ORDINARY TIME: EVEN YEARS

WEEK 28

SUNDAY
Sirach 10:6-18

6 Ἐπὶ παντὶ ἀδικήματι μὴ μηνιάσῃς τῷ πλησίον             καὶ μὴ πρᾶσσε μηδὲν ἐν ἔργοις ὕβρεως.

[ב]כל פשע אל תשלים רע לריע       ואל תהלך בדרך גאתה

7 μισητὴ ἔναντι κυρίου καὶ ἀνθρώπων ὑπερηφανία,             καὶ ἐξ ἀμφοτέρων πλημμελὴς ἡ ἀδικία.

שנואה לאדון ואנשים גאוה            ומשניהם מעל עשק

8 βασιλεία ἀπὸ ἔθνους εἰς ἔθνος μετάγεται             διὰ ἀδικίας καὶ ὕβρεις καὶ χρήματα.

מלכות מגוי אל גוי תסוב            בגלל חמס גאוה

9 τί ὑπερηφανεύεται γῆ καὶ σποδός;             ὅτι ἐν ζωῇ ἔρριψα τὰ ἐνδόσθια αὐτοῦ.

מה יגאה עפר ואפר            אשר בחייו יורם גויו

10 μακρὸν ἀρρώστημα, σκώπτει ἰατρός·             καὶ βασιλεὺς σήμερον, καὶ αὔριον τελευτήσει.

שמץ מחלה יצהיב רופא             מלך היום ומחר יפול

11 ἐν γὰρ τῷ ἀποθανεῖν ἄνθρωπον κληρονομήσει ἑρπετὰ             καὶ θηρία καὶ σκώληκας.

במות אדם ינחל רמה         ותולעה כניום ורמש

12 Ἀρχὴ ὑπερηφανίας ἀνθρώπου ἀφίστασθαι ἀπὸ κυρίου,             καὶ ἀπὸ τοῦ ποιήσαντος αὐτὸν ἀπέστη ἡ καρδία αὐτοῦ.

תחלת גאון אדם מוּעָז         ומֵעשֵהוּ יסור מלבו

13 ὅτι ἀρχὴ ὑπερηφανίας ἁμαρτία,             καὶ ὁ κρατῶν αὐτῆς ἐξομβρήσει βδέλυγμα·

כי מקוה זדון חטא            ומקורה יביע זמה

διὰ τοῦτο παρεδόξασεν κύριος τὰς ἐπαγωγὰς             καὶ κατέστρεψεν εἰς τέλος αὐτούς.

על כן מלא לבו אלהי[ם] נגעה          ויכהו עד כלֵּה

14 θρόνους ἀρχόντων καθεῖλεν ὁ κύριος             καὶ ἐκάθισεν πραεῖς ἀντ αὐτῶν·

כסא גאים הפך אלהים         וישב עניים תחתם

15 ῥίζας ἐθνῶν ἐξέτιλεν ὁ κύριος καὶ ἐφύτευσεν             ταπεινοὺς ἀντ αὐτῶν·

16 χώρας ἐθνῶν κατέστρεψεν ὁ κύριος             καὶ ἀπώλεσεν αὐτὰς ἕως θεμελίων γῆς·

עקבת גוים טמטם אלהים             ושרשם עד ארץ קעקע

17 ἐξῆρεν ἐξ αὐτῶν καὶ ἀπώλεσεν αὐτοὺς καὶ κατέπαυσεν ἀπὸ γῆς τὸ μνημόσυνον αὐτῶν.

וסחם מארץ ויתשם          וישבת מארץ זכרם

18 οὐκ ἔκτισται ἀνθρώποις ὑπερηφανία             οὐδὲ ὀργὴ θυμοῦ γεννήμασιν γυναικῶν.

לא נאוה לאנוש זדון          ועזות אף לילוד אשה

Basil (attributed), Treatise on Baptism, Liber 1:2-3 (PG 31,1515-1519)

Τὸν δὲ πιστεύοντα τῷ Κυρίῳ, καὶ προσάγοντα ἑαυτὸν ἐπιτήδειον εἰς μαθητείαν, μανθάνειν δεῖ πρῶτον μὲν ἀφίστασθαι παντὸς ἁμαρτήματος· ἔπειτα δὲ καὶ παντὸς ἀφέλκοντος τῆς ὀφειλομένης κατὰ πολλοὺς λόγους τῷ Κυρίῳ εὐπειθείας, κἂν εὐλογοφανεῖς εἶναι δοκῶσιν. Ἀδύνατον γὰρ, ἁμαρτίαν ποιοῦντα, ἢ ἐμπλεκόμενον ταῖς τοῦ βίου τούτου πραγματείαις, ἢ ἐν φροντίδι καὶ αὐτῶν τῶν πρὸς τὸ ζῇν ἀναγκαίων, δουλεῦσαι, οὐχ ὅτι γε μαθητευθῆναι, τῷ Κυρίῳ τῷ οὐ πρότερον εἰπόντι τῷ νεανίσκῳ, «Δεῦρο, ἀκολούθει μοι,» πρὶν ἐντείλασθαι πωλῆσαι τὰ ὑπάρχοντα, καὶ δοῦναι τοῖς πτωχοῖς. Ἀλλ᾽ οὐδὲ τοῦτο προσέταξε, πρὶν ὁμολογῆσαι αὐτὸν, ὅτι «Ταῦτα πάντα ἐφύλαξα.»

Ὁ γὰρ μήπω λαβὼν τὴν ἄφεσιν τῶν ἁμαρτημάτων, καὶ καθαρισθεὶς ἀπὸ τούτων ἐν τῷ αἵματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δουλεύων δὲ τῷ διαβόλῳ, καὶ κρατούμενος ὑπὸ τῆς ἐνοικούσης αὐτῷ ἁμαρτίας, ἀδυνάτως ἔχει δουλεῦσαι τῷ Κυρίῳ, τῷ ἀπαράβατον ἀπόφασιν δεδωκότι, ἐν τῷ εἰπεῖν· «Ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας· ὁ δὲ δοῦλος τῆς ἁμαρτίας οὐ μένει ἐν τῇ οἰκίᾳ.»...

Καὶ διὰ τῶν ἐν ἑτέρῳ τόπῳ εἰρημένων τὴν μεγάλην τῆς φιλανθρωπίας χάριν τοῦ Θεοῦ διὰ τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ σαφῶς παρίστησιν, εἰπών· «Ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοὶ, οὕτω καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς δίκαιοι κατασταθήσονται οἱ πολλοί.» Ἐν ἑτέρῳ δὲ τόπῳ θαυμασιωτέραν θεωρῶν τὴν ἐν Χριστῷ φιλαν θρωπίαν τοῦ Θεοῦ, φησί· «Τὸν γὰρ μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη Θεοῦ ἐν αὐτῷ.»

Ἀνάγκη οὖν πᾶσα ἔκ τε τῶν μνημονευθέντων καὶ τῶν ὁμοίων, εἴ γε μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ ἐδεξάμεθα, ῥυσθῆναι πρῶτον τῆς δυναστείας τοῦ διαβόλου, ἐνάγοντος τὸν ὑφ᾽ ἁμαρτίας κρατούμενον ἐφ᾽ ἃ μὴ βούλεται κακὰ, καὶ τότε ἀπαρνησάμενον πάντα τὰ παρόντα, καὶ ἑαυτὸν, τῆς τε προσπαθείας τοῦ ζῇν ἀναχωρήσαντα, μαθητευθῆναι τῷ Κυρίῳ, καθὼς αὐτὸς εἶπεν· «Εἴ τις ἔρχεται πρὸς μὲ, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὑτοῦ, καὶ ἀκολουθείτω μοι,» ὅπερ ἐστὶ, μαθητής μου γινέσθω...

Ὅταν οὖν δοθῇ ἄφεσις τῶν ἁμαρτημάτων, τότε λαμβάνει ὁ ἄνθρωπος τὴν ἀπὸ τῆς ἁμαρτίας ἐλευθερίαν παρὰ τοῦ ἐξαγοράσαντος ἡμᾶς Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, εἰς τὸ δύνασθαι προσελθεῖν τῷ λόγῳ. Καὶ τότε οὔπω τίς ἐστιν ἄξιος ἀκολουθῆσαι τῷ Κυρίῳ (πάλιν λέγω), οὐ πρότερον εἰπόντι τῷ νεανίσκῳ, «Δεῦρο, ἀκολούθει μοι,» πρὶν εἰπεῖν, «Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς.» Ἀλλ᾽ οὐδὲ τοῦτο προσέταξε, πρὶν ὁμολογῆσαι αὐτὸν καθαρεύειν πάσης παραβάσεως, τῷ εἰπεῖν πεποιηκέναι πάντα τὰ ὑπὸ τοῦ Κυρίου εἰρημένα.

