσθαι τῆς παρακλήσεως ἀπλανῶς τοῦ ἁγίου πνεύματος (γεύσασθε γάρ, φησίν, καὶ ἴδετε ὅτι χρηστὸς ὁ κύριος) καὶ ἔχειν τὴν μνήμην τῆς γεύσεως διὰ τῆς ἐνεργείας τῆς ἀγάπης ἀνεπίληστον ἐν τῷ δοκιμάζειν ἀπταίστως τὰ διαφέροντα κατὰ τὸν λέγοντα ἅγιον· Καὶ τοῦτο προσεύχομαι, ἵνα ἡ ἀγάπη ὑμῶν ἔτι μᾶλλον καὶ μᾶλλον περισσεύῃ ἐν ἐπιγνώσει καὶ πάσῃ αἰσθήσει εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα.


Thursday
2 Thessalonians 1:1-12

1 1 Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ ἐκκλησίᾳ θεσσαλονικέων ἐν θεῷ πατρὶ ἡμῶν καὶ κυρίῳ Ἰησοῦ Χριστῷ: 2 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς [ἡμῶν] καὶ κυρίου Ἰησοῦ Χριστοῦ.

 

3 εὐχαριστεῖν ὀφείλομεν τῷ θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοί, καθὼς ἄξιόν ἐστιν, ὅτι ὑπεραυξάνει ἡ πίστις ὑμῶν καὶ πλεονάζει ἡ ἀγάπη ἑνὸς ἑκάστου πάντων ὑμῶν εἰς ἀλλήλους, 4 ὥστε αὐτοὺς ἡμᾶς ἐν ὑμῖν ἐγκαυχᾶσθαι ἐν ταῖς ἐκκλησίαις τοῦ θεοῦ ὑπὲρ τῆς ὑπομονῆς ὑμῶν καὶ πίστεως ἐν πᾶσιν τοῖς διωγμοῖς ὑμῶν καὶ ταῖς θλίψεσιν αἷς ἀνέχεσθε, 5 ἔνδειγμα τῆς δικαίας κρίσεως τοῦ θεοῦ, εἰς τὸ καταξιωθῆναι ὑμᾶς τῆς βασιλείας τοῦ θεοῦ, ὑπὲρ ἧς καὶ πάσχετε,

6 εἴπερ δίκαιον παρὰ θεῷ ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλῖψιν 7 καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν μεθ' ἡμῶν ἐν τῇ ἀποκαλύψει τοῦ κυρίου Ἰησοῦ ἀπ' οὐρανοῦ μετ' ἀγγέλων δυνάμεως αὐτοῦ 8 ἐν πυρὶ φλογός, διδόντος ἐκδίκησιν τοῖς μὴ εἰδόσιν θεὸν καὶ τοῖς μὴ ὑπακούουσιν τῷ εὐαγγελίῳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ, 9 οἵτινες δίκην τίσουσιν ὄλεθρον αἰώνιον ἀπὸ προσώπου τοῦ κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, 10 ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ καὶ θαυμασθῆναι ἐν πᾶσιν τοῖς πιστεύσασιν, ὅτι ἐπιστεύθη τὸ μαρτύριον ἡμῶν ἐφ' ὑμᾶς, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.

11 εἰς ὃ καὶ προσευχόμεθα πάντοτε περὶ ὑμῶν, ἵνα ὑμᾶς ἀξιώσῃ τῆς κλήσεως ὁ θεὸς ἡμῶν καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύνης καὶ ἔργον πίστεως ἐν δυνάμει, 12 ὅπως ἐνδοξασθῇ τὸ ὄνομα τοῦ κυρίου ἡμῶν Ἰησοῦ ἐν ὑμῖν, καὶ ὑμεῖς ἐν αὐτῷ, κατὰ τὴν χάριν τοῦ θεοῦ ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.

Cyril of Jerusalem, Catechesis, 13:1,3,6,23 (PG 33, 771-774.779.799.802)

Καύχημα μὲν τῆς καθολικῆς ἐκκλησίας καὶ πᾶσα πρᾶξις Ἰησοῦ, καύχημα δὲ καυχημάτων ὁ σταυρός.