Ὡς καὶ ἐν τούτῳ τὴν τάξιν φυλάττεσθαι ἀναγκαῖον. Οὐ μόνον δὲ ὑπαρχόντων, καὶ τῶν ἀναγκαίων πρὸς τὸ ζῇν καταφρονεῖν διδασκόμεθα, ἀλλὰ καὶ τῶν πρὸς ἀλλήλους νενομισμένων κατά τε νόμον καὶ φύσιν δικαίων καθηκόντων ὑπερφρονεῖν διδασκόμεθα, τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰπόντος· «Ὁ ἀγαπῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος·» ὁμοίως καὶ περὶ τῶν λοιπῶν τῶν ἐγγυτάτων οἰκείων, δῆλον δὲ, ὅτι πολὺ πρότερον τῶν ποῤῥωτέρω καὶ ξένων τῆς πίστεως. Οἷς ἐπάγει· «Ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὑτοῦ, καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος·» ὅπερ κατορθώσας ὁ Ἀπόστολος, εἰς ἡμετέραν διδασκαλίαν γράφει· «Ἐγὼ τῷ κόσμῳ ἐσταύρωμαι, καὶ ὁ κόσμος ἐμοί. Ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ ὁ Χριστός.»

GOSPELS FOR THE THREE CYCLES
*A* , *B* , *C*

Te Deum [English]
Prayer


MONDAY
Sirach 11:12-27

12 ἔστιν νωθρὸς προσδεόμενος ἀντιλήμψεως,             ὑστερῶν ἰσχύι καὶ πτωχείᾳ περισσεύει·

יש רשֵׁש ואֹבֵד מהלך             חסר כל ויותר א[.]נש

καὶ οἱ ὀφθαλμοὶ κυρίου ἐπέβλεψαν αὐτῷ εἰς ἀγαθά,            καὶ ἀνώρθωσεν αὐτὸν ἐκ ταπεινώσεως αὐτοῦ

ועין ייי צפתהו לטוב          וינעריהו מעפר צחנה

13 καὶ ἀνύψωσεν κεφαλὴν αὐτοῦ,             καὶ ἀπεθαύμασαν ἐπ' αὐτῷ πολλοί.

נשא בראשו וירממהו         ויתמהו עלין רבים

14 ἀγαθὰ καὶ κακά, ζωὴ καὶ θάνατος,             πτωχεία καὶ πλοῦτος παρὰ κυρίου ἐστίν.

טוב ורע חיים ומות          ריש ועושר מייי הוא

15

[ח]כמה ושכל והבין דבר       מייי הוא

16

חטא ודרכים ישרים          מייי הוא

שכלות וחו[שך] לפשעים נוצרה       ומרעים רעה עמם

17 δόσις κυρίου παραμένει εὐσεβέσιν,            καὶ ἡ εὐδοκία αὐτοῦ εἰς τὸν αἰῶνα εὐοδωθήσεται.

מ[תן] צדיק ל [ע]ד [יעמד]          ורצנו יצלח לעד

18 ἔστιν πλουτῶν ἀπὸ προσοχῆς καὶ σφιγγίας αὐτοῦ,            καὶ αὕτη ἡ μερὶς τοῦ μισθοῦ αὐτοῦ·

[י]ש מתעשר מהתענות         [הוא] יְחַ[י]ב שכרו

19 ἐν τῷ εἰπεῖν αὐτόν Εὗρον ἀνάπαυσιν            καὶ νῦν φάγομαι ἐκ τῶν ἀγαθῶν μου,

ובעת [אמר] מצאתי נחת               ועתה אכל [מט]וב[ת]י

καὶ οὐκ οἶδεν τίς καιρὸς παρελεύσεται             καὶ καταλείψει αὐτὰ ἑτέροις καὶ ἀποθανεῖται.

לא ידע מה י[היה] חל[ק]         וע[ז]בו לא[חרים] ומת

20 Στῆθι ἐν διαθήκῃ σου καὶ ὁμίλει ἐν αὐτῇ            καὶ ἐν τῷ ἔργῳ σου παλαιώθητι.

ב[ני] ע[מד] בחוקך ובו ה[ו]שע            ובמלאכתך התישן

21 μὴ θαύμαζε ἐν ἔργοις ἁμαρτωλοῦ,             πίστευε δὲ κυρίῳ καὶ ἔμμενε τῷ πόνῳ σου·

אל תתמה ב[פעלי עול]         [ת]רוץ ליי וקוה לאורו

ὅτι κοῦφον ἐν ὀφθαλμοῖς κυρίου            διὰ τάχους ἐξάπινα πλουτίσαι πένητα.

כי נכה בעיני ייי             ב[פ]תע פתאם ל[העשיר דל]

22 εὐλογία κυρίου ἐν μισθῷ εὐσεβοῦς,            καὶ ἐν ὥρᾳ ταχινῇ ἀναθάλλει εὐλογίαν αὐτοῦ.

ברכת אל בגרל צדיק          ובעת תקותו תפרח

23 μὴ εἴπῃς Τίς ἐστίν μου χρεία,            καὶ τίνα ἀπὸ τοῦ νῦν ἔσται μου τὰ ἀγαθά;

אל תאמר [........]          כי עש[י]תי חפצי ומה עתה יעזב לי

24 μὴ εἴπῃς Αὐτάρκη μοί ἐστιν,            καὶ τί ἀπὸ τοῦ νῦν κακωθήσομαι;

אל תאמר דיי [על]י         א[י]ה א[...] יהי עלי

25 ἐν ἡμέρᾳ ἀγαθῶν ἀμνησία κακῶν,             καὶ ἐν ἡμέρᾳ κακῶν οὐ μνησθήσεται ἀγαθῶν·

טובת יום תְשַּׁכַח רעה         ורעת [יום] תשכח טובה

26 ὅτι κοῦφον ἔναντι κυρίου ἐν ἡμέρᾳ τελευτῆς            ἀποδοῦναι ἀνθρώπῳ κατὰ τὰς ὁδοὺς αὐτοῦ.

ואחרית אאדם תהיה עליו

27 κάκωσις ὥρας ἐπιλησμονὴν ποιεῖ τρυφῆς,             καὶ ἐν συντελείᾳ ἀνθρώπου ἀποκάλυψις ἔργων αὐτοῦ.

עת רעה תשכח תענוג         וסוף אדם יגיד עליו

Nicholas Cabsilas, Life in Christ, Liber 1 (PG 150, 494-495)

Ἡ ἐν Χριστῷ ζωὴ φύεται ἐν τῷδε τῷ βίῳ καὶ τὰς ἀρχὰς ἐντεῦθεν λαμβάνει, τελειοῦται δὲ ἐπὶ τοῦ μελλοντος, ἐπειδὰν εἰς ἐκεινην ἀμφικώμεθα τὴν ἡμέραν· καὶ οὕτε ὁ βίος οὗτος τελείως δύναται ταύτην ἐνθεῖναι ταῖς τῶν ἀνθρώπων ψυχαῖς, οὔτε ὁ μέλλων μὴ τὰς ἀρχὰς ἐντεῦθεν λαβών.

Ἐπὶ μὲν γὰρ τοῦ παρόντος τὸ σαρκίον ἐπισκότει, καὶ ἠ ἐκεῖθεν νεφέλη καὶ φθορὰ, μὴ δυναμένη τὴν ἀφθαρσίαν κληρονομεῖν. ὅθεν ὁ Παῦλος τὸ ἀναλῦσαι πρὸς τὸ συνεἶναι Χριστῷ καὶ μάλα ἐνόμισε φέρειν· «Ἀναλῦσαι γὰρ,» φησι, «καὶ σὺν Χριστῷ εἶναι, πολλῷ μᾶλλον κρεῖσσον.» ὅ τε μέλλων, οὓς ἂν μὴ τὰς δυνάμεις καὶ τὰς αἰσθήσεις, ὧν ἂν δέοι πρὸς τὸν βίον ἐκεῖνον, ἔχοντας λάβοι, τούτοις οὐδὲν ἔσται πλέον εἰς εὐδαιμονίαν, ἀλλὰ νεκροὶ καὶ ἄθλιοι τὸν μακάριον ἐκεῖνον καὶ ἀθάνατον οἰκήσουσι κόσμον. Ὁ δὲ λόγος, ὅτι τὸ μὲν φῶς ἀνατέλλει, καὶ ὁ ἥλιος καθαρὰν τὴν ἀκτῖνα παρέχει, ὀφθαλμὸν δὲ οὐκ ἔνι τηνικαῦτα πλασθῆναι· καὶ ἡ μὲν τοῦ πνεύματος εὐωδία δαψιλῶς ἐκχεῖται καὶ τὰ πάντα κατέχει, ὄσφρησιν δὲ οὐκ ἄν τις λάβοι μὴ ἔχων. Καὶ τῶν μὲν μυστηρίων ἔξεστι κοινωνῆσαι τῷ Υἱῷ τοῦ Θεοῦ τοὺς φίλους κατὰ τὴν ἡμέραν ἐκείνην, καὶ ἃ ἤκουσε παρὰ τοῦ Πατρὸς ἐκεῖνος, παρ᾽ ἐκεῖνου μαθεῖν αὐτούς· ἀνάγκη δὲ φίλους ὄντας αὐτοῦ καὶ ὦτα ἔχοντας ἀφικέσθαι...