καὶ τοῦτο γινώσκων ὁ Παῦλός φησιν· ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. θαυμαστὸν μὲν γὰρ ἦν τὸ καὶ τυφλὸν ἐκ γενετῆς ἐν τῷ Σιλωὰμ ἀναβλέψαι· ἀλλὰ τί πρὸς τοὺς τυφλοὺς τῆς οἰκουμένης; μέγα μὲν καὶ ὑπὲρ φύσιν τὸ τὸν Λάζαρον τετραήμερον ἀναστῆναι· ἀλλὰ μέχρις ἐκείνου μόνου ἦν ἡ χάρις. τί δὲ πρὸς τοὺς ἐν τῇ οἰκουμένῃ ταῖς ἁμαρτίαις νενεκρωμένους; θαυμαστὸν τὸ πηγάσαι τροφὴν πέντε ἄρτους εἰς τοὺς πεντακισχιλίους· ἀλλὰ τί πρὸς τοὺς λιμώσσοντας ἐν ἀγνωσίᾳ κατὰ πᾶσαν τὴν οἰκουμένην; θαυμαστὸν τὸ λυθῆναι τὴν δέκα καὶ ὀκτὼ ἔτη δεδεμένην ὑπὸ τοῦ σατανᾶ· ἀλλὰ τί πρὸς ἡμᾶς πάντας τοὺς ταῖς σειραῖς τῶν ἁμαρτιῶν ἡμῶν καταδεδεμένους;

ὁ δὲ τοῦ σταυροῦ στέφανος ἐφωταγώγησε μὲν τοὺς ἐν ἀγνωσίᾳ τυφλούς, ἔλυσε δὲ πάντας τοὺς ὑπὸ τῆς ἁμαρτίας κατεχομένους καὶ κόσμον ὅλον ἀνθρώπων ἐλυτρώσατο...

Μὴ τοίνυν ἐπαισχυνώμεθα τῷ σταυρῷ τοῦ σωτῆρος, ἀλλὰ μᾶλλον ἐγκαυχώμεθα. ὁ γὰρ λόγος τοῦ σταυροῦ Ἰουδαίοις μέν ἐστι σκάνδαλον, ἔθνεσι δὲ μωρία, ἡμῖν δὲ σωτηρία. καὶ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστί, τοῖς δὲ σωζομένοις ἡμῖν δύναμις θεοῦ ἐστιν. οὐ γὰρ ἦν ψιλὸς ἄνθρωπος, καθὼς εἴρηται, ὁ ὑπεραποθνήσκων, ἀλλὰ υἱὸς θεοῦ, θεὸς ἐνανθρωπήσας.

εἶτα τὸ μὲν ἐπὶ Μωσέως πρόβατον μακρὰν ἀπήλασε τὸν ὀλεθρεύοντα, τὸ δὲ τοῦ θεοῦ πρόβατον τὸ αἶρον τὴν ἁμαρτίαν τοῦ κόσμου πολὺ μᾶλλον οὐκ ἠλευθέρου τῶν ἁμαρτιῶν; ἀλλὰ τὸ μὲν αἷμα τοῦ ἀλόγου προβάτου τὴν σωτηρίαν παρεῖχε, τὸ δὲ τοῦ μονογενοῦς πολὺ μᾶλλον οὐ σώζει;...

οὐκ ἀναγκαστῶς ἀφῆκε τὴν ζωήν, οὐδὲ βιοσφαγῶς ἀνῃρέθη, ἀλλ' ἑκουσίως. ἄκουε τί λέγει· ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. βουλόμενος συγχωρῶ τοῖς ἐχθροῖς. εἰ γὰρ μὴ ἐβουλόμην, οὐκ ἐγίνετο. ἦλθε τοίνυν ἐκ προαιρέσεως ἐπὶ τὸ πάθος, χαίρων ἐπὶ τῷ κατορθώματι, μειδιῶν ἐπὶ τῷ στεφάνῳ, εὐφραινόμενος ἐπὶ τῇ τῶν ἀνθρώπων σωτηρίᾳ, οὐκ ἐπαισχυνόμενος τὸν σταυρόν· ἔσωζε γὰρ τὴν οἰκουμένην. οὐ γὰρ ἦν ἄνθρωπος εὐτελὴς ὁ πάσχων, ἀλλὰ θεὸς ἐνανθρωπήσας καὶ τὸν τῆς ὑπομονῆς ἀγωνιζόμενος ἆθλον.