Ὅλως δὲ τὸν ἔντος ἄνθρωπον τὸν καινὸν, τὸν κατὰ Θεὸν κτιζόμενον, ὁ κόσμος οὗτος ὠδίνει, καὶ πλασθεὶς ἐνταῦθα καὶ μορφωθεὶς οὕτω τέλειος εἰς τὸν τέλειον ἐκεῖνον καὶ ἀγήρω τίκτεται κόσμον. Καθάπερ τὰρ τὸ ἔμβρυον, ἕως ἐστὶν ἐν τῷ σκοτεινῷ καὶ νηκτῷ βίῳ, πρὸς τὴν ἐν φωτὶ ζωὴν ἡ φύσις παρασκευάζει, καὶ πλάττεται καθάπερ εὶς κανόνα τὸν ὑποδεξάμενον βίον, τὸν ἴσον τρόπον καὶ τοῖς ἁγίοις συμβαίνει· καὶ τοῦτό ἐστιν, ὁπερ ὁ ἀπόστολος ἔφη Παῦλος, Γαλάταις γράφων· «Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» Οὐ μὴν ἀλλὰ τὰ μὲν ἔμβρυα ταυτησὶ τῆς ζωῆς οὐκ ἂν εἰς αἴσθησιν ἔλθοι ποτὲ, τοῖς δὲ μακαρίοις πολλαὶ τῶν μελλόντων ἐπὶ τοῦ παρόντος ἐμφάσεις· τὸ δὲ αἴτιον, ὅτι τοῖς μὲν οὐ πάρεστιν οὗτος ὁ βίος, ἀλλ᾽ ἀκριβῶς ἐστι μέλλων. Οὐ γὰρ ἐγένετο ἀκτὶς ἐν τοῖς χωρίοις ἐκείνοις, οὐδὲ τῶν ἄλλων οὐδὲν, ἃ τὴν ζωὴν ὑφίστησι ταύτην. Ἐπ᾽ ἡμῶν δὲ οὐκέτι, ἀλλ᾽ ὁ μέλλων ἐκεῖνος τῷ παρόντι τούτῳ καθάπερ ἐνεχέθη καὶ ἀνεμίγη, καὶ ὁ ἥλιος ἐκεῖνος καὶ ἡμῖν ἀνέτειλε φιλανθρώπως, καὶ τὸ ὑπερουράνιον μύρον ἐν τοῖς δυσώδεσι χωρίοις ἐξεκενώθη, καὶ ὁ τῶν ἀγγέλων ἄρτος καὶ τοῖς ἀνθρώποις ἐδόθη.

Διὰ ταῦτα τοίνυν οὐ διατεθῆναι μόνον καὶ παρασκευασθῆναι πρὸς τὴν ζωὴν, ἀλλ᾽ ἤδη καὶ ζῇν κατ᾽ἐκείνην καὶ ἐναργεῖν ἔξεστι τοῖς ἁγίοις ἐν τῷ παρόντι. «Ἐπιλαβοῦ γὰρ,» φησι, «τῆς αἰωνίου ζωῆς.» Θιμοθέῳ γράφων ὁ Παῦλος, καί· «Ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός·» καὶ ὁ θεῖος Ἰγνάτιος, «Ἔστιν ὕδωρ ζῶν καὶ λαλοῦν ἐν ἐμοὶ, Δεῦρο πρὸς τὸν πατέρα.»


TUESDAY
Sirach 14:20—15:10

20 Μακάριος ἀνήρ, ὃς ἐν σοφίᾳ μελετήσει            καὶ ὃς ἐν συνέσει αὐτοῦ διαλεχθήσεται,

אשרי אנוש בחכמה יהגה             ובתבונה ישעה

21 ὁ διανοούμενος τὰς ὁδοὺς αὐτῆς ἐν καρδίᾳ αὐτοῦ             καὶ ἐν τοῖς ἀποκρύφοις αὐτῆς ἐννοηθήσεται.

השם על דרכיה לבו          ובתבונתיה יתבונן

22 ἔξελθε ὀπίσω αὐτῆς ὡς ἰχνευτὴς            καὶ ἐν ταῖς ὁδοῖς αὐτῆς ἐνέδρευε.

לצאת אחריה בחקר          וכל מבואיה ירצד

23 ὁ παρακύπτων διὰ τῶν θυρίδων αὐτῆς             καὶ ἐπὶ τῶν θυρωμάτων αὐτῆς ἀκροάσεται,

המשקיף בעד חלונה          ועל פתחיה יצותת

24 ὁ καταλύων σύνεγγυς τοῦ οἴκου αὐτῆς             καὶ πήξει πάσσαλον ἐν τοῖς τοίχοις αὐτῆς,

החונה סביבות ביתה          והביא יתריו בקירה

25 στήσει τὴν σκηνὴν αὐτοῦ κατὰ χεῖρας αὐτῆς            καὶ καταλύσει ἐν καταλύματι ἀγαθῶν,

הנוטה אהלו על ידה          ושכן שכן טוב

26 θήσει τὰ τέκνα αὐτοῦ ἐν τῇ σκέπῃ αὐτῆς             καὶ ὑπὸ τοὺς κλάδους αὐτῆς αὐλισθήσεται,

וישים קנו בעופיה            ובענפיה יתלונן

27 σκεπασθήσεται ὑπ' αὐτῆς ἀπὸ             καύματος καὶ ἐν τῇ δόξῃ αὐτῆς καταλύσει.

וחוסה בצלה מחרב            ובמענותיה ישכן
15:

1 Ὁ φοβούμενος κύριον ποιήσει αὐτό,          καὶ ὁ ἐγκρατὴς τοῦ νόμου καταλήμψεται αὐτήν·

כי ירא ייי יעשה זאת         ותופש תורה ידריכנה

2 καὶ ὑπαντήσεται αὐτῷ ὡς μήτηρ          καὶ ὡς γυνὴ παρθενίας προσδέξεται αὐτόν·

וקדמתהו כאם         וכאשת נעורים תקבלנו

3 ψωμιεῖ αὐτὸν ἄρτον συνέσεως          καὶ ὕδωρ σοφίας ποτίσει αὐτόν·

והאכילתהו לחם שכל         ומי תבונה תשקנו

4 στηριχθήσεται ἐπ' αὐτὴν καὶ οὐ μὴ κλιθῇ,          καὶ ἐπ' αὐτῆς ἐφέξει καὶ οὐ μὴ καταισχυνθῇ·

ונשען עליה ולא ימוט         ובה יבטח ולא יבוש

5 καὶ ὑψώσει αὐτὸν παρὰ τοὺς πλησίον αὐτοῦ          καὶ ἐν μέσῳ ἐκκλησίας ἀνοίξει τὸ στόμα αὐτοῦ·

ורוממתהו מרעהו             ובתוך קהל תפתח פיו

6 εὐφροσύνην καὶ στέφανον ἀγαλλιάματος εὑρήσει          καὶ ὄνομα αἰῶνος κατακληρονομήσει.

ששון ושמחה ימצא          ושם עולם תורישנו

7 οὐ μὴ καταλήμψονται αὐτὴν ἄνθρωποι ἀσύνετοι,          καὶ ἄνδρες ἁμαρτωλοὶ οὐ μὴ ἴδωσιν αὐτήν·

לא ידריכוה מתי שוא         ואנשי זדון לא יראוה

8 μακράν ἐστιν ὑπερηφανίας,          καὶ ἄνδρες ψεῦσται οὐ μὴ μνησθήσονται αὐτῆς.

רחוקה היא מלצים            ואמשי כזב לא יזכרוה

9 Οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ,          ὅτι οὐ παρὰ κυρίου ἀπεστάλη·

לא נאתה תהלה בפי רשע            כי לא מאל נחלקה לו

10 ἐν γὰρ σοφίᾳ ῥηθήσεται αἶνος,          καὶ ὁ κύριος εὐοδώσει αὐτόν.

בפה חכם תאמֵר תהלה       ומשל בה ילמדנה

Nicholas Cabsilas, Life in Christ, Liber 1 (PG 150, 502-503)

Ἡ ἐν τῷ Χριστῷ ζωὴ οὐκ ἐπὶ τοῦ μελλοντος μόνον, ἀλλ᾽ ἤδη καὶ ἀπὶ τοῦ παρόντος πάρεστι τοῖς ἁγίοις καὶ ζῶσι κατ᾽ ἐκείνην καὶ ἐνεργοῦσι, φανερὸν ἐκ τῶν εἰρημένων. Ὅθεν δὲ ἔστιν οὕτω ζῆσαι καὶ, ὅ φησι Παῦλος, ἐν καινότητι ζωῆς περιπατῆσαι, λέγω δὴ τί ποιοῦσιν ὁ Χριστὸς οὕτω συνάπτεται καὶ προσφύεται, καὶ οὐκ οἶδ᾽ ὅ τι καὶ χρὴ καλεῖν, ἐξῆς ἂν εἴη ῥητέον.

Ἔστι τοίνυν τὸ μὲν θεόθεν, τὸ δὲ τῆς ἡμετέρας σπουδῆς, καὶ τὸ μὲν ἐκείνου καθαρῶς ἔργον, τὸ δὲ καὶ ἡμῖν ἔχει φιλοτιμίαν. μᾶλλον δὲ τοσοῦτον παρ᾽ ἡμῶν εἰσφέρεται μόνον, ὅσον ὑπομεῖναι τὴν χάριν καὶ μὴ προδοῦναι τὸν θησαυρὸν, μηδὲ σβέσαι τὴν λαμπάδα ἠμμένην ἤδη. Λέγω δὴ μηδὲν ἐπεισαγαγόντας ἀναντίον τῇ ζωῇ καὶ ἃ τὸν θάνατον τίκτει. πρὸς τοῦτο γὰρ πᾶν ἀνθρώπειον ἀγαθὸν καὶ πᾶσα ἀρετὴ φέρει, μὴ καθ᾽ ἑαυτοῦ τινα τὸ ξίφος ὠθῆσαι, μηδὲ φυγεῖν τὴν εὐδαιμονίαν καὶ τῆς κεφαλῆς ἀποσείσασθαι τοὺς στεφάνους, ὡς τήν γε οὐσίαν αὐτὴν τῆς ζωῆς αὐτὸς παρὼν ὁ Χριστὸς ἄῤῥητόν τινα τρόπον φυτεύει ταῖς ἡμετέραις ψυχαῖς.

Πάρεστι γὰρ ἀληθῶς καὶ βοηθεῖ ταῖς ἀρχαῖς τῆς ζωῆς, αἷς αὐτὸς ἐπιδημήσας παρέσχε.

πάρεστι δὲ οὐχ ὥσπερ τὸ πρῶτον διαίτης καὶ συλλόγων καὶ διατριβῶν ἡμῖν καὶ κοινωνών, ἀλλ᾽ ἕτερον ἐκείνῳ καὶ τελεώτερον τρόπον, καθ᾽ ὃν σύσσωμοι αὐτῷ γινόμεθα καὶ σύζωοι καὶ μέλη, καὶ εἴ τι πρὸς τοῦτο φέρει. Καθάπερ γὰρ ἡ φιλανθρωπία ἄφατος, ὅθεν προήχθη τοῦς αἰσχίστους οὕτω φιλήσας οὕτω μεγίστων ἀξιῶσαι χαρίτων, καὶ ἡ συνάφεια, καθ᾽ ἣν σύνεστι τοῖς φιλουμένοις, πᾶσαν εἰκόνα καὶ πᾶσαν ἐπωνυμίαν νικᾷ, οὕτω καὶ ὁ τρόπος, καθ᾽ ὃν σύνεστι καὶ εὐποιεῖ, θαυμαστὸς, καὶ τῷ θαυμαστὰ ποιοῦντι μόνῳ προσήκων. Τὸν γὰρ θάνατον, ὃν ἀληθῶς ὑπὲρ τῆς ἡμετέρας ζωῆς ἀπέθανε, συμβόλοις τισὶ καθάπερ ἐν γραφῇ μιμουμένους πράσγμασιν αὐτοῖς ἀνακαινίζει καὶ ἀναπλάττει καὶ τῆς ἑαυτοῦ κοινωνοὺς ποιεῖται ζωῆς.

Ἐπι γὰρ τῶν μυστηρίων τῶν ἱερῶν τὸν τάφον αὐτοῦ γράφοντες καὶ τὸν θάνατον αὐτοῦ καταγγέλλοντες, δι᾽αὐτῶν γεννώμεθα καὶ πλαττόμθα καὶ ὑπερφυῶς συναπτόμεθα τῷ Σωτῆρι. ταῦτα γἀρ ἐστι, δι᾽ ὧν «ἐν αὐτῷ ζῶμεν,» ᾗ φησιν Παῦλος, «καὶ κινούμεθα καὶ ἐσμέν.» Ἐπεὶ τὸ μὲν βάπτισμα τὸ εἶναι δίδωσι καὶ ὅλως ὑποστῆναι κατὰ Χριστόν. τοῦτο γὰρ νεκροὺς καὶ διεφθαρμένους παραλαβὸν εἰς τὴν ζωὴν πρῶτον εἰσάγει. Ἡ δὲ τοῦ μύρου χρίσις τελειοῖ τὸν γεγεννημένον τῇ τοιᾷδε ζωῇ προσήκουσαν ἐνέργειαν ἐντιθεῖσα. ἡ δὲ θεία εὐχαριστία τὴν ζωῆν ταύτην καὶ τῆν ὑγείαν συντηρεῖ καὶ συνέχει. Τὸ γὰρ σῶσαι τὰ κτηθέντα καὶ διαστελέσαι ζῶντας, ὁ τῆς ζωῆς δίδωσιν ἄρτος. διὰ ταῦτα τούτῳ μὲν τῷ ἄρτῳ ζῶμεν, κινούμεθα δὲ τῷ μύρῳ, ἀπὸ τοῦ λουτροῦ τὸ εἶναι λαβόντες. Καὶ τοῦτον τὸν τρόπον ἐν τῷ Θεῷ ζῶμεν, μετατιθέντες τὸν βίον ἀπὸ τοῦ ὁρωμένου τούτου πρὸς τὸν μὴ βλεπόμενον κόσμον, οὐ τὸν τόπον ἀμείβοντες, ἀλλὰ τὸν βίον καὶ τὴν ζωήν...

Καὶ τοίνυν διὰ τῶν μυστηρίων τούτων τῶν ἱερῶν ὥσπερ διὰ θυρίδων εἰς τὸν σκοτεινὸν τοῦτον κόσμον ὁ ἥλιος εἰσέρχεται τῆς δικαιοσυνης, καὶ θανατοῖ μὲν τὴν σύστοιχον τῷ κόσμῳ τούτῳ ζωήν, ἀνίστησι δὲ τὴν ὑπερκόσμιον, καὶ νικᾷ τὸν κόσμον τὸ φῶς τοῦ κόσμου, ὅπερ αἰνίττεται λέγων, «Ἐγὼ νενίκηκα τὸν κόσμον» ἐν θνητῷ καὶ ῥόντι σώματι, τῆν ἑστῶσαν καὶ ἀθάνατον εἰσάγων ζωήν.


WEDNESDAY
Sirach 15:11-20

11 μὴ εἴπῃς ὅτι Διὰ κύριον ἀπέστην·          ἃ γὰρ ἐμίσησεν, οὐ ποιήσει.

אל תאמר מאל פשעי          כי את אשר שנא לא עשה

12 μὴ εἴπῃς ὅτι Αὐτός με ἐπλάνησεν·          οὐ γὰρ χρείαν ἔχει ἀνδρὸς ἁμαρτωλοῦ.

פן תאמר הוא התקילני       כי אין צורך באנשי חמס

13 πᾶν βδέλυγμα ἐμίσησεν ὁ κύριος,          καὶ οὐκ ἔστιν ἀγαπητὸν τοῖς φοβουμένοις αὐτόν.

רעה ותעבה שנא ייי          ולא יאננה ליראיו

14 αὐτὸς ἐξ ἀρχῆς ἐποίησεν ἄνθρωπον          καὶ ἀφῆκεν αὐτὸν ἐν χειρὶ διαβουλίου αὐτοῦ.