μὴ ἐν καιρῷ εἰρήνης ἐπευφραίνου τῷ σταυρῷ μόνον, ἀλλὰ καὶ ἐν καιρῷ διωγμοῦ τὴν αὐτὴν ἔχε πίστιν. μὴ ἐν καιρῷ εἰρήνης Ἰησοῦ φίλος καὶ ἐν καιρῷ πολέμων ἐχθρός. Λαμβάνεις νῦν ἄφεσιν τῶν σῶν ἁμαρτημάτων καὶ πνευματικῆς δωρεᾶς τοῦ βασιλέως τὰ χαρίσματα. ὅταν ἔλθῃ πόλεμος, ὑπεραγώνισαι γενναίως τοῦ σοῦ βασιλέως.

Ἰησοῦς ἐσταυρώθη ὑπὲρ σοῦ ὁ ἀναμάρτητος, καὶ σὺ ὑπὲρ τοῦ σταυρωθέντος ὑπὲρ σοῦ οὐ σταυροῦσαι; οὐ χάριν δίδως· προείληφας γάρ. ἀλλὰ χάριν ἀποδίδως ἀποδιδοὺς τὸ χρέος τῷ ἐν τῷ Γολγοθᾷ σταυρωθέντι διὰ σέ.


Friday
2 Thessalonians 2:1-17

2 1 ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, ὑπὲρ τῆς παρουσίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡμῶν ἐπισυναγωγῆς ἐπ' αὐτόν, 2 εἰς τὸ μὴ ταχέως σαλευθῆναι ὑμᾶς ἀπὸ τοῦ νοὸς μηδὲ θροεῖσθαι μήτε διὰ πνεύματος μήτε διὰ λόγου μήτε δι' ἐπιστολῆς ὡς δι' ἡμῶν, ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρα τοῦ κυρίου. 3 μή τις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον:

ὅτι ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἀνομίας, ὁ υἱὸς τῆς ἀπωλείας, 4 ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ θεοῦ καθίσαι, ἀποδεικνύντα ἑαυτὸν ὅτι ἔστιν θεός. 5 οὐ μνημονεύετε ὅτι ἔτι ὢν πρὸς ὑμᾶς ταῦτα ἔλεγον ὑμῖν;

6 καὶ νῦν τὸ κατέχον οἴδατε, εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷ ἑαυτοῦ καιρῷ. 7 τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνομίας: μόνον ὁ κατέχων ἄρτι ἕως ἐκ μέσου γένηται.

8 καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος, ὃν ὁ κύριος [Ἰησοῦσ] ἀνελεῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ,

 

9 οὗ ἐστιν ἡ παρουσία κατ' ἐνέργειαν τοῦ σατανᾶ ἐν πάσῃ δυνάμει καὶ σημείοις καὶ τέρασιν ψεύδους 10 καὶ ἐν πάσῃ ἀπάτῃ ἀδικίας τοῖς ἀπολλυμένοις, ἀνθ' ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτούς.

11 καὶ διὰ τοῦτο πέμπει αὐτοῖς ὁ θεὸς ἐνέργειαν πλάνης εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει, 12 ἵνα κριθῶσιν πάντες οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ ἀλλὰ εὐδοκήσαντες τῇ ἀδικίᾳ.

 

13 ἡμεῖς δὲ ὀφείλομεν εὐχαριστεῖν τῷ θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ κυρίου, ὅτι εἵλατο ὑμᾶς ὁ θεὸς ἀπαρχὴν εἰς σωτηρίαν ἐν ἁγιασμῷ πνεύματος καὶ πίστει ἀληθείας,

14 εἰς ὃ [καὶ] ἐκάλεσεν ὑμᾶς διὰ τοῦ εὐαγγελίου ἡμῶν, εἰς περιποίησιν δόξης τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

15 ἄρα οὖν, ἀδελφοί, στήκετε, καὶ κρατεῖτε τὰς παραδόσεις ἃς ἐδιδάχθητε εἴτε διὰ λόγου εἴτε δι' ἐπιστολῆς ἡμῶν.

16 αὐτὸς δὲ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ [ὁ] θεὸς ὁ πατὴρ ἡμῶν, ὁ ἀγαπήσας ἡμᾶς καὶ δοὺς παράκλησιν αἰωνίαν καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι, 17 παρακαλέσαι ὑμῶν τὰς καρδίας καὶ στηρίξαι ἐν παντὶ ἔργῳ καὶ λόγῳ ἀγαθῷ.

Makarios of Egypt (attributed), Homily 18, 7-11 (PG 34, 639-642)

Οἱ γὰρ καταξιωθέντες τέκνα θεοῦ γενέσθαι καὶ ἐκ πνεύματος ἁγίου ἄνωθεν γεννηθέντες καὶ τὸν Χριστὸν ἔχοντες ἐν ἑαυτοῖς ἐλλάμποντα καὶ ἀναπαύοντα αὐτοὺς ἐν ποικίλοις καὶ διαφόροις τρόποις τοῦ πνεύματος εἰσὶν ὁδηγούμενοι καὶ ἀοράτως ἐν τῇ καρδίᾳ ἐν ἀναπαύσει πνευματικῇ ὑπὸ τῆς χάριτος κυβερνώμενοι...

ἄλλοτε εἰσὶν ἐν κλαυθμῷ καὶ ὀδυρμῷ ὑπὲρ τοῦ γένους τῶν ἀνθρώπων δεόμενοι καὶ ὅλου τοῦ Ἀδὰμ τὸ πένθος καὶ τὸν κλαυθμὸν ἀναλαμβάνουσιν ὑπὸ τῆς ἀγάπης τοῦ πνεύματος ἐκκαιόμενοι εἰς τὴν ἀνθρωπότητα.

ἄλλοτε ἐν τοσαύτῃ ἀγάπῃ καὶ ἀγαλλιάσει ὑπὸ τοῦ πνεύματος ἐκπυροῦνται, ὡς εἰ δυνατὸν πάντα ἄνθρωπον ἐν τοῖς ἰδίοις σπλάγχνοις ἐμβαλεῖν, μὴ διακρίνοντες κακὸν ἀπὸ ἀγαθοῦ.

ἄλλοτε τοσοῦτον ταπεινοῦνται ὑποκάτωθεν παντὸς ἀνθρώπου ἐν ταπεινοφροσύνῃ πνεύματος, ὡς ἑαυτοὺς ἐσχατωτέρους πάντων καὶ ἐλάττονας νομίζειν.

ἄλλοτε ἐν χαρᾷ ἀνεκλαλήτῳ ὑπὸ τοῦ πνεύματος καταποθοῦνται.

ἄλλοτέ εἰσιν ὥσπερ τις δυνατὸς λαβὼν πανοπλίαν βασιλικήν, ὃς καὶ κατελθὼν ἐν πολέμῳ ἐπὶ τοὺς ἐχθροὺς δυνατῶς καὶ ἰσχυρῶς ἀγωνίσηται νικήσας, οὕτως ὁ πνευματικὸς λαμβάνει ὅπλα τοῦ πνεύματος ἐπουράνια καὶ ἐπὶ τοὺς ἀοράτους ἐχθροὺς κατέρχεται καὶ πολεμεῖ καὶ ὑποτάσσει αὐτοὺς ὑπὸ τοὺς πόδας αὐτοῦ.

ἄλλοτε ἐν πολλῇ τινι ἡσυχίᾳ καὶ γαλήνῃ καὶ εἰρήνῃ καὶ ἀναπαύσει καὶ εὐθηνίᾳ τινι ἀρρήτῳ εἰς μόνην πνευματικὴν ἡδονὴν ἐν πολλῇ ἡσυχίᾳ καὶ ἠρεμίᾳ ἡ ψυχὴ ἀναπαύεται.