אלהים מבראשית ברא אדם          וישתיהו ביד חותפו (ויתנהו ביד יצרו)

15 ἐὰν θέλῃς, συντηρήσεις ἐντολὰς      καὶ πίστιν ποιῆσαι εὐδοκίας.

אם תחפץ תשמר מצוה       ותבונה לעשות רצונן (b ואמונה לעשות רצון אל)
אם תאמין בו          גם אתה תחיה

16 παρέθηκέν σοι πῦρ καὶ ὕδωρ·      οὗ ἐὰν θέλῃς, ἐκτενεῖς τὴν χεῖρά σου.

מוצק לפניך אש ומים         באשר תחפץ תשלח ידיך

17 ἔναντι ἀνθρώπων ἡ ζωὴ καὶ ὁ θάνατος,       καὶ ὃ ἐὰν εὐδοκήσῃ, δοθήσεται αὐτῷ.

לפני אדם חיים ומות          אשר יחפץ (b וכל שיחפץ) ינתן לו

18 ὅτι πολλὴ ἡ σοφία τοῦ κυρίου·       ἰσχυρὸς ἐν δυναστείᾳ καὶ βλέπων τὰ πάντα,

ספקה חכמת ייי               אמיץ גבורות ויחוזה כל (+b אל בגבורה ומביט לכל)

19 καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν,      καὶ αὐτὸς ἐπιγνώσεται πᾶν ἔργον ἀνθρώπου.

עיני אל יראו מעשיו          והו (bא) יכיר על כל מפעל איש

20 οὐκ ἐνετείλατο οὐδενὶ ἀσεβεῖν      καὶ οὐκ ἔδωκεν ἄνεσιν οὐδενὶ ἁμαρτάνειν.

לא צוה אנוש לחטא          ולא החלים אנשי כזב
ולא מרחם על עושה שוא          ועל מגלה סור

Peter de Blois, Sermon 54, on the sacrifice of the altar (PL 207, 720-721)

«Lex» quidem «per Moysen data est; veritas autem per Iesum Christum.» Si ergo Christus veritas, imo quia ipse est veritas; si in Christum credimus, credamus et Christo. Ipse enim est qui dicit: «Ego sum panis vivus qui de coelo descendi;» ipse est manna reficiens, ipse est agnus qui immolabatur et manducabatur in lege: ipse enim se nobis obtulit in cibum et pretium, qui patres nostros reficit in manna; in pane nos reficit, et impletur in eo quod scriptum est: «Novis supervenientibus vetera proiicietis, et vetustissima veterum comedetis.»

Vetera sunt sacrificia veteris legis, quae offerebant Aaron et filii eius iugulantes filios arietum, effundentes sanguinem vitulorum et hircorum. Vetustissima autem veterum fuerunt panis et vinum oblata a Melchisedech figurantia sacramentum Christi, de quo iuravit Pater: «Tu es sacerdos in aeternum, secundum ordinem Melchisedech.» Novis ergo supervenientibus proiicienda erant legalia, et vetustissima veterum comedenda, ut panem angelorum manducavit homo, sicut at diebus antiquis paravit in dulcedine sua pauperi Deus.

Naturae nostrae susceptio panis est quo pascimur. Christus enim nostrae carnis fenum convertit in frumentum, ut nos cibaret ex adipe frumenti. Factus est nobis panis, quia cor hominis in corde bono seminandum et multiplicandum, factus est nobis granum frumenti, confirmat panis ad huius miserae vitae consolationem, ad laboris viae sustentationem; panis in verbo doctrinae, panis in exemplo vitae, panis spiritualis gratiae, panis interminabilis gloriae. «Hoc est,» inquit, «novum testamentum in sanguine meo.»

Hoc testamentum nobis in morte Christi confirmatum est, ut et nos complantemur similitudine mortis eius, ut mundo moriamur, et vita nostra abscondatur cum Christo in Deo meo. Super hoc testamento ordinanda sunt sacrificia, ut totus homo hostiam viventem, et Deo placentem se offerens, imprimis offerat sacrificium poenitentiae. «Sacrificium,» inquit, «Deo spiritus contribulatus, cor contritum et humiliatum, Deus, non despicies.»

Secundum sacrificium est exhibitio misericordiae, quod propter praeeminentem sui elegantiam non sacrificium, sed iustitia vocatur a Domino. «Misericordiam,» inquit, «volo, et non sacrificium.» Quod enim hoc sacrificium sit iustitia, habes ex eo quod dicitur: «Dispersit dedit pauperibus, iustitia eius manet in saeculum saeculi.»

Est tertium quod totum est in adipe et pinguedine, quod de medullis animae, et de interioribus cordis omnino procedit. Hoc est sacrificium laudis... Propheta hoc ferre sacrificium desiderans, de pinguedine cordis, et de affluentia charitatis: «Sicut adipe,» inquit, «et pinguedine repleatur anima mea.»

Primum refertur ad me, secundum ad proximum, tertium ad Deum. Omnia tamen ad Deum refero, et offero propter Deum. Si tamen volumus super testamentum Christi offerre sacrificia, una est ordinatio et nuntius, in ea est ordo, scilicet ut sicut praecipimur cogitatus nostros iactare in eo, sic et fidem sacrificiorum iactemus in eius verbo. Credat homo potius Christo quam sibi, ut sit cum Deo creditus spiritus eius, abneget ipsum et sequatur Christum spe, fide; nam ipse est «via, veritas et vita.»


THURSDAY
Sirach 16:24—17:14

24 Ἄκουσόν μου, τέκνον, καὶ μάθε ἐπιστήμην          καὶ ἐπὶ τῶν λόγων μου πρόσεχε τῇ καρδίᾳ σου·

שמעו אלי וקחו שכלי         ועל דברי שימו לב

25 ἐκφανῶ ἐν σταθμῷ παιδείαν          καὶ ἐν ἀκριβείᾳ ἀπαγγελῶ ἐπιστήμην.

אביעה במשקל רוחי          ובהצנע אחוה דעי

26 Ἐν κρίσει κυρίου τὰ ἔργα αὐτοῦ ἀπ' ἀρχῆς,          καὶ ἀπὸ ποιήσεως αὐτῶν διέστειλεν μερίδας αὐτῶν.

כברא אל מעשיו מראש               על חייהם

27 ἐκόσμησεν εἰς αἰῶνα τὰ ἔργα αὐτοῦ καὶ τὰς ἀρχὰς αὐτῶν εἰς γενεὰς αὐτῶν·          οὔτε ἐπείνασαν οὔτε ἐκοπίασαν καὶ οὐκ ἐξέλιπον ἀπὸ τῶν ἔργων αὐτῶν·

28 ἕκαστος τὸν πλησίον αὐτοῦ οὐκ ἐξέθλιψεν,          καὶ ἕως αἰῶνος οὐκ ἀπειθήσουσιν τοῦ ῥήματος αὐτοῦ.

29 καὶ μετὰ ταῦτα κύριος εἰς τὴν γῆν ἐπέβλεψεν          καὶ ἐνέπλησεν αὐτὴν τῶν ἀγαθῶν αὐτοῦ·

30 ψυχῇ παντὸς ζῴου ἐκάλυψεν τὸ πρόσωπον αὐτῆς,          καὶ εἰς αὐτὴν ἡ ἀποστροφὴ αὐτῶν.
17:

1 Κύριος ἔκτισεν ἐκ γῆς ἄνθρωπον          καὶ πάλιν ἀπέστρεψεν αὐτὸν εἰς αὐτήν.

2 ἡμέρας ἀριθμοῦ καὶ καιρὸν ἔδωκεν αὐτοῖς          καὶ ἔδωκεν αὐτοῖς ἐξουσίαν τῶν ἐπ' αὐτῆς.

3 καθ' ἑαυτὸν ἐνέδυσεν αὐτοὺς ἰσχὺν          καὶ κατ' εἰκόνα αὐτοῦ ἐποίησεν αὐτούς.

4 ἔθηκεν τὸν φόβον αὐτοῦ ἐπὶ πάσης σαρκὸς          καὶ κατακυριεύειν θηρίων καὶ πετεινῶν.

6 διαβούλιον καὶ γλῶσσαν καὶ ὀφθαλμούς,          ὦτα καὶ καρδίαν ἔδωκεν διανοεῖσθαι αὐτοῖς.

7 ἐπιστήμην συνέσεως ἐνέπλησεν αὐτοὺς          καὶ ἀγαθὰ καὶ κακὰ ὑπέδειξεν αὐτοῖς.