ἄλλοτε ἐν συνέσει τινὶ καὶ σοφίᾳ ἀρρήτῳ καὶ γνώσει πνεύματος ἀνεξερευνήτῳ ὑπὸ τῆς χάριτος σοφίζεται, ὅπερ οὔτε διὰ γλώσσης στόματος λαληθῆναι δυνατόν.

ἄλλοτε εἰς πάντων ἀνθρώπων γίνεται σωτηρίαν.

οὕτω ποικίλως ἡ χάρις ἐν αὐτοῖς ἀναστρέφεται καὶ ὁδηγεῖ τὴν ψυχὴν πολυτρόπως καὶ ποικίλως ἀναπαύσασα κατὰ τὸ αὐτῆς θέλημα, καὶ γυμνάζει αὐτὴν διαφόρως, ἵνα τελείαν αὐτὴν καὶ ἄμωμον καὶ καθαρὰν τῷ ἐπουρανίῳ πατρὶ ἀποκαταστήσῃ...

Παρακαλέσωμεν τοίνυν καὶ ἡμεῖς τὸν κύριον καὶ πιστεύσωμεν ἐν ἀγάπῃ καὶ ἐλπίδι πολλῇ, ἵνα δώῃ ἡμῖν τὴν ἐπουράνιον χάριν αὐτοῦ τῆς δωρεᾶς τοῦ πνεύματος, ἵνα καὶ ἡμᾶς αὐτὸ τὸ πνεῦμα κυβερνήσῃ καὶ ὁδηγήσῃ εἰς πᾶν τὸ θέλημα τοῦ θεοῦ καὶ ἀναπαύσῃ ἡμᾶς ἐν τῇ ποικιλότητι τῆς ἀναπαύσεως αὐτοῦ, ἵνα διὰ τῆς τοιαύτης κυβερνήσεως καὶ διὰ γυμνασμοῦ τῆς χάριτος καὶ προκοπῆς πνευματικῆς καταξιωθῶμεν εἰς τὴν τελειότητα τοῦ πληρώματος τοῦ Χριστοῦ φθάσαι.


Saturday
2 Thessalonians 3:1-18

3 1 τὸ λοιπὸν προσεύχεσθε, ἀδελφοί, περὶ ἡμῶν, ἵνα ὁ λόγος τοῦ κυρίου τρέχῃ καὶ δοξάζηται καθὼς καὶ πρὸς ὑμᾶς, 2 καὶ ἵνα ῥυσθῶμεν ἀπὸ τῶν ἀτόπων καὶ πονηρῶν ἀνθρώπων: οὐ γὰρ πάντων ἡ πίστις. 3 πιστὸς δέ ἐστιν ὁ κύριος, ὃς στηρίξει ὑμᾶς καὶ φυλάξει ἀπὸ τοῦ πονηροῦ. 4 πεποίθαμεν δὲ ἐν κυρίῳ ἐφ' ὑμᾶς, ὅτι ἃ παραγγέλλομεν [καὶ] ποιεῖτε καὶ ποιήσετε. 5 ὁ δὲ κύριος κατευθύναι ὑμῶν τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ θεοῦ καὶ εἰς τὴν ὑπομονὴν τοῦ Χριστοῦ.

6 παραγγέλλομεν δὲ ὑμῖν, ἀδελφοί, ἐν ὀνόματι τοῦ κυρίου [ἡμῶν] Ἰησοῦ Χριστοῦ, στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος καὶ μὴ κατὰ τὴν παράδοσιν ἣν παρελάβοσαν παρ' ἡμῶν.

7 αὐτοὶ γὰρ οἴδατε πῶς δεῖ μιμεῖσθαι ἡμᾶς, ὅτι οὐκ ἠτακτήσαμεν ἐν ὑμῖν 8 οὐδὲ δωρεὰν ἄρτον ἐφάγομεν παρά τινος, ἀλλ' ἐν κόπῳ καὶ μόχθῳ νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν: 9 οὐχ ὅτι οὐκ ἔχομεν ἐξουσίαν, ἀλλ' ἵνα ἑαυτοὺς τύπον δῶμεν ὑμῖν εἰς τὸ μιμεῖσθαι ἡμᾶς. 10 καὶ γὰρ ὅτε ἦμεν πρὸς ὑμᾶς, τοῦτο παρηγγέλλομεν ὑμῖν, ὅτι εἴ τις οὐ θέλει ἐργάζεσθαι μηδὲ ἐσθιέτω.