8 ἔθηκεν τὸν ὀφθαλμὸν αὐτοῦ ἐπὶ τὰς καρδίας αὐτῶν          δεῖξαι αὐτοῖς τὸ μεγαλεῖον τῶν ἔργων αὐτοῦ,

10 καὶ ὄνομα ἁγιασμοῦ αἰνέσουσιν,          ἵνα διηγῶνται τὰ μεγαλεῖα τῶν ἔργων αὐτοῦ.

11 προσέθηκεν αὐτοῖς ἐπιστήμην          καὶ νόμον ζωῆς ἐκληροδότησεν αὐτοῖς.

12 διαθήκην αἰῶνος ἔστησεν μετ' αὐτῶν          καὶ τὰ κρίματα αὐτοῦ ὑπέδειξεν αὐτοῖς.

13 μεγαλεῖον δόξης εἶδον οἱ ὀφθαλμοὶ αὐτῶν,          καὶ δόξαν φωνῆς αὐτοῦ ἤκουσεν τὸ οὖς αὐτῶν.

14 καὶ εἶπεν αὐτοῖς Προσέχετε ἀπὸ παντὸς ἀδίκου·          καὶ ἐνετείλατο αὐτοῖς ἑκάστῳ περὶ τοῦ πλησίον.

Nicholas Cabsilas, Life in Christ, Liber 1 (PG 150, 498-499)

«Ὁ γὰρ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστι»... Καθάπερ γὰρ ἠ φιλανρωπία ἄῤῥητος καὶ ἡ περὶ τὸ ἡμέτερον γένος ἀγάπη τοῦ Θεοῦ τὸν λόγον τὸν ἀνθρώπινον ὑπερβαίνει καὶ τῇ θείᾳ ἀγαθότητι μόνῃ προσῆκεν· αὕτη γάρ ἐστιν «ἡ εἰρήνη τοῦ Θεοῦ, ἡ ὑπερέχουσα πάντα νοῦν.» τὸν ἴσον τρόπον ἀκόλουθον καὶ τὴν πρὸς τοὺς φιλουμένους ἕνωσιν ὑπὲρ πᾶσαν ἕνωσιν εἶναι, ἣν ἄν τις δύναιτο λογίσασθαι, καὶ πρὸς οὐδὲν παράδειγμα φέρειν.

Διὰ τοῦτο καὶ πολλῶν ἐδέησε τῇ Γραφῇ παραδειγμάτων, ὥστε δυνηθῆναι τὴν συνάφειαν ἐκείνην μηνῦσαι ὡς οὐκ ἀρκοῦντος ἑνὸς, καὶ νῦν μὲν ἔνοικον καὶ οἰκίαν εἰσάγει, νῦν δὲ ἄμπελον καὶ κλῆμα, καὶ νῦν μὲν γάμον, νῦν δὲ μέλη καὶ κεφαλὴν, ὧν οὐδέν ἐστιν ἴσον ἐκείνῃ. οὐ γὰρ ἔστιν ἀπὸ τοῦτων τῆς ἀληθείας ἀκριβῶς ἐφικέσθαι. Μάλιστα μὲν γὰρ ἀνάγκη, τῇ φιλίᾳ καὶ τὴν συνάφειαν ἀκόλουθον εἶναι. τί δ᾽ ἂν γένοιτο τῆς θείας ἀγάπης ἴσον;

Ἐπειθ᾽ ὅτι καὶ τὰ μάλιστα συνάφειαν καὶ ἕνότητα δεικνύναι δοκοῦντα ὁ γάμος ἐστὶ καὶ ἡ τῶν μελῶν πρὸς τὴν κεφαλὴν ἁρμονία, ταῦτα δὲ παμπληθὲς εἴσω πίπτει, καὶ πολλοῦ δεῖ τὰ ὄντα δηλῶσαι. Καὶ γὰρ ὁ μὲν γάμος οὐκ ἂν οὕτω συνάψαι, ὡς ἐν ἀλλήλοις εἶναι καὶ ζῇν τοὺς συναπτομένους, ὅπερ ἐπὶ τοῦ Χριστοῦ καὶ τῆς Ἐκκλησίας συμβαίνει. ὅθεν ὁ θεῖος Ἀπόστολος εἰπὼν περὶ τοῦ γάμου, «Τὸ μυστήριον τοῦτο μέγα ἐστὶν,» ἐπήγαγε, «Λέγω δὲ εἰς Χριστὸν καὶ γὴν Ἐκκλησίαν,» δεικνὺς οὐ τοῦτον, ἀλλ᾽ ἐκεῖνον τὸν γάμον διὰ θαύματος ἄγων.

Τὰ δὲ μέλη συνῆπται μὲν τῇ κεφαλῇ, καὶ ζῇ τῷ συνῆφθαι, καὶ διαιρεθέντα ἀποθνήσκει· φαίνεται δὲ καὶ ταῦτα τῷ Χριστῷ συνημμένα μᾶλλον ἢ τῇ ἑαυτῶν κεφαλῇ, καὶ τούτῳ ζῶντα μᾶλλον ἢ τῇ πρὸς αὐτὴν ἁρμονίᾳ. Καὶ τοῦτο δήλον ἀπὸ τῶν μακαρίων μαρτύων, οἳ τὸ μὲν ὑπέμειναν ἡδέως, τὸ δὲ οὐδὲ ἀκοῦσαι ἐνέσχοντο, καὶ τὴν μὲν κεφαλὴν ἀπέθεντο καὶ τὰ μέλη σὺν ἡδονῇ, τοῦ Χριστοῦ δὲ οὐδὲ μέχρι φωνῆς ἐδυνήθησαν ἀποστῆναι.

Καὶ οὕτω λέγω τὸ καινότατον. Τί γὰρ ἂν ἄλλῳ συνάπτοιτο μᾶλλον ἢ αὐτὸ ἁυτῷ; ἀλλὰ καὶ αὕτη ἡ ἕνότης τῆς συναφείας ἐκείνης ἔλαττον ἔχει. Τῶν γὰρ πνευμάτων τῶν μακαρίων ἕκαστόν ἐστι μὲν ἕν καὶ ταὐτὸ ἑαυτῷ, συνῆπται δὲ τῷ Σωτῆρι μᾶλλον ἢ ἑαυτῷ. φιλεῖ γὰρ τὸν Σωτῆρα μᾶλλον ἢ ἑαυτὸ, καὶ μαρτυρήσει τῷ λόγῳ Παῦλος εὐχόμενος ἀνάθεμα εἶναι ἀπὸ Χριστοῦ ὑπὲρ τῆς σοφίας τῶν Ἰουδαίων, ἱν᾽ ἐκείνῳ προσθήκη γένηται δόξης.

Εἰ δὲ τὸ τῶν ἀνθρώπων φίλτρον τοσοῦτον, τὸ θεῖον οὐδ᾽ ἔστι λογίσασθαι. Εἰ γὰρ οἱ πονηροὶ τοσαύτην ἐπεδείξαντο τὴν εὐγνωμοσύνην, τί χρὴ περὶ τῆς ἀγαθότητος ἐκείνης εἰπεῖν; Οὕτω δὲ ὑπερφυοῦς ὄντος τοῦ ἔρωτος, ἀνάγκη καὶ τὴν συνάφειαν, πρὸς ἣν συνήλασε τοὺς ἐρῶντας, τὴν διάνοιαν τὴν ἀνθρώπειαν κάτω τιθέναι, ὥστε μηδὲ πρὸς παράδειγμα ἀνενεχθῆναι δυνατῆν εἰναι.


FRIDAY
Sirach 17:15-32

15 Αἱ ὁδοὶ αὐτῶν ἐναντίον αὐτοῦ διὰ παντός,          οὐ κρυβήσονται ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ.

17 ἑκάστῳ ἔθνει κατέστησεν ἡγούμενον,          καὶ μερὶς κυρίου Ισραηλ ἐστίν.

19 ἅπαντα τὰ ἔργα αὐτῶν ὡς ὁ ἥλιος ἐναντίον αὐτοῦ,          καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐνδελεχεῖς ἐπὶ τὰς ὁδοὺς αὐτῶν.

20 οὐκ ἐκρύβησαν αἱ ἀδικίαι αὐτῶν ἀπ' αὐτοῦ,          καὶ πᾶσαι αἱ ἁμαρτίαι αὐτῶν ἔναντι κυρίου.

22 ἐλεημοσύνη ἀνδρὸς ὡς σφραγὶς μετ' αὐτοῦ,          καὶ χάριν ἀνθρώπου ὡς κόρην συντηρήσει.

23 μετὰ ταῦτα ἐξαναστήσεται καὶ ἀνταποδώσει αὐτοῖς          καὶ τὸ ἀνταπόδομα αὐτῶν εἰς κεφαλὴν αὐτῶν ἀποδώσει·

24 πλὴν μετανοοῦσιν ἔδωκεν ἐπάνοδον          καὶ παρεκάλεσεν ἐκλείποντας ὑπομονήν.

25 Ἐπίστρεφε ἐπὶ κύριον καὶ ἀπόλειπε ἁμαρτίας,          δεήθητι κατὰ πρόσωπον καὶ σμίκρυνον πρόσκομμα·

26 ἐπάναγε ἐπὶ ὕψιστον          καὶ ἀπόστρεφε ἀπὸ ἀδικίας          καὶ σφόδρα μίσησον βδέλυγμα.

27 ὑψίστῳ τίς αἰνέσει ἐν ᾅδου          ἀντὶ ζώντων καὶ διδόντων ἀνθομολόγησιν;

28 ἀπὸ νεκροῦ ὡς μηδὲ ὄντος ἀπόλλυται ἐξομολόγησις·          ζῶν καὶ ὑγιὴς αἰνέσει τὸν κύριον.

29 ὡς μεγάλη ἡ ἐλεημοσύνη τοῦ κυρίου          καὶ ἐξιλασμὸς τοῖς ἐπιστρέφουσιν ἐπ' αὐτόν.

30 οὐ γὰρ δύναται πάντα εἶναι ἐν ἀνθρώποις,          ὅτι οὐκ ἀθάνατος υἱὸς ἀνθρώπου.

31 τί φωτεινότερον ἡλίου; καὶ τοῦτο ἐκλείπει·          καὶ πονηρὸν ἐνθυμηθήσεται σὰρξ καὶ αἷμα.

32 δύναμιν ὕψους οὐρανοῦ αὐτὸς ἐπισκέπτεται,          καὶ ἄνθρωποι πάντες γῆ καὶ σποδός.

Clement of Alexandria, Exortation to the pagans, ch. 10 (PG 8, 224-228)

«Εκζητήσατε τὸν θεόν, καὶ ζήσεται ἡ ψυχὴ ὑμῶν.» Ὁ ἐκζητῶν τὸν θεὸν τὴν ἰδίαν πολυπραγμονεῖ σωτηρίαν· εὗρες τὸν θεόν, ἔχεις τὴν ζωήν. Ζητήσωμεν οὖν, ἵνα καὶ ζήσωμεν. Ὁ μισθὸς τῆς εὑρέσεως ζωὴ παρὰ θεῷ. «Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε καὶ λεγέτωσαν διὰ παντός, μεγαλυνθήτω ὁ θεός.»

Καλὸς ὕμνος τοῦ θεοῦ ἀθάνατος ἄνθρωπος, δικαιοσύνῃ οἰκοδομούμενος, ἐν ᾧ τὰ λόγια τῆς ἀληθείας ἐγκεχάρακται. Ποῦ γὰρ ἀλλαχόθι ἢ ἐν σώφρονι ψυχῇ δικαιοσύνην ἐγγραπτέον; Ποῦ ἀγάπην; αἰδῶ δὲ ποῦ; πραότητα δὲ ποῦ; Ταύτας, οἶμαι, τὰς θείας γραφὰς ἐναποσφραγισαμένους χρὴ τῇ ψυχῇ καλὸν ἀφετήριον σοφίαν ἡγεῖσθαι τοῖς ἐφ' ὁτιοῦν τοῦ βίου τραπεῖσι μέρος, ὅρμον τε τὴν αὐτὴν ἀκύμονα σωτηρίας σοφίαν νομίζειν· δι' ἣν ἀγαθοὶ μὲν πατέρες τέκνων οἱ τῷ Πατρὶ προσδεδραμηκότες, ἀγαθοὶ δὲ γονεῦσιν υἱοὶ οἱ τὸν Υἱὸν νενοηκότες, ἀγαθοὶ δὲ ἄνδρες γυναικῶν οἱ μεμνημένοι τοῦ Νυμφίου, ἀγαθοὶ δὲ οἰκετῶν δεσπόται οἱ τῆς ἐσχάτης δουλείας λελυτρωμένοι...

Εἶτ' οὐκ αἰσχύνεσθε καὶ τῶν ἀλόγων σφᾶς αὐτοὺς ἀλογωτέρους πεποιηκότες, οἳ διὰ τοσούτων ἡλικιῶν ἐν ἀθεότητι κατατέτριφθε; Παῖδες γεγόνατε, εἶτα μειράκια, εἶτα ἔφηβοι, εἶτα ἄνδρες, χρηστοὶ δὲ οὐδέποτε. Κἂν τὸ γῆρας αἰδέσθητε, ἐπὶ δυσμαῖς τοῦ βίου γενόμενοι σωφρονήσατε, κἂν ἐπὶ τέλει τοῦ βίου τὸν θεὸν ἐπίγνωτε, ὡς δὴ τὸ τέλος ὑμῖν τοῦ βίου ἀρχὴν ἀναλάβοι σωτηρίας...

Πόσῳ γοῦν ἄμεινον τοῖς ἀνθρώποις τοῦ τυγχάνειν τῶν ἐπιθυμιῶν ἀρχὴν μηδὲ ἐπιθυμεῖν ἐθέλειν ὧν μὴ δεῖ; Ἀλλ' ὑμεῖς μὲν τὸ αὐστηρὸν τῆς σωτηρίας ὑπομένειν οὐ καρτερεῖτε, καθάπερ δὲ τῶν σιτίων τοῖς γλυκέσιν ἡδόμεθα διὰ τὴν λειότητα τῆς ἡδονῆς προτιμῶντες, ἰᾶται δὲ ἡμᾶς καὶ ὑγιάζει τὰ πικρὰ τραχύνοντα τὴν αἴσθησιν, ἀλλὰ τοὺς ἀσθενεῖς τὸν στόμαχον ῥώννυσιν ἡ τῶν φαρμάκων αὐστηρία, οὕτως ἥδει μὲν καὶ γαργαλίζει ἡ συνήθεια, ἀλλ' ἣ μὲν εἰς τὸ βάραθρον ὠθεῖ, ἡ συνήθεια, ἣ δὲ εἰς οὐρανὸν ἀνάγει, ἡ ἀλήθεια, «τραχεῖα» μὲν τὸ πρῶτον, «ἀλλ' ἀγαθὴ κουροτρόφος»· καὶ σεμνὴ μὲν ἡ γυναικωνῖτις αὕτη, σώφρων δὲ ἡ γερουσία· οὐδέ ἐστι δυσπρόσιτος οὐδὲ ἀδύνατος λαβεῖν, ἀλλ' ἔστιν ἐγγυτάτω ἔνοικος ἡμῶν, ᾗ φησιν αἰνιττόμενος ὁ πάνσοφος Μωυσῆς, τρισὶ τοῖς καθ' ἡμᾶς ἐνδιαιτωμένη μέρεσι, «χερσὶ καὶ στόματι καὶ καρδίᾳ.»