11 ἀκούομεν γάρ τινας περιπατοῦντας ἐν ὑμῖν ἀτάκτως, μηδὲν ἐργαζομένους ἀλλὰ περιεργαζομένους:

 

12 τοῖς δὲ τοιούτοις παραγγέλλομεν καὶ παρακαλοῦμεν ἐν κυρίῳ Ἰησοῦ Χριστῷ ἵνα μετὰ ἡσυχίας ἐργαζόμενοι τὸν ἑαυτῶν ἄρτον ἐσθίωσιν. 13 ὑμεῖς δέ, ἀδελφοί, μὴ ἐγκακήσητε καλοποιοῦντες. 14 εἰ δέ τις οὐχ ὑπακούει τῷ λόγῳ ἡμῶν διὰ τῆς ἐπιστολῆς, τοῦτον σημειοῦσθε, μὴ συναναμίγνυσθαι αὐτῷ, ἵνα ἐντραπῇ: 15 καὶ μὴ ὡς ἐχθρὸν ἡγεῖσθε, ἀλλὰ νουθετεῖτε ὡς ἀδελφόν. 16 αὐτὸς δὲ ὁ κύριος τῆς εἰρήνης δῴη ὑμῖν τὴν εἰρήνην διὰ παντὸς ἐν παντὶ τρόπῳ. ὁ κύριος μετὰ πάντων ὑμῶν. 17 ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ παύλου, ὅ ἐστιν σημεῖον ἐν πάσῃ ἐπιστολῇ: οὕτως γράφω. 18 ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν.

Vatican II, Gaudium et spes, 35-36

Humana vero navitas, sicut ex homine procedit, ita ad hominem ordinatur. Homo enim, cum operatur, non tantum res et societatem immutat, sed et seipsum perficit. Multa discit, facultates suas excolit, extra se et supra se procedit. Huiusmodi incrementum, si recte intelligatur, maioris pretii est quam externae quae colligi possunt divitiae. Magis valet homo propter id quod est quam propter id quod habet.

Pariter, omnia quae homines, ad maiorem iustitiam, ampliorem fraternitatem, humanioremque ordinationem in socialibus necessitudinibus obtinendam agunt, plus quam progressus technici valent. Hi enim progressus quasi materiam humanae promotioni praebere possunt, illam autem per se solos ad actum nequaquam deducunt.

Unde haec est humanae navitatis norma, quod iuxta consilium et voluntatem divinam cum genuino humani generis bono congruat, et homini individuo vel in societate posito integrae suae vocationis cultum et impletionem permittat.

Multi tamen coaevi nostri timere videntur, ne ex arctiore humanae navitatis et religionis coniunctione autonomia hominum vel societatum vel scientiarum impediatur. Si per terrenarum rerum autonomiam intelligimus res creatas et ipsas societates propriis legibus valoribusque gaudere, ab homine gradatim dignoscendis, adhibendis et ordinandis, eamdem exigere omnino fas est: quod non solum postulatur ab hominibus nostrae aetatis, sed etiam cum Creatoris voluntate congruit. Ex ipsa enim creationis condicione res universae propria firmitate, veritate, bonitate propriisque legibus ac ordine instruuntur, quae homo revereri debet, propriis singularum scientiarum artiumve methodis agnitis. Ideo inquisitio methodica in omnibus disciplinis, si modo vere scientifico et iuxta normas morales procedit, numquam fidei revera adversabitur, quia res profanae et res fidei ab eodem Deo originem ducunt. Immo, qui humili et constanti animo abscondita rerum perscrutari conatur, etsi inscius quasi manu Dei ducitur qui, res omnes sustinens, facit ut sint id quod sunt.

Hinc deplorare liceat quosdam animi habitus, qui aliquando inter christianos ipsos, ob non satis perspectam legitimam scientiae autonomiam, non defuerunt et, contentionibus controversiisque exinde suscitatis, plurium animos eo perduxerunt ut fidem et scientiam inter se opponi censerent.