SATURDAY
Sirach 24:1-23

1 Ἡ σοφία αἰνέσει ψυχὴν αὐτῆς          καὶ ἐν μέσῳ λαοῦ αὐτῆς καυχήσεται·
2 ἐν ἐκκλησίᾳ ὑψίστου στόμα αὐτῆς ἀνοίξει          καὶ ἔναντι δυνάμεως αὐτοῦ καυχήσεται
3 Ἐγὼ ἀπὸ στόματος ὑψίστου ἐξῆλθον          καὶ ὡς ὁμίχλη κατεκάλυψα γῆν·
4 ἐγὼ ἐν ὑψηλοῖς κατεσκήνωσα,          καὶ ὁ θρόνος μου ἐν στύλῳ νεφέλης·
5 γῦρον οὐρανοῦ ἐκύκλωσα μόνη          καὶ ἐν βάθει ἀβύσσων περιεπάτησα·
6 ἐν κύμασιν θαλάσσης καὶ ἐν πάσῃ τῇ γῇ          καὶ ἐν παντὶ λαῷ καὶ ἔθνει ἐκτησάμην.
7 μετὰ τούτων πάντων ἀνάπαυσιν ἐζήτησα          καὶ ἐν κληρονομίᾳ τίνος αὐλισθήσομαι.
8 τότε ἐνετείλατό μοι ὁ κτίστης ἁπάντων,          καὶ ὁ κτίσας με κατέπαυσεν τὴν σκηνήν μου καὶ εἶπεν
Ἐν Ιακωβ κατασκήνωσον          καὶ ἐν Ισραηλ κατακληρονομήθητ 53;.
9 πρὸ τοῦ αἰῶνος ἀπ' ἀρχῆς ἔκτισέν με,          καὶ ἕως αἰῶνος οὐ μὴ ἐκλίπω.
10 ἐν σκηνῇ ἁγίᾳ ἐνώπιον αὐτοῦ ἐλειτούργησα          καὶ οὕτως ἐν Σιων ἐστηρίχθην·
11 ἐν πόλει ἠγαπημένῃ ὁμοίως με κατέπαυσεν,          καὶ ἐν Ιερουσαλημ ἡ ἐξουσία μου·
12 καὶ ἐρρίζωσα ἐν λαῷ δεδοξασμένῳ,          ἐν μερίδι κυρίου, κληρονομίας αὐτοῦ.
13 ὡς κέδρος ἀνυψώθην ἐν τῷ Λιβάνῳ          καὶ ὡς κυπάρισσος ἐν ὄρεσιν Αερμων·
14 ὡς φοῖνιξ ἀνυψώθην ἐν Αιγγαδοις          καὶ ὡς φυτὰ ῥόδου ἐν Ιεριχω,
ὡς ἐλαία εὐπρεπὴς ἐν πεδίῳ,          καὶ ἀνυψώθην ὡς πλάτανος.
15 ὡς κιννάμωμον καὶ ἀσπάλαθος ἀρωμάτων δέδωκα ὀσμὴν          καὶ ὡς σμύρνα ἐκλεκτὴ διέδωκα εὐωδίαν,
ὡς χαλβάνη καὶ ὄνυξ καὶ στακτὴ          καὶ ὡς λιβάνου ἀτμὶς ἐν σκηνῇ.
16 ἐγὼ ὡς τερέμινθος ἐξέτεινα κλάδους μου,          καὶ οἱ κλάδοι μου κλάδοι δόξης καὶ χάριτος.
17 ἐγὼ ὡς ἄμπελος ἐβλάστησα χάριν,          καὶ τὰ ἄνθη μου καρπὸς δόξης καὶ πλούτου.
19 προσέλθετε πρός με, οἱ ἐπιθυμοῦντές μου,          καὶ ἀπὸ τῶν γενημάτων μου ἐμπλήσθητε·
20 τὸ γὰρ μνημόσυνόν μου ὑπὲρ τὸ μέλι γλυκύ,          καὶ ἡ κληρονομία μου ὑπὲρ μέλιτος κηρίον.
21 οἱ ἐσθίοντές με ἔτι πεινάσουσιν,          καὶ οἱ πίνοντές με ἔτι διψήσουσιν.
22 ὁ ὑπακούων μου οὐκ αἰσχυνθήσεται,          καὶ οἱ ἐργαζόμενοι ἐν ἐμοὶ οὐχ ἁμαρτήσουσιν.
23 Ταῦτα πάντα βίβλος διαθήκης θεοῦ ὑψίστου,          νόμον ὃν ἐνετείλατο ἡμῖν Μωϋσῆς κληρονομίαν συναγωγαῖς Ιακωβ,

Irenaeus, Against heresies, Liber 4, 6:3,5,6,7 (SC 100, 442.446.448-454)

Οὔτε γὰρ τὸν Πατέρα γινώσκειν τις δύναται ἄνευ τοῦ Λόγου τοῦ Θεοῦ, τουτέστιν ἐὰν μὴ ὁ Υἱὸς ἀποκαλύψῃ, οὔτε τὸν Υἱὸν ἄνευ τοῦ Πατρὸς εὐδοκίας.  Τὴν δὲ εὐδοκίαν τοῦ Πατρὸς ὁ Υἱὸς ἐπιτελεῖ· πέμπει γὰρ ὁ Πατήρ, πέμπεται δὲ καὶ ἔρχεται ὁ Υἱός. Καὶ τὸν μὲν Πάτέρα ἀόρατον ὡς πρὸς ἡμᾶς ἀπιγινώσκει ὁ ἴδιος αὐτοῦ Λόγος καὶ ἀνεξήγητον ἐξηγεῖται· πάλιν δὲ τὸν Λόγον ὁ ἴδιος μόνος ἐπιγινώσκει Πατήρ· ἀμφότερα δὲ ταῦτα οὕτως ἔχοντα πεφανέρωκεν ὁ Κύριος. Καὶ διὰ τοῦτο ὁ Υἱὸς ἀποκαλύπτει τὴν γνῶσιν τοῦ Πατρὸς διὰ τῆς ἑαυτοῦ φανερώσεως· γνῶσις γὰρ Πατρὸς ἡ τοῦ Υἱοῦ φανέρωσις· πάντα γὰρ διὰ τοῦ Λόγου φανεροῦται...

Καὶ εἰς τοῦτό γε τὸν Υἱον ἀπεκάλυψεν ὁ Πατήρ, ἵνα δι᾽ αὐτοῦ τοῖς πᾶσι φανερωθῇ καὶ τοὺς μὲν πιστεύοντας αὐτῷ δικαίως εἰς τὴν ἀφθαρσίαν καὶ εἰς τὴν αἰώνιον προσδέξηται ἀνάψυξιν — πιστεύειν δὲ αὐτῷ ποιεῖν αὐτοῦ τὸ θέλημα...

Καὶ γὰρ διὰ τῆς κτίσεως ἀποκαλύπτει ὁ Λόγος τὸν ἐκτικότα Θεόν, καὶ διὰ τοῦ κόσμου τὸν κεκοσμηκότα Κύριον, καὶ διὰ τοῦ πλάσματος τὸν πεπλακότα Τεχνίτην, καὶ διὰ τοῦ Υἱοῦ τὸν γεγεννηκότα Πατέρα· καὶ ταῦτα πάντες ὁμοίως μὲν συλλαλοῦσιν, οὐχ ὁμοίως δὲ πιστεύουσιν. Καὶ διὰ τοῦ νόμου καὶ τῶν προφητῶν ὁμοίως ὁ Λόγος ἑαυτόν τε καὶ τὸν Πατέρα ἐκήρυσσε· καὶ ἤκουσε μὲν πᾶς ὁ λαὸς ὁμοίως, οὐχ ὁμοίως δὲ πάντες ἐπίστευσαν. Καὶ δι᾽ αὐτοῦ τοῦ Λόγου ὁρατοῦ καὶ ψηλαφητοῦ γεγονότος ὁ Πατὴρ ἐδείκνυτο· καὶ εἰ οὐ πάντες ὁμοίως ἐπίστευον αὐτῷ, ἀλλὰ πάντες εἶδον ἐν Υἱῷ τὸν Πατέρα· τὸ μὲν γὰρ ἀόρατον τοῦ Υἱοῦ ὁ Πατήρ, τὸ δὲ ὁρατὸν τοῦ Πατρὸς ὁ Υἱός...

Τὰ δὲ πάντα ὁ Υἱὸς διακονῶν τῷ Πατρὶ ἐπιτελεῖ ἀπ᾽ ἀρχῆς μέχρι τέλους, καὶ ἄνευ αὐτοῦ οὐδεὶς δύναται γινώσκειν τὸν Θεόν. Γνῶσις γὰρ Πατρὸς ὁ Υἱός, ἡ δὲ γνῶσις τοῦ Υἱοῦ ὑπὸ Πατρὸς δι᾽ Υἱοῦ ἀποκαλυπτομένη. Και διὰ τοῦτο ὁ Κύριος ἔλεγεν· «Οὐδεὶς ἐπιγινώσκει τὸν Πατέρα εἰ μὴ ὁ Υἱός, οὐδὲ τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ, καὶ οἷς ἂν ὁ Υἱὸς ἀποκαλύψῃ.» Τὸ γὰρ «ἀποκαλύψῃ» οὐ μόνον ἐπὶ τοῦ μέλλοντος εἴρηται, ὡς τότε ἀρξαμένου τοῦ Λόγου φανερῶσαι τὸν Πατέρα ὅτε ἐκ Μαρίας ἐγεννήθη, ἀλλὰ κοινῶς ἐπὶ τοῦ παντὸς χρόνου κεῖται. Ἀπ᾽ ἀρχῆς γὰρ συμπαρὼν ὁ Υἱὸς τῷ ἰδίῳ πλάσματι ἀποκαλύπτει πᾶσι τὸν Πατέρα, οἷς βούλεται καὶ ὁπότε βούλεται καὶ καθὼς βούλεται ὁ Πατήρ. Καὶ διὰ τοῦτο ἐν πᾶσι καὶ διὰ πάντων εἷς Θεὸς Πατὴρ καὶ εἷς λόγος καὶ ἓν Πνεῦμα καὶ μία σωτηρία πᾶσι τοῖς πιστεύουσιν εἰς αὐτόν.